De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
πνεύματι νοουμένης ἡ Χριστοῦ παρουσία, ὡς Μωσέως μὲν πρεσβύτερος, ὡς Θεὸς, δεύτερος δὲ καὶ μετ' αὐτὸν, καθὸ πέφηνεν ἄνθρωπος εἰς διακονίαν τὴν ἐφ' ἡμῖν. Ἐπιτήρει γὰρ, ὅτι προεχειρίζετο Θεὸς, Μωσέα μὲν πρῶτον, εἶτα συνῆψε τὸν Ἀαρὼν, τῆς Μωσέως ἀποστολῆς τε καὶ διακονίας δευτέραν ἐν χρόνῳ προανατυπῶν τὴν ἀνάδειξιν τοῦ Χριστοῦ, ὃς ἦν ἐν ἰσότητι μὲν τῇ πρὸς Μωσέα διὰ τὸ ἀνθρώπινον, ἐν ὑπεροχῇ δὲ θείᾳ καὶ ἀσυγκρίτῳ διὰ τὸ ἐκ Θεοῦ γεγεννῆσθαι Πατρός. Πάρα δέ σοι καὶ τοῦτο ἰδεῖν ἐξ αὐτῶν, εἴπερ ἕλοιο, τῶν ἱερῶν Γραμμάτων. «Ἐποίησαν» γὰρ, φησὶ, «Μωσῆς καὶ Ἀαρὼν, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος, οὕτως ἐποίησαν· Μωσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα, Ἀαρὼν δὲ ὁ ἀδελφὸς αὐτοῦ ὀγδοήκοντα τριῶν ἦν ἐτῶν, ἡνίκα ἐλάλησαν πρὸς Φαραώ.» Ἀκούεις ὅπως ἄμφω 68.261 μὲν ἤστην ἐν ἴσῳ κατά γε τὸ ἥκειν εἰς ὀγδοηκοστὸν ἔτος, εἰ καὶ μετ' αὐτὸν εἰς διακονίαν; Οὕτω καὶ ὁ Χριστός. Ἴσος μὲν κατά τι τῷ Μωσῇ, διὰ τὸ ἀνθρώ-πινον, καὶ δεύτερος εἰς οἰκονομίαν, ὑπερκείμενος δὲ καὶ ὑπερανεστηκὼς, ὡς ἐν Θεότητί τε καὶ δόξῃ τῇ κατὰ τὴν ἁγίαν Τριάδα. {ΠΑΛΛ.} Ὡς σαφής τε καὶ ἐναργὴς ὁ λόγος. {ΚΥΡ.} Τί δέ; οὐχὶ κἀκεῖνο πρὸς τούτοις ἄξιον ἰδεῖν; {ΠΑΛΛ.} Τὸ ποῖον; {ΚΥΡ.} Οὐ γάρτοι τῆς τῶν Αἰγυπτίων ἐκδεδραμήκασι γῆς οἱ ἐξ Ἰσραήλ. Ἀλλ' οὐδ' ἂν οὕτω τὴν δυσ-αχθῆ τε καὶ κατεστυγημένην αὐτοῖς ἀπελύσαντο δουλείαν, μᾶλλον δὲ, οὐδ' ἂν ὅλως διέδρασαν τὸν τοῖς ἐν Αἰγύπτῳ πρωτοτόκοις ἐπιῤῥιφέντα θάνατον, καὶ τὴν δυσδιάφυκτον χεῖρα τοῦ ὀλοθρευτοῦ, εἰ μὴ καταθύσαντες τὸν ἀμνὸν εἰς τύπον Χριστοῦ τοῦ αἴροντος τὰς ἁμαρτίας τοῦ κόσμου. Ἔχρισαν μὲν τῷ αἵματι τὰς φλιὰς, κατὰ τὸν σφίσι διὰ Μωσέως ὁρισθέντα νόμον· τὸ δὲ Χριστοῦ μυστήριον ὅπλον