De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
αὐτῶν.» Ἄθρει δὴ οὖν, ὦ Παλλάδιε, καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο. Λεπτὴ γὰρ ἡ ἐπιτήρησις. Ἀπεγράφετο μὲν οὖν τὸ δημοτικὸν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, οὐκ ἀξιούσης, οἶμαί που, τῆς νομικῆς ἀκριβείας τὸ ἄναλκί τε καὶ ἀδρανὲς ἔτι, τὸ καὶ ἐν βίβλῳ γράφεσθαι Θεοῦ. Τὸ γάρ τοι σφριγῶν καὶ ἐν ἀκμαῖς ἤδη ταῖς πνευματικαῖς, τοῖς τῶν ἁγίων καταλόγοις εἰσκρίνοιτο ἂν εἰκότως. Ποιεῖται τοίνυν ὁ νόμος ὑποτύπωσιν εὐφυᾶ τῆς πνευματικῆς ἡλικίας, τὴν σωματικὴν, καὶ τὸ ἐν ἀκμαῖς, ἀπόλεκτον ἐτίθει γένος, τὸ ἄνηβόν τε καὶ ἀσθενὲς, καὶ μειρακιῶδες ἔτι παρατρέχων, καὶ οὐκ ἐν βίβλῳ τιθεὶς ἱερᾷ. Ἐπὶ δέ γε τῶν Λευϊτῶν, ