De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
φημί· κατασφραγιεῖ δὲ τὸν λόγον ἡμῶν εἰς τὸ ἀληθὲς, ὁ τῶν ὅλων Θεὸς καὶ καθ' ἕτερον τοῦτο σημαίνων τρόπον, διὰ φωνῆς Ἰεζεχιὴλ, ἐν τῇ τοῦ οἴκου διαμετρήσει· «Τάδε λέγει Κύριος· Ἐὰν δῷ ὁ ἀφηγούμενος δόμα ἑνὶ ἐκ τῶν υἱῶν αὐτοῦ, ἐκ τῆς κληρονομίας αὐτοῦ, τοῦτο τοῖς υἱοῖς αὐτοῦ ἔσται· ἢ ἑνὶ τῶν παίδων αὐτοῦ, καὶ ἔσται αὐτῷ ἕως τοῦ ἔτους τῆς ἀφέσεως. Καὶ ἀποδώσει τῷ ἀφηγουμένῳ, πλὴν τῆς κληρονομίας τῶν υἱῶν αὐτοῦ αὐτοῖς ἔσται, καὶ οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος ἐκ τῆς κληρονομίας τοῦ λαοῦ αὐτοῦ καταδυναστεῦσαι αὐτοὺς ἐκ τῆς κατασχέσεως αὐτοῦ, ἀπὸ κληρονομίας αὐτοῦ κατακληρονομῆσαι τοῖς υἱοῖς αὐτοῦ, ὅπως μὴ διασκορπίζηται ὁ λαός μου, ἕκαστος ἀπὸ κατασχέσεως αὐτοῦ.» Ἆρά σοι σαφὲς τὸ χρησμῴδημα, καὶ ψιλὸς ὁρᾶται τῆς ἱστορίας ὁ νοῦς; {ΠΑΛΛ.} Οὐδαμῶς· ἀναμάθοιμι δ' ἂν ὡς ἥδιστά γε. {ΚΥΡ.} Ἡγούμενον, ὦ Παλλάδιε, τὸν ἀρχιερέα καλεῖ, τὸν καθηγεῖσθαι λαχόντα τῶν ὑπὸ χεῖρα λαῶν. Οὐκοῦν ἐπειδήπερ ἐπιτήδειοι καὶ ἐξαίρετοι τοῖς ἁγίοις 68.873 ἱερουργοῖς ἐκνενέμηνται κλῆροι, καὶ τούτους αὐτοῖς ἐσαεὶ διασώζεσθαι καὶ ἀναποβλήτους εἶναι προστέταχεν, ἀναγκαίως ἐκεῖνο δηλοῖ. Εἰ γὰρ γένοιτο, φησὶν, ἕνα τῶν ἡγουμένων ἤτοι τῶν ἱερουργῶν, τοῖς ἰδίοις διανεῖμαι τέκνοις ἐξ ἰδίου κλήρου τινὰ, πεπήχθω, φησὶ, τὸ δοθὲν, καὶ ἀνεκποίητον ἔστω τῷ λαβόντι τὸ δῶρον. Οἴχεται γὰρ οὐκ ἐπί τινα τῶν ἀλλογενῶν ὁ κλῆρος, ἀλλ' ἐξ ἱερέων εἰς ἱερούς. Εἰ δὲ δὴ καὶ ἑνὶ τῶν οἰκετῶν χαρίσαιτο, κεκτήσεται, φησὶν, οὐ βεβαίως ὁ λαβὼν, ἀναδραμεῖται δὲ πάντως ἐπὶ τὸν ἡγούμενον, ἐν τῷ ἔτει τῆς ἀφέσεως, ὁ κλῆρος αὐτοῦ. Προσεπιτάττει γε μὴν ἀποσείεσθαι τὸν ἱερουργὸν τοῦ τῶν ἀλλοτρίων ἐφίεσθαι κλήρου, τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος ἐκ τῆς κληρονομίας τοῦ λαοῦ αὐτοῦ. Ἆρά σοι γέγονεν ἀποχρῶν ὁ λόγος εἰς τὴν τοῦ πράγματος διασάφησιν; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Ἴτω δὴ οὖν εἰς βάσανον τὴν πνευματικήν· τύποι γὰρ δὴ τὰ ἐν νόμῳ, καὶ τῆς ἀληθείας ἡ μόρφωσις ἐγκεχάρακται ταῖς σκιαῖς. