De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
λίαν ἀνάντη τὴν προσβολὴν ἔχον, κἂν εἰ ἐν ψιλαῖς ἐννοίαις αὐτὴν περινοεῖν ἕλοιτό τις· φράσω γε μὴν, ὡς ἔνι, καὶ ὡς ἂν εἰς νοῦν ἴοι τὸν ἐμόν. Ἐρήσομαι δὲ, καί μοι λέγε· Τοῖς καταδῃοῦν εἰωθόσι πόλεις τε καὶ χώρας, τίνες ἂν εἶεν ἁλώσιμοι, καὶ οὐ σὺν ἱδρῶτι μακρῷ; πότερα δὴ φὴς, οἱ τειχῶν ἔσω καὶ πόλεων τῶν εὐπυργοτάτων, ἢ μᾶλλον οἱ ἐν ἀγροῖς; {ΠΑΛΛ.} Καὶ τίνι τοῦτο ἀσυμφανές; εὐαλωτότατοι γὰρ οἱ ἐν ἀτειχίστοις ἀγροῖς. {ΚΥΡ.} Ὀρθῶς ἔφης· οἴει δὲ δὴ τίνας ἄμεινόν τε καὶ ἐπιεικέστατα διαζῇν, ἀστικοὺς ἄρα καὶ τοὺς ἐν εἰδήσει νόμων, ἤγουν τοὺς ἐν κώμαις ἀγροικότερον ἀνατεθραμμένους; Οὐκοῦν ἀσθενέστερον μὲν οἱ ἐν ἀγροῖς προστήσονται τῆς ἑαυτῶν σωτηρίας, οἱ δὲ πόλεων εἴσω πεπυργωμένων, βουλεύσονται δὴ τὰ ἀμείνω, καὶ λογιοῦνται συννόμως τὰ σφίσιν αὐτοῖς ἀναγκαῖα πρὸς ὄνησιν, καὶ ᾖ βουλῆς καὶ σκεμμάτων καιρός. {ΠΑΛΛ.} Ἀληθές· εἰ καὶ πεπόνθασι μὲν τὸ ἡττᾶσθαι τυχόν. {ΚΥΡ.} Καὶ μὴν καὶ ἁλῶναι τοῖς ἐν ἀγρῷ, καὶ βουλῆς ἡμαρτηκόσι τῆς ἀρίστης ἔσθ' ὅτε συγγνοίη τις ἄν· ἀτείχιστοι γὰρ καὶ τῶν ἐν ταῖς πόλεσιν ἀβουλότεροι. Τούς γε μὴν ἑτέρους, ἐπαιτιῷτό τις ἂν, καὶ μάλα εἰκότως οἶμαι, εἰ μετὰ τὸ ἀμύνασθαι τοὺς ἐχθροὺς καὶ διασώσασθαι τὰ οἰκεῖα, ταῖς τῶν ἀνθεστηκότων προσβολαῖς, προὔδοσαν μὲν ἑκόντες αὐτοὶ, κακανδρίᾳ δὲ τῇ σφῶν προηττημένοι, γεγόνασιν ὑπὸ χεῖρα τῶν ἀνθεστηκότων. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Θέα δὴ οὖν Ἰουδαίους μὲν, τὴν ἁγίαν οἰκοῦντας πόλιν, περὶ ἧς φησιν ὁ τῶν ὅλων Θεός· «Καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κύκλωθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.» Καὶ μέντοι πρὸς τόδε καὶ νόμῳ σεσοφωμένους. Τοιγάρτοι καὶ ἔφασκεν· «Μακάριοί ἐσμεν οἱ υἱοὶ Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστιν.» Ἆρ' οὖν, οὐχὶ δυσεμβατωτάτους κομιδῇ τοὺς τοιούτους εἶναι φὴς ταῖς τῶν δαιμονίων ἐπαγωγαῖς, εἴπερ ἕλοιντο βιοῦν ὀρθῶς, καὶ τοῖς θείοις ὑποφέρεσθαι νόμοις; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Αἱ δὲ τῶν ἐθνῶν ἀγέλαι, φρένα μὲν ἔχουσαι τὴν ἀγροικοτέραν καὶ εὐπάροιστον, παντελῶς εἶεν ἂν εἰκότως οὐ σὺν ἱδρῶτι ληπταὶ, τῷ διαρπάζοντι Σατανᾷ, γυμναὶ μὲν ἐπικουρίας τῆς ἄνωθεν, ἥκιστα δὲ τὸν παιδαγωγὸν καταπλουτοῦσαι νόμον. {ΠΑΛΛ.