De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἐνωπλισμένους. Τίμιον δὲ σφόδρα καὶ πολύευκτον ἀληθῶς, τὸ ἐν ἐπισκέψει γενέσθαι Θεοῦ, εἴπερ ἐστὶν οὐκ ἀπίθανον ἐννοεῖν, ὅτι τοῖς λελυπηκόσι, κόλασιν ὥσπερ τινὰ τὴν ἀποστροφὴν ἐπιτίθησι Θεὸς, λέγων· «Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν.» Παρατεινούσης δὲ τῆς πολιορκίας καὶ εἰς ἡμέραν ἑβδόμην, ἔφη πάλιν Ἰησοῦς ὁ τοῦ Ναυῆ τοῖς υἱοῖς Ἰσραήλ· «Κεκράξατε πρὸς Κύριον· παραδέδωκε γὰρ ἡμῖν Κύριος τὴν πόλιν, καὶ ἔσται ἡ πόλις ἀνάθεμα, αὕτη καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ, τῷ Κυρίῳ τῶν δυνάμεων Σαβαώθ· πλὴν Ῥαὰβ τὴν πόρνην περιποιεῖσθε αὐτὴν, καὶ πάντα ὅσα ἐστὶν ἐν τῷ οἴκῳ αὐτῆς. Ἀλλ' ὑμεῖς φυλάξασθε ἀπὸ τοῦ ἀναθέματος, μή ποτε ἐνθυμηθέντες ὑμεῖς αὐτοὶ λάβητε ἀπὸ τοῦ ἀναθέματος, καὶ ποιήσητε τὴν παρεμβολὴν τῶν υἱῶν Ἰσραὴλ ἀνάθεμα, καὶ ἐκτρίψητε ἡμᾶς, καὶ πᾶν ἀργύριον καὶ χρυσίον, καὶ χαλκὸς καὶ σίδηρος ἅγιον ἔσται τῷ Κυρίῳ, εἰς θησαυρὸν Κυρίου εἰσενεχθήσεται.» Ἠφίει μὲν γὰρ ταῖς ἄλλαις λαφυραγωγίαις ἐντρυφᾷν τοὺς ἀνδριζομένους, εἰσκομίζεσθαι δὲ δεῖν εἰς θησαυρὸν Κυρίου, φησὶ, πᾶν ἀργύριον καὶ χρυσίον, χαλκόν τε καὶ σίδηρον· τοῦτο γὰρ ἦν τὸ ἐπίκλην ἀνάθεμα, τουτέστι, τὸ ἀπονεμηθὲν ἐκ πάντων καὶ ἀφορισθὲν τῷ Θεῷ. Ἀλλ' οὐδενὸς ἀξιώσας λόγου τὴν ἐντολὴν, «Ἔλαβε, φησὶν, Ἄχαρ ὁ υἱὸς Χαμμὶ, υἱοῦ Ζαμβρῆ, υἱοῦ Ζαρᾶ ἐκ τῆς φυλῆς Ἰούδα, ἀπὸ τοῦ ἀναθέματος. Καὶ ἐθυμώθη ὀργῇ Κύριος τοῖς υἱοῖς Ἰσραήλ.» Χρῆναι γὰρ οἶμαι τοὺς ταῖς κοσμικαῖς ἡδοναῖς καὶ τοῖς ἐν τῷδε τῷ βίῳ περισπασμοῖς τὸ εὐσθενὲς ἐν Χριστῷ παρεξάγοντας φρόνημα, καὶ διὰ τῶν τῆς δικαιοσύνης ὅπλων εὐδοκιμεῖν ᾑρημένους, ἐν ἐπισκέψει τε ἤδη γεγονότας Χριστοῦ, μηδενὸς ἐφίεσθαι τῶν ἐν κόσμῳ τεθαυμασμένων, μὴ πλούτου, μὴ δόξης, μὴ δυναστείας, ἢ ὑπεροχῆς, μὴ τῶν ἐκ τῆς σοφίας Ἑλληνικῆς ἀνοσίων δογμάτων. Εἶεν δ' ἂν, εἰς τύπον λαμπρότητος μὲν τῆς ἐν ἀξιώμασι καὶ ὑπεροχαῖς, τὸ ἀργύριον· λαμπρὰ γὰρ ἡ ὕλη· πλούτου δὲ, ὁ χρυσός. Τὸ δὲ τῆς γλώττης εὔηχες τῶν ἐν κόσμῳ σοφῶν, κατασημήνειεν ὁ 68.364 χαλκός· ἰσχὺν δὲ καὶ δυναστείαν, σκληρὸς ὢν ἄγαν ὁ σίδηρος, καὶ τῇ ὕλῃ πάσῃ μαχόμενος. Ὧν εἴπερ τις ἕλοιτο μεταλαχεῖν, καίτοι τὴν ἀρίστην τάξιν ἔχων παρὰ Θεῷ, καὶ ἀναμετρούμενος ἐν πολεμισταῖς, καὶ μὴν καὶ πνευματικαῖς εὐψυχίαις γεγονὼς ἐκπρεπὴς, προσκρούσει Θεῷ, καὶ κιβδήλοις παρατροπαῖς καταλυπεῖν ᾑρημένος τὸν σύνοπλόν τε καὶ ἀρωγὸν, ταῖς ἐντεῦθεν ὀργαῖς ὑποκείσεται. {ΠΑΛΛ.} Εὖ ἔφης. Συναινέσαιμι γὰρ ἄν. Πλὴν, ἐκεῖνό μοι φράσον, βραχὺ τοῦ πράγματος καὶ τῆς ἱστορίας ἀποκομίσας τὸν λόγον· διατί Κυρίῳ τὸ ἀργύριον καὶ τὸ χρυσίον, καὶ ὁ χαλκὸς καὶ σίδηρος, καὶ οὐχὶ δὴ μᾶλλον, ἢ ὡς ἄχρηστα τυχὸν, ἢ ὡς καταμολύνειν εἰδότα, τῆς παρεμβολῆς ἐξεπέμπετο· μυσαρὰ γὰρ δέδειχεν αὐτὰ τῆς πνευματικῆς θεωρίας ἡ δύναμις. {ΚΥΡ.} Ὅτι, ὦ Παλλάδιε, λαμπρότης μὲν ἅπασα, σοφία τε καὶ πλοῦτος, καὶ μὴν καὶ ἰσχὺς, πρεπόντως τε καὶ ὁσίως ἀνακείσεται τῷ Θεῷ. Αὐτοῦ γὰρ ἡ δόξα καὶ ἡ πᾶσα λαμπρότης, πλοῦτός τε καὶ σοφία, καὶ δύναμις. Ἀλλ' εἰ μέν τις ἕλοιτο παρ' αὐτοῦ, καὶ ἀπὸ θησαυροῦ Κυρίου πλουτίζοιτο, πλοῦτον δηλονότι τὸν νοητὸν, δόξαν τε καὶ σύνεσιν, καὶ ἰσχὺν ἔχει πνευματικὴν, περίοπτος ἔσται καὶ ζηλωτός. Εἰ δὲ δὴ βούλοιτο ταυτὶ παρὰ τοῦ κόσμου λαβεῖν, βδελυρὸς ἔσται καὶ ἀπηχθημένος παρά γε τῷ φιλαρέτῳ Θεῷ, καὶ ὑπὸ κρίσιν ἔσται καὶ δίκην. Ἕψεται γὰρ πάντως τῷ μὲν πλούτῳ τὸ φιλήδονον, λαμπρότητι δὲ καὶ ὑπεροχαῖς γείτων εὐθὺς ἡ ὑπεροψία· δυναστείαις γε μὴν παραπέπηγεν ἡ πλεονεξία· σοφίᾳ δὲ τῇ ἐν κόσμῳ, τὸ ἐν δόγμασιν ἀκαλλὲς, κἂν εἰ τὸ εὔηχες ἔχοι τῶν ἐκεῖνα γεγραφότων ἡ γλῶττα. Τοιοῦτόν τι καὶ ὁ Παῦλός φησιν· «Εἴ τίς ἐστιν ἐν ὑμῖν σοφὸς, μωρὸς γενέσθω, ἵνα γένηται σοφός· ἡ γὰρ σοφία τοῦ κόσμου τούτου, μωρία παρὰ Θεῷ ἐστιν.» Ἄχαρ δὴ οὖν, οὐκ ἐκ θησαυροῦ Χριστοῦ λαβὼν, ἀλλ' ὥσπερ ἀπὸ κόσμου τῆς Ἱεριχοῦς, προσκρούει Θεῷ. Τὰ δὲ ἐντεῦθεν βλάβη καὶ τὰ ἐκ θείας ὀργῆς συμβαίνοντα, οὐκ ἐπὶ μόνον ἐχώρει τὸν ἐπὶ τοῖσδε κατεγνωσμένον, ἀλλ' ὅλην ἐκάκου τὴν συναγωγήν· ἀμέτοχος γὰρ γεγονὼς ἐπικουρίας τῆς ἄνωθεν,