De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ὀγδοήκοντα τὸν ἀριθμὸν ἡμέραις ἐν μολυσμοῖς καὶ ἀκαθαρσίαις, τουτέστιν, ἄχρι μορφώσεως ἀκριβοῦς τῶν ἐν μήτρᾳ, καὶ μὴν καὶ ἀφίξεως τῆς εἰς εἶδος τὸ ἀνθρώπινον. Ἐπὶ δέ γε τῷ καθαρισμῷ, κατά γε τὸ τῷ νόμῳ δοκοῦν, ἀμνὸς καὶ τρυγὼν ἐσφάζετο παρὰ τὴν θύραν τῆς ἁγίας σκηνῆς, μεσιτεύοντος ἱερέως καὶ τελοῦντος τὰ ἱερά· περιτέμνεσθαι δὲ δεῖν καὶ τὸ ἄρσεν ἔφη κατὰ τὸ τῷ νόμῳ δοκοῦν, τουτέστι, κατὰ τὴν ὀγδόην. Τοιόσδε μὲν οὖν ὁ τοῦ γράμματος νοῦς. Ἡμεῖς δὲ πρὸς θεωρίαν ἀναθέοντες τὴν πνευματικὴν, φέρε δὴ λέγωμεν τίνα δὴ τρόπον ἡ εἰς φθορὰν ἡμᾶς καὶ ἀκαθαρσίαν τεκοῦσα φύσις διεκρούσατο μολυσμοὺς, καὶ διέδρα τὴν ἀκαθαρσίαν καὶ τὴν ἐκ τοῦ νόμου κατάῤῥησιν· μακροὺς μὲν γὰρ ἤδη διατετέλεκε χρόνους ἐν ἀφορισμῷ, τουτέστιν, ἐκ προσώπου Θεοῦ. Χρόνοι δὲ ἦσαν οἱ πρὸ τῆς ἐπιδημίας, καθ' οὓς βεβασίλευκεν 68.1009 ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως, κατεκράτησε δὲ τῶν ἐπὶ τῆς γῆς ἡ πολύμορφος ἁμαρτία. Ἐπειδὴ δὲ κατὰ τὴν ὀγδόην, τουτέστι, μετὰ τὸν τοῦ νόμου καιρὸν καὶ τὸν ἀρχαῖον ἐκεῖνον Σαββατισμὸν, ἀχειροποιήτῳ περιτομῇ περιτετμήμεθα διὰ Πνεύματος, μεμορφώμεθα δὲ καὶ εἰς Χριστὸν, τῆς θείας αὐτοῦ φύσεως γενόμενοι κοινωνοί· διεκρουσάμεθα δὴ τὰ ἐγκλήματα, κατηφάνισται δὲ καὶ ὁ ῥύπος, καὶ ἅπας ἡμῶν οἴχεται μολυσμός· τικτόμεθα γὰρ οὐκ εἰς φθορὰν ἔτι, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ἀλλ' εἰς ζωήν τε καὶ ἀφθαρσίαν, διὰ τὴν ἐν Χριστῷ δικαίωσιν, τὴν ὑπὲρ ἡμῶν ὑπομείναντος σφαγὴν, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀληθινοῦ, ὡς τρυγόνος θείας καὶ νοητῆς· σεσώσμεθα γὰρ οὐχ ἑτέρως. Ἦ γὰρ οὐχ ὧδε ἔχει; {ΠΑΛΛ.} Παντάπασι μὲν οὖν· σαφὲς γὰρ λίαν τὸ αἴνιγμα.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΕΚΚΑΙ∆ΕΚΑΤΟΣ.
Ὅτι χρὴ προσάγειν ἡμᾶς θυσίας πνευματικὰς καὶ δωροφορίας Θεῷ.
Ἀπόχρη μὲν οὖν, καθάπερ ἐγᾦμαι, τὰ εἰρημένα πρὸς τὸ δεῖν ἰέναι γεννικῶς
εἰς ἀπότριψιν ἁμαρτίας, καὶ εἰς ἀποκάθαρσιν τὴν διὰ Χριστοῦ, πάντα μὲν ῥύπον τὸν ἐν ἡμῖν διασμήχειν οἵου τε, καὶ τῇ τοῦ Πνεύματος ἐνεργείᾳ συντήκοντος, ἐκνενιμμένους δὲ καὶ ἁγίους ἀποφαίνειν εἰδότος. Τοιγάρτοι καὶ ἱερὸς ἡμῖν ὁ λόγος τοιοῦτος, τὴν τοῦ Πνεύματος ἐνέργειαν εἰς ἡμᾶς ἐσομένην προανακεκράγει λέγων· «Ὅτι ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε. Ἰδοὺ ἔρχεται, λέγει Κύριος παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; ὅτι αὐτὸς εἰσπορεύεται, ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων, ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον.» Συνᾴδει δὲ τούτοις καὶ ὁ θεσπέσιος 68.1012 Ἡσαΐας λέγων, ὅτι «Ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως, καὶ ἐν πνεύματι καύσεως.» Ἆρ' οὖν, ὦ Παλλάδιε, τῆς ἐν Χριστῷ νοουμένης δικαιοσύνης ὁ τρόπος διαπεραίνοιτο ἂν πρὸς ἡμῶν, ὡς ἔν γε δὴ μόνῳ τῷ διασμήχεσθαι δεῖν; καὶ τὸ ἀρχαίους ἡμᾶς ἀποτρίψασθαι μολυσμούς; ἀρκέσειεν ἂν, εἰπέ μοι, πρὸς δόξαν ἡμῖν ἁγιοπρεπῆ, καὶ ταῖς ἀνωτάτω στεφανώσει τιμαῖς; ἤγουν, ἔσται πως τὰ καθ' ἡμᾶς ἐν ἀμείνοσι, καὶ τοῖς εἰς ἄκρον ἐπαίνοις κατασεμνυνοῦμεν εἰκότως τὰς ἑαυτῶν κεφαλὰς, οἷάπερ τινὰ δωροφορίαν πνευματικὴν, καὶ ἱερὸν ἀληθῶς ἀνάθημα προσκομίζοντες τῷ Θεῷ, τὴν ἐν ἁγιασμῷ καὶ ὁσιότητι ζωὴν, καὶ πνευματικὴν