} Ἔοικεν. {ΚΥΡ.} Οὐκοῦν Ἰουδαῖοι μὲν, οἱ πόλιν οἰκοῦντες 68.872 τετειχισμένην, καὶ ταῖς ἄνωθεν ἐπικουρίαις διεζωσμένην, καὶ φρένας ἔχοντες ἀστικὰς, καὶ τὸ τῷ Θεῷ δοκοῦν οὐκ ἠγνοηκότες, εἶτα τοῦ πρέποντος ἀλογήσαντες, τὸν σφίσιν αὐτοῖς ἀπονεμηθέντα κλῆρον ἀποβεβληκότες ἐκ ῥᾳθυμίας, καὶ τῆς ἄγαν ἐλπίδος ἐκπεπτωκότες, εἰ μὴ ἐκνήψειαν ἂν ἐκ μέθης αὐτῶν, κατὰ τὸ γεγραμμένον, καὶ ἀνακομίσαιντο τὰ οἰκεῖα, τοῦ τῆς λυτρώσεως ἐνεστηκότος ἐνιαυτοῦ, τοῦτ' ἔστι, τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἀπομενοῦσι λοιπὸν, καὶ διηνεκῶς ὑποκείσονται τῷ πριαμένῳ, τοῦτ' ἔστι τῷ Σατανᾷ. «Ἰδοὺ γὰρ, φησὶ, ταῖς ἀνομίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἁμαρτίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν.» Ἀνεπικούρητος δὲ παντελῶς ἡ τῶν ἐθνῶν οὖσα πληθὺς, καὶ τὴν ἄγροικόν τε καὶ ἀμαθῆ νοσοῦσα φρένα, ταύτῃτοι καὶ ἐξωσμένη πρὸς τὴν ὑφ' ἑτέροις δουλείαν, λυτρωτὴ διὰ παντός ἐστιν, ἐποικτείροντος τοῦ Θεοῦ· ἀναλήψεται γὰρ τὸν ἴδιον κλῆρον κεκλημένη πρὸς ἐλευθερίαν, ἐν τῷ ἔτει τῆς ἀφέσεως, ὅτε πᾶσαν τὴν ὑφ' ἡλίῳ τῆς τῶν δαιμονίων πλεονεξίας ἀνῆκε Χριστὸς, καὶ τῶν τῆς ἁμαρτίας ἐξείλετο βρόχων, καὶ δεδικαίωκεν ἐν πίστει, καὶ ἡγίακεν ἐν πνεύματι, καταργήσας τῷ ἰδίῳ σταυρῷ τὸ καθ' ἡμῶν χειρόγραφον, ἀνεκποίητα δὲ τὰ Λευϊτικά· τετήρηται γὰρ ἀσφαλῶς τοῖς ἁγίοις ὁ κλῆρος, καὶ ἐρηρεισμένην ἔχουσι τὴν ἐλπίδα. Καὶ γοῦν ἐπὶ τῇ φιλομαθεστάτῃ Μαριὰμ ἔφη που Χριστὸς, ὅτι τὴν καλὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς. Πλὴν μικροῦ καὶ μεγάλου ἱερέως καὶ λαοῦ, καὶ πάντων τῶν ἁπαξαπλῶς ἡ λύτρωσις ἐν Χριστῷ καὶ τὸ τῆς ἐλπίδος ἀσφαλές. {ΠΑΛΛ.} Ἀπεμπωλήσει δὴ οὖν τὸν ἴδιον κλῆρον ὁ Ἰσραὴλ, τῆς λυτρώσεως τὸν ἐνιαυτὸν οὐκ ἐπεγνωκώς· ἔσται γε μὴν ἐν καθέξει τῆς ἐλπίδος τὰ ἔθνη, καὶ τῶν τῆς φύσεως ἀγαθῶν ἐπανάληψις ἔσται διὰ Χριστοῦ. {ΚΥΡ.} Οὕτω