De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
τοῦτό φησιν ὁ νόμος ὡς ἐν παραδείγματος τρόπῳ, καὶ ἐναργοῦς εἰκόνος· «Ἐὰν δὲ κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα, καὶ ἀποθάνῃ, λίθοις λιθοβοληθήσεται ὁ ταῦρος, καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ, ὁ δὲ κύριος τοῦ ταύρου ἀθῶος ἔσται· ἐὰν δὲ ὁ ταῦρος κερατιστὴς ᾖ πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης, καὶ διαμαρτύρωνται τῷ κυρίῳ αὐτοῦ, καὶ μὴ ἀφανίσῃ αὐτὸν, ἀνέλῃ δὲ ἄνδρα ἢ γυναῖκα, ὁ ταῦρος λιθοβοληθήσεται, καὶ ὁ κύριος αὐτοῦ προσαποθανεῖται· ἐὰν δὲ λύτρα ἐπιβληθῇ αὐτῷ, δώσει λύτρα τῆς ψυχῆς αὐτοῦ, ὅσα ἐὰν ἐπιβάλωσιν αὐτῷ. Ἐὰν δὲ υἱὸν ἢ θυγατέρα κερατίσῃ ὁ ταῦρος, κατὰ τὸ δικαίωμα τοῦτο ποιήσουσιν αὐτῷ. Ἐὰν δὲ παῖδα κερατίσῃ ἢ παιδίσκην, ἀργυρίου τριάκοντα δίδραχμα δώσει τῷ κυρίῳ αὐτῶν, καὶ ὁ ταῦρος λιθοβοληθήσεται.» Ἆρά σοι σαφὲς τὸ χρησμῴδημα; {ΠΑΛΛ.} Οὐ σφόδρα. {ΚΥΡ.} Ἄθρει δὴ οὖν ὅ φημι, καὶ πρό γε τῶν ἄλλων εἰς νοῦν ἔχε τὸν ἱερώτατον Παῦλον, ὡδὶ γεγραφότα· «Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Ἢ δι' ἡμᾶς πάντως λέγει;» Ταύρῳ δὴ οὖν παρεικάζει τὸν ὑβριστήν τε καὶ ἀλαζόνα, καὶ πλεονεκτεῖν ἰσχύοντα. Γαῦρον γὰρ ἀεί πώς ἐστι καὶ ἀγέρωχον τὸ ζῶον, καὶ πάνδεινον εἰς ἀλκὴν, καὶ δύσοιστον ἔχει τὴν ἔφοδον. Τὸν δὴ τοιοῦτον, εἰ γένοιτο, φησὶν, οἰκεῖος, καὶ οἱονεί πως κατεζευγμένος τῶν ὁσιουργεῖν ᾑρημένων τινὶ, παραλύσειέ τε, μᾶλλον δὲ καὶ ἀνέλοι τινὰ, καταχωννὺς τάχα που ταῖς πλεονεξίαις, ἀποτιννῦναι δίκην τὴν ἐπ' αὐτῷ θανάτῳ προστέταχε· χρῆναι ἔφη λιθόλευστον τελευτᾷν. Ὑποκλέπτει δὲ 68.528 τῆς ὀργῆς τὸν κεκτημένον, εἰ μὴ τῆς πλεονεξίας εἰδείη τὸν τρόπον, μηδὲ τῆς ἐκείνου φαυλότητος ἁλίσκοιτο κοινωνός· οὐ γὰρ ἡμῶν ἐγκλήματα τὰ ἑτέρων, εἰ λαθραῖα γένοιτο τυχόν. Ἐσθίειν δ' οὐκ ἐᾷ τοῦ ταύρου τὰ κρέα, τό τοι μὴ χρῆναι μεταλαχεῖν τῆς ἑτέρων ἀκαθαρσίας, ὡς ἐν τύπῳ τῷ κατὰ τὴν βρῶσιν καὶ τὴν οἱονεὶ μέθεξιν ὑποτυπῶν· ἆρ' οὐχὶ τοῦτό ἐστιν ἐναργῶς, τὸ, «Σεαυτὸν ἁγνὸν τήρει, καὶ μὴ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις;» {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Συγκαταδικάζεσθαι