De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἔτι γεγονὸς ἐνιαυτῷ, ἢ ὥστε δύνασθαι νοεῖν καὶ ἡμᾶς αὐτοὺς, ὡς ἀπόβλητον μὲν καὶ ἀδόκιμον τὸ ἄναλκί τε καὶ ἀτελὲς εἰς σύνεσιν, ἂ δὴ προσεῖναί φαμεν τοῖς ἔτι μὲν νέοις κομιδῆ, καὶ οὔπω πρὸς ἥβης ἥκουσι μέτρον, ὅ περ ὁ θεῖος οἶδέ τε καὶ ὁρίζει νόμος, τουτέστι τὸ ἔτος τὸ εἰκοστόν· τίμιον δὲ καὶ ἐν ἀριθμῷ καὶ ἐγνωσμένον παρὰ Θεῷ, κατά τε πληθὺν, καὶ γένη καὶ κεφαλὰς, καὶ ὀνομαστὶ, τὸ ἐν ἀκμαῖς τε καὶ ἄρσεν. Ἀνδριζομένοις γὰρ οὕτω, καὶ εἰς τοῦτο προήκουσι διανοίας μέτρον, τοῖς ἁγίοις ἀποστόλοις εἴρηται διὰ Χριστοῦ, ποτὲ μὲν, ὅτι, «Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑποτάσσεται ὑμῖν, χαίρετε δὲ μᾶλλον ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς·» ποτὲ δὲ πάλιν· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν, ἄνευ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς; Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσίν.» Τὸ ἀκριβὲς οἶμαί που τῆς ἐπ' αὐτοῖς φροντίδος, τοῦ αὐτὰς εἰπεῖν ἀπαριθμεῖσθαι τὰς τρίχας καταδηλοῦντος εὖ μάλα. Οὐκοῦν ἐν βιβλίῳ Θεοῦ τὸ ἐν ἀκμαῖς τε καὶ ἄρσεν. Ἐπράττετο δὲ τὰ τῆς ἀπογραφῆς, διά τε Μωσέως καὶ Ἀαρὼν, ἵνα δι' ἀμφοῖν τὸν ἕνα νοῶμεν Χριστὸν, ὡς ἐν Μωσῇ, νομοθέτην, ὡς ἐν Ἀαρὼν, ἀρχιερέα. Γέγονε γὰρ ἐφ' ἡμᾶς νομοθέτης τε ἅμα, καὶ ὅσιος καὶ ἄκακος ἀρχιερεὺς, καὶ διὰ τῆς αὐτοῦ μεσιτείας, τῶν ἀνδριζομένων καὶ ἐκπρεπεστέρων εἰς ἀρετὴν, ἐν θείαις βίβλοις ἀπογραφή. Προσεφώνει δὲ τούτοις καὶ σοφὸς Ἰωάννης λέγων· «Γράφω ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ νενικήκατε τὸν πονηρόν.» Οὐκοῦν εἶεν ἂν οὗτοι, περὶ ὧν ἔφαμεν ἀρτίως· ὅτι «Πᾶν ἄρσεν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ἰσραήλ·» οὓς ὅτι ποιεῖται διὰ φειδοῦς, καὶ φροντίδος ἀξιοῖ, φιλάρετος ὢν ὁ δημιουργὸς, κατίδοις, ὦ Παλλάδιε, καὶ διὰ τῶν ἐφεξῆς γεγραμμένων. Ἔφη γὰρ πάλιν τοῖς ἀμφὶ Μωσέα καὶ Ἀαρὼν, δῆλον δὲ ὅτι Θεὸς, «Καὶ μεθ' ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἄρχοντος, κατ' οἴκους πατριῶν ἔσονται, καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἵτινες παραστήσονται μεθ' ὑμῶν.» Φυλὴ γὰρ ἑκάστη τὸν εὐκλεέστερον καὶ μαχιμώτατον ἐφίστησιν ἡγεμόνα, καὶ προασπιστὴν, καὶ βουλῆς ἐξάρχοντα, καὶ τῶν πρακτέων εἰσηγητὴν, ὧν ἂν εἶεν εἰς τύπον, οἱ τοῖς ἀπολέκτοις καὶ ἐν βίβλῳ ζωῆς κειμένοις, ἐφεστηκότες ἄγγελοι. Γέγραπται γὰρ περὶ παντὸς δικαίου· «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Ὅτι δὲ ἀγγελικαῖς ἐπικουρίαις διασεσώσμεθα κατὰ βούλησιν Θεοῦ, πανταχόθεν ἂν γένοιτο σαφὲς, καὶ 68.313 περιττὸν οἶμαι συλλέγειν εἰς τὸ παρὸν, τὰς δείξεις· καίτοι τοῖς ἐθέλουσι μετὸν καὶ λίαν εὐκόλως εἴπερ ἕλοιντο τοῦτο δρᾷν. {ΠΑΛΛ.} Οὐκοῦν ὡς ἐν τύπῳ τῷ κατὰ Μωσέα καὶ Ἀαρὼν διὰ Χριστοῦ γένοιτ' ἂν τῶν ἀνδριζομένων ἡ ἀπογραφή. {ΚΥΡ.} Οὕτω φημί· ἀποφέρει γὰρ ἡμᾶς εἰς τὸν ἐπὶ τῷδε λόγον, οὐκ ἀπίθανον ἔχον τὴν ὑποψίαν τὸ παρὰ τῷ μακαρίῳ ∆ανιήλ. {ΠΑΛΛ.} Τὸ ποῖον τί φής; {ΚΥΡ.} Τεθέαται μὲν γὰρ, ὡς ἐν ἡλικίᾳ τῇ πρεσβυτικῇ τὸν Πατέρα, λευκῇ μὲν πολιᾷ κατεστεμμένον, ἐνδύμασι δὲ τοῖς ἐν εἴδει χιόνος ἐκπρεπῆ, ἔφη δὲ ὅτι «Καὶ βίβλοι ἠνεῴχθησαν, καὶ κριτήριον ἐκάθισε, καὶ εἶδον. Καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία.» Ὅτε γὰρ ἐν εἴδει τῷ καθ' ἡμᾶς γέγονεν ὁ Μονογενὴς, τότε καὶ βίβλους ἠνέῳξεν ὁ Πατὴρ, καὶ ἀνῆκε μὲν τοῦ κρίνεσθαι τοὺς ἐνόχους ἁμαρτίαις· ἐφῆκε δὲ τοῖς ἀνδριζομένοις τὸ ἐγγράφεσθαί τε καὶ ἐναριθμεῖσθαι λοιπὸν τοῖς ἄνω χοροῖς, καὶ ἐν μνήμῃ κεῖσθαι Θεοῦ. Ἀκούω δὲ ψάλλοντος τοῦ μακαρίου ∆αβὶδ περὶ τῶν εἰς Χριστὸν πεπαρῳνηκότων· «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων οὐ γραφήτωσαν.» Πεπτώκασι μὲν γὰρ ἐξ ἀσθενοῦς λογισμοῦ καὶ τῆς εἰς Χριστὸν πολιτείας ἐξ ἀνανδρίας ἡμαρτηκότες, οἱ χρηστῷ τε καὶ φιλανθρώπῳ νεύματι τοῦ Θεοῦ καὶ Πατρὸς ἐκτετιμημένοι· κέκληνται μὲν γὰρ εἰς τοὺς γάμους, μαλακῶς δὲ καὶ παρειμένως τοῖς ἁγίοις δειπνοκλήτορσιν ἀπεκρίναντο, λέγοντες· ὁ μὲν, ὅτι ἀγρὸν