De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
γενόμενος ἄνθρωπος. Ἐφ' ἑκάστῳ γε μὴν τῶν παραδειγμάτων πολὺς ἂν γένοιτο καὶ μακρὸς ὁ λόγος, καὶ ἰσχνομυθίας ἔμπλεως. Ἐπειδὴ δέ ἐστι τὰ μὲν ἴδιά τε καὶ πρέποντα τῇ τῶν γεγονότων κατασκευῇ, τὰ δὲ πρὸς τὴν τῶν θεωρημάτων ἀπονένευκε χρείαν, φέρε, λέγωμεν τὰ εἴς γε τοῦτο λυσιτελῆ, μεθέντες τὰ ἕτερα. {ΠΑΛΛ.} Οὐ συνίημι ὃ φής. {ΚΥΡ.} Ἄθρει δὴ οὖν ὅ φημι· συνήσεις γὰρ, οἶμαι, καὶ λίαν ἀμογητί· κιβωτὸν γενέσθαι προστέταχεν ἐκ ξύλων ἀσήπτων, ἔσωθέν τε καὶ ἔξωθεν χρυσίῳ καθαρῷ διαπεπυκασμένην, καὶ τὰ καλούμενα μαρτύρια, τοῦτ' ἔστι, τὸν νόμον ὡς ἐν πλαξὶν ὠδίνουσαν, καὶ οὐ μέχρι τούτων τὰ ἐπ' αὐτήν· ἀναφορέας γὰρ δὴ γενέσθαι προστάττει πάλιν ἐξ ἀσήπτων ξύλων, ἐν ἴσῳ κεχρυσωμένους, χρυσοῦς τε δακτυλίους καὶ στρεπτὰ κύκλῳ. Μῆκός τε καὶ πλάτος καὶ ὕψος ὡρίσατο τῷ τεχνήματι. Ἀλλ' εἰ βούλοιτό τις πολυπραγμονεῖν εὖ μάλα τὰ τοιάδε μυστικῶς, εὑρήσει μὲν ἴσως, ὅ τί ποτέ ἐστιν ἡ κιβωτὸς, καὶ τὰ ἐν αὐτῇ 68.597 μαρτύρια, καὶ τίς ἡ ξύλων ἀσήπτων γέγονε χρεία. Τί δ' ἂν βούλοιτο δηλοῦν, καὶ τῇ κιβωτῷ τὸ χρυσίον, τὰ τέως ἐν τάξει χρείας τε καὶ κόσμου συντεθειμένα, κυμάτια δὴ λέγω, στρεπτὰ, κρίκους τε καὶ ἀναφορέας, εἰ περιεργάζοιτο τυχὸν, σκληρὸν εὑρήσει τὸ χρῆμα. Καὶ λόγον αὐτοῖς ἐφαρμόσαι τὸν μυστικὸν οὐκ ἔχων, περιττοεπήσει τάχα που, καὶ ὄχλον εἰκαίων ἐπισωρεύσει ῥημάτων, ταῖς τῶν φιλομαθεστέρων ἀκοαῖς. Ἀληθὴς δὲ ἡμῖν ὁ λόγος οὐκ ἐπί τοι μόνης τῆς κιβωτοῦ τυχὸν, προσθείην δ' ἂν ὅτι καὶ ἐπί γε τῶν ἄλλων, ἃ δὴ γενέσθαι προστέταχεν. {ΠΑΛΛ.} Οὐκ ἀπίθανά μοι δοκεῖς διανοεῖσθαί τε καὶ λέγειν. Τοιγάρτοι μεθεὶς τό γε ἧκον, ὡς φὴς, εἰς συμμετρίαν. τε καὶ χρείαν, ἤγουν εἰς κόσμον τῶν ἀποτελεσμάτων, ἐπ' αὐτὸ διᾴττειν ἐπείγου τὸ τοῖς θεωρήμασιν, ἀναγκαῖον, τοῦτ' ἔστι, τίνα τρόπον αὐτὸς ἡμῖν ὁ Χριστὸς σημαίνεται διὰ τῶν παραδεδειγμένων, ἤτοι κατεσκευασμένων, ἀμελητὶ διασάφει. {ΚΥΡ.} Οὐκοῦν, ἐγὼ μὲν, ὡς ἔνι φράσαι τε καὶ νοεῖν, πειράσομαι. ∆ιαμαρτάνοντι δέ τ' ἀληθοῦς, καὶ μεῖον ἢ χρὴ τῇ τῶν νοημάτων ὑπεροχῇ προσβάλλοντι, συγγνώμων ἔσο. Τὸ γὰρ ἐν ἐσόπτρῳ τε καὶ αἰνίγματι βλέπειν, ἀποσφήλειεν ἂν ἔσθ' ὅτε καὶ τὸν ἀκριβῆ τε καὶ ἔμφρονα νοῦν. