De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
καὶ ἀνάρμοστον ποιεῖται τὴν ἐξωσμένην. Ἣ καὶ εἰς τύπον ἂν εἴη τῆς Ἰουδαίων Συν- αγωγῆς· ἐκβέβληται γὰρ τῆς πρὸς αὐτὸν ἑνότητος, καὶ περὶ αὐτῆς φησι διὰ τῆς τοῦ προφήτου φωνῆς, ὅτι «Αὐτὴ οὐχ ἡ γυνή μου, καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς.» Ἡρμόσατο δὲ ὁ Παῦλος τὴν ἐξ ἐθνῶν Ἐκκλη-σίαν, παρθένον ἁγνὴν τῷ Χριστῷ, ἄσπιλον δὲ καὶ ἀρυτίδωτον, μᾶλλον δὲ ἁγίαν καὶ ἄμωμον. Οὕτω μὲν οὖν ἐπί τε τῆς ἐξ ἐθνῶν Ἐκκλησίας καὶ τῆς Ἰουδαίων μητρὸς, ἀληθὲς ἂν εἴη τὸ αἴνιγμα, καὶ ὁ τύπος οὐκ ἀκαλλής. Εἰ δὲ δὴ βούλοιτό τις πρὸς τὸν ἐφ' ἑκάστῳ λόγον περιτρέπειν ἀξίως τῶν ἐννοιῶν τὴν δύναμιν, φαμὲν, ὅτι ψυχαῖς βεβήλοις καὶ ἀνοσίαις, ἀσυναφὴς ὁ Χριστός· ταῖς δὲ πανάγνοις καὶ καθαραῖς, οἷάπερ παρθένοις, σύνεστι πνευματικῶς, καὶ ἐγκάρπους ἀποτελεῖ, καὶ γένος αὐτὰς οἰκεῖον ἀποκαλεῖ. «Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου,» φησὶ, «τοῦ ἐν τοῖς οὐρανοῖς, οὗτος καὶ ἀδελφός μου, καὶ ἀδελφή μου, καὶ μήτηρ μού ἐστιν.» {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Ὁποίους μὲν οὖν εἶναι χρὴ τοὺς ἐξειλεγμένους εἰς ἱερουργίαν, ἄττα τε ὀρθῶς ἐπείγεσθαι δρᾷν, καὶ ὧν ἂν αὐτοὺς ἀπηλλάχθαι πρέποι, διακεχρησμῴδηκεν ἐναργῶς· ἀλλ' ἦν δή που πρὸς τῷδε σοφὸν, τὸ τίνα χρὴ τρόπον ἱερουργεῖν αὐτοὺς, ἐκφάνδην εἰπεῖν, καὶ καταῤῥυθμίσαι νόμοις, τά τε τῶν θυσιῶν εἴδη καὶ πᾶν τὸ ἱερουργούμενον, ὡς ἂν ἀμωμήτως ἔχοι τὸ πρᾶγμα αὐτοῖς, θυμηρεστάτην τε οὕτω ποιοῖντο τὴν λειτουργίαν. Οὐκοῦν καὶ πρό γε τῶν ἄλλων, «Οὐκ ἀναβήσῃ,» φησὶν, «ἐν ἀναβαθμοῖς ἐπὶ τὸ θυσιαστήριόν μου, ἵνα μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ' αὐτό.» Ἀλλὰ πῶς ἂν τυχὸν γένοιτο τοῦτο, ἐρεῖ τις εὐθὺς, καίτοι ἐκ λίνου κατεσκευασμένον τοῖς ἱερεῦσιν ἐδίδου τὸ περισκελὲς, «ἵνα καλύπτῃ,» φησὶν, «ἀσχημοσύνην» χρωτὸς αὐτοῦ; Εἴπερ οὖν ἄρα, καὶ ὑψοῦ διᾴττειν ἐχρῆν, οὐδὲν ἂν ἠδίκησε τὸ χρῆμα αὐτοὺς περιεσταλμένους τὸ ἄσχημον. Ποῖ δὴ οὖν ἄρα τὸν τοῦ νόμου φαμὲν εἶναι σκοπόν; Τοῖς τῶν εἰδώλων προσκυνηταῖς, εὐκλεὲς εἶναί τε καὶ ἀναγκαῖον ἐδόκει, τὸ ὑψοῦ τοῖς τεμένεσιν ἱδρύσθαι βωμούς· καὶ οὐ πολὺς ἦν αὐτοῖς ὁ ἐπί γε τῷ χρῆναι σεμνῶς περιεστάλθαι λόγος. 68.820 Εὐφυῶς οὖν ὁ νόμος, ἀπὸ τοῦ συμβαίνειν αὐτοῖς εἰωθότος, τοὺς θείους ἱερουργοὺς ἀνορθοῖ πρὸς τὸ ἄμεινον, καὶ ὡς ἐκ τύπου σωματικοῦ, πρὸς θεωρίαν ἄγει πνευματικήν. «Οὐ» γὰρ «ἀναβήσῃ,» φησὶν, «ἐν ἀναβαθμοῖς ἐπὶ τὸ θυσιαστήριόν μου, ἵνα μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ' αὐτοῦ.» Τοῦτ' ἔστιν, Ὁ θεῖος ἱερουργὸς ὁ πρὸς λειτουργίαν ἡγιασμένος τὴν ἐμὴν, ζητείτω τὰ ταπεινὰ, μὴ ἀναθρωσκέτω πρὸς τὸ ὑψοῦ. Παραιτείσθω τὴν ἀλαζονείαν, ἵνα μὴ ἀσχήμων ὁρῷτο καὶ ἀκαλλής. Ἀκαλλὲς γὰρ καὶ ἄσχημον κομιδῇ καὶ παγχάλεπον ἀῤῥώστημα νοῦ, φρόνημα τὸ ὑπέρογκον. «Ὅσῳ γὰρ μέγας εἶ, φησὶ, τοσούτῳ ταπείνου σεαυτὸν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν.» Γράφει δὲ καὶ ὁ τοῦ Σωτῆρος μαθητής· «Καυχάσθω ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ· ὁ δὲ πλούσιος, ἐν τῇ ταπεινώσει αὐτοῦ.» Παρελεύσεται γὰρ καὶ ἐν ἴσῳ πόαις, καὶ ἀνθέων διοίσει τῶν ἐν ἀγροῖς κατ' οὐδένα τρόπον. {ΠΑΛΛ.} Σύμφημι. {ΚΥΡ.} Ὄγκου δὴ οὖν καὶ ὑπεροψίας ἀπηλλάχθαι δεῖν ἔφη τὸν ἱερουργόν. Τίνα τε οὖν τρόπον ἐννομωτάτην ποιήσαιτο ἂν τὴν ἱερουργίαν καὶ ἀνεπίπληκτον, παντελῶς εἴσῃ τοι σαφῶς· γέγραπται γὰρ ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ἔντειλαι Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων· Οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως, αὕτη ἡ ὁλοκαύτωσις ἐπὶ τῆς καύσεως αὐτῆς ἐπὶ τοῦ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τοπρωΐ· καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ' αὐτοῦ, οὐ σβεσθήσεται· καὶ ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν, καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ, καὶ ἀφελεῖ τὴν κατακάρπωσιν, ἣν ἂν καταναλώσῃ τὸ πῦρ, τὴν ὁλοκαύτωσιν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ παραθήσει αὐτὸ ἐχόμενον τοῦ θυσιαστηρίου, καὶ ἐκδύσεται τὴν στολὴν αὐτοῦ, καὶ ἐνδύσεται στολὴν ἄλλην, καὶ ἐξοίσει τὴν κατακάρπωσιν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν· καὶ πῦρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἐπ' αὐτοῦ, καὶ οὐ σβεσθήσεται· καὶ καύσει ἐπ' αὐτοῦ ὁ ἱερεὺς ξύλα