δὲ τῷ μόσχῳ δεδικαίωκε τὸν δεσπότην, εἴπερ εἰδείη τὸ πλημμεληθὲν, καὶ μαθὼν ἐλέγχοιτο τὴν πλεονεξίαν· τὸ γὰρ ἀπείργειν δύνασθαι τῆς ἀδικίας τοὺς τρόπους, καὶ κατακωλύειν εὖ μάλα τὸ πλημμελὲς, εἶτα τοῦτο δρᾷν οὐκ ἀνέχεσθαι, καὶ λίαν ἐσπουδασμένως, μονονουχὶ καὶ συνειργασμένον ἀποφαίνει τὸν ἄνθρωπον, καὶ ὅσον ἧκεν εἰς θέλησιν καὶ ταυτοβουλίαν τοῖς ἐθέλουσιν ἀνοσιουργεῖν καὶ συνεκπονεῖν ᾑρημένον. Τεθνάτω δὴ οὖν ὁ τοιόσδε, φησὶν, πλὴν εἰ μὴ λύτρα καὶ τὰς ἔν γε τούτοις ζημίας ἐπιθεῖεν οἱ κριταί. Βλέπει δὲ ὁ νόμος πρὸς τὸ χρηστὸν, καὶ συνθέλησιν τὴν εἰς ἁμαρτίαν, καὶ ὡς ἐν ψιλῇ συναινέσει συνδρομήν. «Κολάζει γὰρ μετριώτερον, εἴπερ ἕλοιντο, φησὶν, οἱ κριταί.» Καὶ δέχου τὸν τύπον εἰς ἀλήθειαν· κατακρίνει μὲν γὰρ θανάτῳ τὰ παγχάλεπα τῶν πλημμελημάτων ὁ πάντων κριτὴς, πλὴν προσίεται τοὺς ἡμαρτηκότας, καὶ λύτρα προσφέροντας, τὰ τῆς ἁμαρτίας λυτικὰ, τὸ ἐκ μετανοίας δάκρυον, τὸν ἐπὶ ταῖς μεταγνώσεσι πόνον, τῆς ἐλεημοσύνης τοὺς τρόπους· «Κατακαυχᾶται γὰρ ἔλεος κρίσεως,» κατὰ τὰς Γραφάς. Ἀκριβῆ δὲ ὁ νόμος καὶ τὴν ἐπὶ τοῖς πεπονθόσι ποιεῖται διαστολήν· εἰ μὲν γὰρ υἱὸν ἡ θυγατέρα, φησὶν, ὁ μόσχος ἀνέλῃ, τεθνάτω καὶ ἀφιλοικτιρμόνως· εἰ δὲ παῖδα ἢ παιδίσκην, ἀργύριον ἔστω τὸ ὑπὲρ αὐτῶν ζητούμενον. Τίς οὖν ὁ λόγος, πῶς οὐκ ἄξιον ἰδεῖν; καίτοι τὸ ἐλεύθερόν τε καὶ δοῦλον ἐν ἡμῖν, ἐκ πλεονεξίας καὶ οὐκ ἀῤῥώστημα φύσεως, καθάπερ ἀμέλει καὶ τὸ νοσεῖν· «Εἷς γὰρ ἡμᾶς ἔκτισε Θεὸς, καὶ εἷς ὁ πάντων Πατὴρ,» κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἆρ' οὖν ὡς ἔγκλημα καὶ δουλείαν καταγράφει τινῶν ὁ ∆ημιουργός; ἆρα καὶ παρ' αὐτῷ τὸ δοῦλον ἐν μείοσι, καὶ δόξῃ πλεονεκτεῖ τὸ ἐλεύθερον; Οὐ μὲν οὖν. «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔνι δοῦλος, οὔτε ἐλεύθερος.» Οὐκοῦν, σκιὰ γὰρ ὁ νόμος, διὰ μὲν υἱοῦ τε καὶ θύγατρος, τὸ ἐλεύθερον τῶν ἁγίων σημαίνεται γένος· διὰ δέ γε παιδός τε καὶ παιδίσκης, τὸ δοῦλον ἔτι καὶ ὑπὸ ζυγὸν ἁμαρτίας. Ἔστι δὲ οὐ ταυτὸν, τὸ πλημμελεῖν εἰς ἁγίους ἢ ἁμαρτωλούς. Κολάζεται δὲ οὐκ ἐν ἴσῳ μέτρῳ τὰ ἐπ' ἀμφοῖν· ὅτι μὲν γὰρ ἀδελφοὶ τὴν φύσιν, οἴδε τε κἀκεῖνοι,