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Ἡ κιβωτὸς ἡμῖν, ὦ Παλλάδιε, τύπος ἂν εἴη καὶ εἰκὼν τοῦ Χριστοῦ. Τὸν γὰρ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ἀνασκοπούμενοι τρόπον, καθάπερ ἐν κιβωτῷ τῷ ἐκ Παρθένου ναῷ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἐνηυλισμένον ὀψόμεθα. «Κατῴκησε γὰρ ἐν αὐτῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,» κατὰ τὰς Γραφάς. Λόγος δὲ ἦν Θεοῦ, τὰ ἐν τῇ κιβωτῷ μαρτύρια. Καὶ ἄσηπτα μὲν ἦν αὐτῆς τὰ ξύλα, χρυσῷ δὲ τῷ καθαρῷ καὶ δοκιμωτάτῳ κατεκαλλύνετο, ἔσωθέν τε καὶ ἔξωθεν. Ἄφθαρτον γὰρ τὸ σῶμα Χριστοῦ, καθάπερ τινὶ χρυσῷ, τῇ τοῦ ἐνοικοῦντος Λόγου δυνάμει καὶ λαμπρότητι, καὶ τῇ τοῦ ἁγίου Πνεύματος φύσει καὶ ἐνεργείᾳ ζωοποιῷ, πρὸς ἀφθαρσίαν διακρατούμενον. ∆ιὰ γάρ τοι τοῦτο καὶ ζωοποιεῖν λέγεται Χριστός. Ζωὴ γὰρ ὢν κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, τῇ δυνάμει τοῦ ἰδίου πνεύματος τὸν ἴδιον αὐτὸς ἀνεζωοποίει ναὸν, φθορᾶς ἀνωτέρω τιθείς. «Ἡ γὰρ σὰρξ αὐτοῦ οὐκ οἶδε διαφθορὰν,» κατὰ τὴν τοῦ ἁγίου Παύλου φωνήν. Προσεφώνει δέ που καὶ Ἰουδαίοις, περὶ τοῦ ἰδίου σώματος· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·» καὶ μὴν καὶ ὁ Πέτρος τεθανατῶσθαι μὲν σαρκὶ, φησὶν, αὐτὸν, ἐζωοποιῆσθαι δὲ πνεύματι. Σύμβολον οὖν ἄρα τῆς ὑπερλάμπρου θεότητος, ὁ χρυσὸς, ἐπαληλειμμένης ὥσπερ τῷ ἁγίῳ σώματι, καὶ τὴν ἰδίαν αὐτοῦ λαμπρότητά τε καὶ ἀφθαρσίαν ἐνιείσης ἀποῤῥήτως, καὶ ὡς αὐτή που μόνη καὶ καθ' ἑαυτὴν ἡ θεία τε καὶ ὑπὲρ νοῦν ἐπίσταται φύσις. Εἰ γὰρ «Οἱ δίκαιοι κατὰ 68.600 καιροὺς ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν,» τίς ἔσται λοιπὸν ἡ αὐτοῦ δόξα Χριστοῦ; Πῶς δὲ οὐ νοῦ καὶ λόγου πέρα παντὸς ἡ ἔκλαμψις; Χρυσοῖ δὲ τὴν κιβωτὸν ἔχοντες ἀναφορεῖς, χρυσοῖ καὶ οἱ κρίκοι, καὶ πάντα τὰ ἐν αὐτῇ· μέτοχοι γὰρ τῆς δόξης οἱ ἀμφ' αὐτὸν, καὶ ὡς ἐν ἀγάπῃ καὶ ἁγιασμῷ προσερηρεισμένοι καὶ χρήσιμοι. Τοιοῦτοί τινες ἦσαν καὶ οἱ μακάριοι