De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
καὶ μονονουχὶ διαμαρτύρεται σαφῶς, ὅτι πρέποι ἂν καὶ μάλα εἰκότως τοῖς ἐν Χριστῷ σαββατίζουσι, τουτέστι, τοῖς καταλήγουσιν ἁμαρτίας, καὶ ἁγιαζομένοις διὰ πίστεως, ἡ ἐν πνεύματι περιτομὴ πραττομένη κατὰ τὴν ὀγδόην, τουτέστι τὴν ἀναστάσιμον ἡμέραν· ἐγήγερται γὰρ οὕτω Χριστός. Ἐπειδὴ δὲ ἀνεβίω, τὸ τοῦ θανάτου καταλύ- σας κράτος, κατεσφράγισεν εὐθὺς τῷ ἁγίῳ Πνεύματι τοὺς ἑαυτοῦ γνωρίμους, καὶ τοῦτό ἐστιν ἡ ἐν πνεύματι περιτομή. Ἐνεφύσησε γὰρ λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ἣ οὐχ οὕτω πράττεσθαι τὴν ὡς ἐν νοήσει περιτομὴν καὶ ὁ Παῦλός φησι; Περιτετμῆσθαι γὰρ δεῖν περιτομῇ ἀχειροποιήτῳ, τουτέστι πνεύματι, διισχυρίσατο τοὺς πεπιστευκότας. Προσθείην δ' ἂν ὅτι, τῶν εἰς ἀνδρείαν τὴν πνευματικὴν, καὶ τοῦ συντρίβειν ἐχθροὺς, καὶ νικᾷν ἐν Χριστῷ τοὺς ἀνθεστηκότας, οὐκ ἂν καταλήξαιμεν εἰκότως, νοητῶς σαββατίζοντες· εἰκόνα δέ σοι παροίσω πάλιν τὸν ἀρχαῖον ἐκεῖνον Ἰησοῦν, ὁμοῦ τοῖς ἐξ Ἰσραὴλ ᾑρηκότα τὴν Ἱεριχὼ κατὰ τὴν ἑβδόμην ἡμέραν, τουτέστιν, ἐν τῷ Σαββάτῳ. {ΠΑΛΛ.} Ἀργίαν οὖν ἄρα τὸ Σάββατον μόνον ἡμῖν, ὡς ἔοικε, τῶν ἐκ φαυλότητος καὶ ἁμαρτιῶν εἰσκομίσειεν ἂν, τόγε ἧκον εἰς ἀλήθειαν, τὴν ὡς ἐν τύποις ἔτι τοῖς ἀρχαιοτέροις μονονουχὶ σκιαγραφουμένην. {ΚΥΡ.} Οὕτω φημί· καθ' ἕτερον δὲ τρόπον, τὸ Χριστοῦ μυστήριον παραδείξειεν ἂν καὶ μάλα σαφῶς. {ΠΑΛΛ.} Τίνα δὴ φής. {ΚΥΡ.} Ἔφη που πάλιν ὁ νόμος· «Ἐὰν δὲ κτήσῃ παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι, τῷ δὲ ἔτει τῷ ἑβδόμῳ ἀπελεύσεται ἐλεύθερος δωρεάν.» Καὶ ἐν μὲν τῇ Ἐξόδῳ ταυτί. Ἐν δὲ τῷ ∆ευτερονομίῳ πάλιν οὕτω φησί· «Ἐὰν δὲ πραθῇ σοι ὁ ἀδελφός σου ὁ Ἑβραῖος, ἢ ἡ Ἑβραία, δουλεύσει σοι ἓξ ἔτη, καὶ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ· ὅταν δὲ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν· ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου, καὶ ἀπὸ τοῦ σίτου καὶ ἀπὸ τῆς κλήρου σου· καθὼς ηὐλόγησέ σε Κύριος ὁ Θεός σου, δώσεις αὐτῷ.» Τὸν μὲν γὰρ ἄλλον ἅπαντα χρόνον, πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, πνεύματι δουλείας ὁ Ἰσραὴλ κατ 68.501 εσφίγγετο, νόμῳ τῷ κολάζοντι καταζευγνύμενος. Ἐπειδὴ δὲ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς (τέθειται δὲ ἡμῖν καὶ τοῦδε τύπος τὸ Σάββατον) ἐπέλαμψεν ὁ Ἐμμανουὴλ, τότε δὴ τὸ μὲν δουλείας ἀφῄρηται πνεῦμα, προσκεκομικότες δὲ ὅλως οὐδὲν εἰς ἀπολύτρωσιν τῷ ∆εσπότῃ, φιλανθρωπίνῳ χάριτι κέκληνται πρὸς ἐλευθερίαν, καὶ εἰς τὴν τῆς υἱοθεσίας δόξαν· δεδικαίωνται γὰρ οἱ πιστεύσαντες οὐκ ἐξ ἔργων νόμου κατὰ τὰς Γραφὰς, ἀλλ' ἐκ πίστεως. Καὶ τοῦτο εἶναί φημι τὸ, «Ἀπελεύσεται ἐλεύθερος δωρεάν.» Ἀλλ', «Ὅταν, φησὶν, ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν· ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου, ἀπὸ τοῦ σίτου σου, καὶ ἀπὸ τῆς ληνοῦ σου.» Ὁρᾷς ἐναργῶς τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν, ἔν γε τουτοισὶ διαλάμπουσαν; λελυτρώμεθα γὰρ, καὶ ἀνῆκεν ἡμᾶς ἐλευθέρους ὁ πάντων ἡμῶν Σωτὴρ, δωρεάν. Οὐ γὰρ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος, κατὰ τὸ γεγραμμένον, τῆς οὕτως ὑπερφυοῦς ἡμερότητος μετεσχήκαμεν· ἀνιεὶς δὲ ἡμᾶς ἐλευθέρους, τουτέστιν, ἀπαλλάξας ἁμαρτιῶν, καὶ τῇ τῆς υἱοθεσίας κατακαλλύνας χάριτι, καλὸν ἡμῖν ἐφόδιον ἑαυτὸν προστέθεικεν, ὡς ἄμωμον ἱερεῖον, καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν δι' ἡμᾶς ἠγμένος, χαρισάμενός τε τὸ μετασχεῖν εὐλογίας τῆς ζωοποιοῦ, τουτέστι, τῆς ἁγίας αὐτοῦ σαρκός τε καὶ αἵματος. Τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐφοδιάζεσθαι δεῖν ἀπὸ τῶν προβάτων, ἀπό τε σίτου καὶ οἴνου, τοὺς ἐν ἑβδόμῳ καιρῷ, τουτέστιν, ἐν τῷ νοητῷ Σαββάτῳ, κεκλημένους εἰς ἐλευθερίαν ἐξ ἡμερότητος τῆς ∆εσποτικῆς· ἀλλὰ ταυτὶ μὲν ὁ νόμος. Ἐπειδὴ δὲ τοῖς Ἰουδαίοις ἀναπεπτωκόσιν εἰς ῥᾳθυμίαν, οὐ λίαν ἐδόκει τηρεῖν τὰ ἐντεταλμένα, κατῃτιᾶτο ὁ Θεὸς τοῦτο δρᾷν ἑλομένους. Γέγραπται γὰρ, ὅτι καὶ «Ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν, λέγων· Οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, λέγων· ∆ιεθέ-μην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐξειλόμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας λέγων· Ὅταν πληρωθῇ ἓξ ἔτη,