De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
Εἱμαρμένην τοῖς ἀρχαιοτέροις αἰτιᾶσθαι δοκεῖ, ὡς ἐξωθοῦσαν ἡμᾶς σὺν βίᾳ τῆς ἐγνωσμένης ὀρθότητος, καὶ ὧν ἂν μάθοιμεν εἶναι χρηστῶν; ∆ιέφθαρται γὰρ ὁ βίος τῶν ἐπὶ τῆς γῆς, φησὶν, οὐ κατὰ γνώμης φύσιν, τουτέστιν, οὐχ ὅτι πονηρὰν ἔχουσι κατὰ φύσιν τὴν γνώμην· ἀλλ' ὅτι μὴ ἐκπονεῖν ἐθέλουσι τὰ ἐγνωσμένα χρηστά. Καὶ τίς ἡ τοῦδε πρόφασις· Ἢ γὰρ ὄκνος, φησὶν, ἐπέδησε πρὸς ἀργίαν, ἤ τις τῶν κατὰ τὸν βίον ἡδονῶν ἀντεισδραμοῦσα, φησὶ, καὶ τοῦ συμφέροντος ἀντανίσχουσα, τῆς τῶν ἀναγκαίων ἀπεκόμιζε θήρας, καὶ ἀπεβουκόλησε τὸν νοῦν, λειοτέραν ἀποφαίνουσα τὴν εἰς ῥᾳθυμίαν ὁδόν. Μυρία δὲ ἂν τούτοις ἐπεσωρεύσαμεν τῶν παρ' αὐτοῖς, καὶ ῥᾷστά γε δή. Τὸ δὲ ἀποχρῶν, ὅτι τοῖς ἀκροωμένοις ἡδὺ, τίς ἂν ἐνδοιάσαι; τοιγάρτοι καὶ διωσόμεθα τοῦ λόγου τὸν ὄχλον. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. Ἀλλ' εἰ βούλει, φασὶ, ταῦτα δὴ μέθες. ∆ιανοοῦ δὲ ὅπως ἀπολογήσῃ σοφῶς, εἴπερ ἔροιντό τινες, τίς ἂν νοοῖτο τυχὸν ὁ λόγος τῆς ἐν ἡμῖν ἀνισότητος, καὶ τοῦ ἄνω τε καὶ κάτω παρ' ἀξίαν ἔσθ' ὅτε. Εὐημεροῦντα μὲν γὰρ καὶ πλουτοῦντα τὸν πονηρὸν καταθεῷτό τις ἂν, ἔν γε τοῖς ἐναντίοις γεγονότα πολλάκις τὸν ἐπιεικῆ, καὶ τῶν εἰς λῆξιν ἡκόντων ἐπαίνων ἔμπλεω. {ΚΥΡ.} ∆υσέποπτον ἀληθῶς καὶ δυσέφικτον κομιδῆ τὸ χρῆμά ἐστιν, ὦ Παλλάδιε, καὶ τὸ ταυτὶ δὴ βούλεσθαι πολυπραγμονεῖν φαίην ἂν ἔγωγε τῶν τῆς ἀνθρωπότητος μέτρων ἐπέκεινά τε καὶ ἀνωτάτω. Θείοις γὰρ κρίμασι παραχωρεῖν ἀναγκαῖον· καὶ εἴπερ ἑλοίμεθα φρονεῖν ὀρθῶς, μόνῳ δὴ, μόνῳ τῷ ὑπερτάτῳ καὶ ἀκηράτῳ νῷ τῆς οἰκονομίας τὴν γνῶσιν ἀνάπτοντες, πρὸς τὰ ἐν χερσὶ βαδιούμεθα, ἃ καὶ σὺν βίᾳ μόλις πρὸς ἡμῶν εὑρίσκεται, κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ οἶμαι δεῖν κατὰ τὸ ἐγχωροῦν ἐπαμύνειν ἡμᾶς τῷ λόγῳ, φέρε καὶ ἡμεῖς ἐπ' ἐκεῖνο ἴωμεν. Ἕωλον ἀρτίως τῶν ἀθέων τὴν δόξαν ἀπηλέγχομεν, οὐκ ἐξαγωνίοις χρώμενοι λογισμοῖς, ἀλλ' ἐξ ἀναγκαίων ἐννοιῶν ἀποφαίνοντες, ὅτι τῆς ἀνθρώπου διανοίας οὐ γένεσις ἔχει τοὺς οἴακας, ἀλλ' οὐδ' Εἱμαρμένης ἡμῖν σκληρός τε καὶ δυσδιάφυκτος ἐπέῤῥιπται ζυγὸς, ἀλλ' ὅτι κυρία τῶν ἐν αἱρέσει πρακτέων ἡ ἑκάστου γνώμη, καὶ ἐφ' ἡμῖν αὐτοῖς τὸ ἑλέσθαι δρᾷν τὸ δοκοῦν, εἴτ' ἀγαθὸν, εἴτε φαῦλον. Καταλογισαίμην γὰρ ἔγωγε τῆς εὐημερίας 68.457 τοὺς τρόπους κατά γε τὸ τοῖς ἱεροῖς Γράμμασιν εὖ 68.457 ἔχειν ὑπειλημμένον, οὐκ ἐν οἷς τὸ βδελυρὸν καὶ γήϊνον δὴ τουτὶ σπαταλᾷ σαρκίον, ἀλλ' ἐφ' οἷς ἂν γένοιτο τῆς αἰωνίου ζωῆς μεταλαχεῖν δύνασθαι τὴν ὑπὲρ σῶμα ψυχήν· εἶεν δ' ἂν, οἶμαι, ταυτὶ, τὰ εἰς ἀρετὴν σπουδάσματα, καὶ ἡ ἐν πίστει τε καὶ ἔργοις λαμπρότης. Εἰ μὲν οὖν οὐ μέτεστι τοῖς ἐθέλουσι σωφρονεῖν, κἂν εἰ φαῦλοί τινες εἶεν, εἴτ' οὖν ἀγαθοὶ τοὺς τρόπους, ἡκόντων εἰς μέσον οἱ διελέγξοντες. Εἰ δὲ ἐν αἱρέσει κειμένου τοῦ κατορθοῦν ἐλευθέρως, ἃ ἂν βούλοιτό τις, καὶ ἐνὸν ἅπασι μετ' ἐξουσίας τὸ εὐημερεῖν ἑλέσθαι πνευματικῶς, καὶ τῆς ἄνωθεν εὐκλείας ἐν ἴσῳ μεταλαχεῖν, πλεονεκτοῦσί τινες, ἢ ἐν πλούτῳ τὰς ὑπεροχὰς, ἢ ἐν δοξαρίοις ἔχοντες κοσμικοῖς, μὴ τοῦτο ἡμᾶς πρὸς ἀθέους τινὰς καὶ τῆς ἀληθοῦς γνώσεως ἐκμεμοχλευμένας ἀποκομιζέτω δόξας, ὡς οἴεσθαι τοῖς καθ' ἡμᾶς, Εἱμαρμένης καὶ Τύχης ἐπιτεθεῖσθαι ζυγόν. Ἀλλὰ γραφέσθω μέν τις, εἰ βούλεται, τῶν ἐν πλούτῳ τὰς πλεονεξίας ἴδιον ὥσπερ πεποιημένων ἀγαθὸν, τὸ πᾶσι κοινὸν, εἰ λόγος ἀπῆν ὁ πλεονεξίας. Πολυπραγμονείτω δὲ μᾶλλον τοῦ πεποιηκότος τὴν βούλησιν· ἐν ἴσῃ γὰρ τάξει τὰ καθ' ἡμᾶς οἰκονομεῖσθαί τε καὶ ὁρᾶσθαι θέλων, πλουσίοις μὲν παραγγέλλει τὸν συναχθέντα πλοῦτον ἀπεμπολᾷν, καὶ ταῖς τῶν πτωχευομένων διανέμειν χρείαις, δόξης δὲ καὶ ὑπεροχῆς οὐκ ἐφίησιν ἐρᾷν. Ὅτι δὲ τὴν ἰσότητα τοῖς ἐπὶ γῆς βραβεύει Θεὸς, χαλεπὸν οὐδὲν συνιδεῖν καὶ ἐξ αὐτῆς ἡμᾶς τῆς τοῦ σώματος κατασκευῆς. Οὐ γὰρ οἶδεν ἡ φύσις, τὸν ἐν πενίᾳ καὶ πλούτῳ, τὸν δυσγενῆ καὶ λαμπρὸν, τὸν εὐγενῆ καὶ κατεῤῥιμμένον, καὶ τὸν ἐν δόξῃ τῇ κατὰ τόνδε τὸν βίον· ἀλλ' ἴση διὰ πάντων ἀπροσωπολήπτως ἔρχεται, τοῖς αὐτοῖς ἀποτελοῦσα μορίοις ἕκαστον εἰς τὸ ἀρτίως ἔχον σχῆμά τε καὶ κάλλος· καὶ μία μὲν ὁδὸς ἡ πάντων εἰς γένεσιν, μία δὲ ζωῆς ἀπόθεσις, οὐ τὸν μὲν ἀνιεῖσα βρόχων, τὸν δὲ εἴσω ποιουμένη