ὥσπερ τι καὶ ἀνατείχισμα τῆς ἑαυτῶν ἐποιοῦντο ψυχῆς. Λυ[κ]τικὸν γὰρ θανάτου φάρμακον ὁ Χριστοῦ θάνατος, καὶ φθορᾶς ἀμείνους οἱ τῆς μυστικῆς εὐλογίας μέτοχοι, κατά γε τὸ, «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον.» Κατεδηδοκότες δὲ τὸν ἀμνὸν, ἄρτους ἀζύμους ἤσθιον ἐπ' αὐτῷ, τῶν εὐαγγελικῶν παιδευμάτων ὡς ἐν ἀζύμῳ τε καὶ καθαρωτάτῃ τροφῇ παραδηλοῦντος τοῦ τύπου τὴν ἀστειότητα, πλὴν ἐσομένην οὐκ ἀνιδρωτὶ, καὶ πικρίας δίχα τῆς κατὰ τὰς θλίψεις. Τοιγάρτοι πικρίδας συνεσθίεσθαι τοῖς ἄρτοις τοῖς οὐκ ἐζυμωμένοις, τὴν ἄδολον καὶ καθαρωτάτην ἐν Χριστῷ ζωὴν οὐ δίχα πικρίας ἐσομένην ὑποδηλοῖ. Συνεισκομιστέον τοιγαροῦν ἀναγκαίως ταῖς ἀζύμοις τροφαῖς τὴν πικρίδα. «Πάντες γὰρ οἱ θέλοντες ζῇν ἐν Χριστῷ διωχθήσονται,» φησίν. Πλὴν οἵγε τοῦτο παθόντες, μακάριοι. Συμπάσχοντες γὰρ καὶ συμβασιλεύσουσι, κατὰ τὸ γεγραμμένον. Μὴ ἐξοίχεταί ποι πρὸς τὸ ἀκαλλὲς ὁ λόγος; {ΠΑΛΛ.} Οὐδαμῶς.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ. Ὅτι ἀμήχανον διαφυγεῖν τὸν ἐξ ἁμαρτίας θάνα τον, καὶ τὴν τοῦ διαβόλου
πλεονεξίαν, εἰ μὴ δι' ἁγιασμοῦ τοῦ κατὰ Χριστόν· καὶ ὅτι οὐκ ἐν νόμῳ ἡ δικαίωσις, ἀλλ' ἐν Χριστῷ. Οὐκοῦν ἐπειδήπερ τῆς θυσίας ὁ τρόπος τοῖς ἐξ Ἰσραὴλ εὖ μάλα διεπεραίνετο, καὶ τὰ μὲν τῶν Αἰγυπτίων πρωτότοκα διολώλει λοιπὸν, ἀπεσόβει δὲ τῶν ἡγιασμένων ὡς ἐν τύπῳ Χριστὸς τὸν ὀλοθρευτὴν, τότε δὴ μόλις τῆς τῶν κρατούντων ἐκθέοντες γῆς, καὶ πρὸς τὴν ἐπηγγελμένην αὐτοῖς ἀφικέσθαι διασπεύδοντες, οὐκ εὐθυδρομοῦσιν εἰς αὐτὴν, περιαγωγαῖς δὲ ὥσπερ ταῖς ἐπὶ θάτερα τῆς εὐθείας ἀπεκομίζοντο. Γράφει μὲν γὰρ ὧδε πάλιν· «Ὡς δὲ ἐξαπέστειλε Φαραὼ τὸν λαὸν, οὐχ ὡδήγησεν αὐτοὺς ὁ Θεὸς ὁδὸν γῆς Φιλιστιεὶμ, ὅτι ἐγγὺς ἦν. Εἶπε γὰρ ὁ Θεός· Μήποτε μεταμελήσῃ τῷ λαῷ ἰδόντι πόλεμον, καὶ ἀποστρέψῃ εἰς Αἴγυπτον. Καὶ