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Οὐκοῦν κλῆροι μὲν ἀσφαλεῖς καὶ μένοντες, οἱ ἐκ πατέρων εἰς τέκνα, ἀπόβλητοι δὲ καὶ ἀνόπιν ἰόντες, οἱ ἐκ δεσποτῶν εἰς τοὺς οἰκέτας· τοῦτο γὰρ ἔφη τὸ Γράμμα τὸ ἱερόν. {ΠΑΛΛ.} Συνίημι. {ΚΥΡ.} Εἷς δὲ ἡμῶν τῶν ἐν πίστει δεδικαιωμένων καθηγητὴς, ὁ Χριστὸς, κλῆρον ἔχων ἴδιον, τὸν τοῦ Θεοῦ καὶ Πατρός. Τοιγάρτοι καὶ ἔφασκεν, ὅταν πρὸς αὐτὸν ἐποιεῖτο τοὺς λόγους ὡς ἐν σχήματι προσευχῆς, ὅτι «Πάντα τὰ ἐμὰ, σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Μελῳδὸς, ὅτι ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα τοῖς ἀνθρώποις· οὓς μὲν γὰρ ἔθετο ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, καὶ ᾧ μὲν δέδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, καὶ τὰ τούτοις ἀδελφά. Καὶ ἁπαξαπλῶς τοῖς ἰδίοις ἀγαθοῖς τὰς τῶν ἀγαπώντων αὐτὸν καταπιαίνει ψυχάς. Βεβαία δὴ οὖν καὶ ἐρηρεισμένη τοῖς ἱερουργοῖς τε καὶ ἐλευθέροις τῶν δεδωρημένων ἡ κτῆσις. Τοῖς δὲ τὸ δοῦλον ἔχουσι πνεῦμα, τοῦτ' ἔστι, τοῖς ἐξ Ἰσραὴλ, τὴν ἐλευθέραν πίστιν οὐ προσιεμένοις, ἀλλ' ὑπὸ ζυγὰ κειμένοις ἔτι τῆς βεβήλου καὶ βδελυρᾶς ἁμαρτίας, ἀπόβλητος καὶ ἀφαιρετὴ καὶ ἡ δοθεῖσα χάρις διὰ Μωσέως, τοῦτ' ἔστιν ἡ ἐν νόμῳ γνῶσις, παιδαγωγοῦσα πρὸς ἀλήθειαν. Καὶ κλῆρος μὲν ὅλως μετὰ τῶν ἁγίων οὐδεὶς, μερὶς δὲ οὐδεμία μετὰ Χριστοῦ. «Τῷ γὰρ ἔχοντι,» φησὶ, «δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐτοῦ.» Ὅτι δὲ ἀπόκληρος ὁ Ἰσραὴλ τὴν πίστιν οὐ προσηκάμενος, οὐδὲ τοῖς εἰς ἐλευθερίαν ἀξιώμασιν ἐκλελαμπρυσμένος, διαμεμήνυκεν ὁ Σωτὴρ, τὴν τοῦδε τοῦ νόμου, καθάπερ ἐγῷμαι, δύναμιν παρακομίζων εἰς μέσον. Ἔφη γὰρ ὧδε τοῖς ἀπειθεῖν ἑλομένοις· 68.876 «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας, ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. Ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. Ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ἐλεύθεροι ὄντως ἔσεσθε.» Ἄθρει δὴ οὖν ὅτι τὸ χρῆναι κληρονομεῖν. ἐλευθέροις ἂν πρέποι, καὶ οὐχὶ δὴ μᾶλλον τοῖς ὑπὸ ζυγὰ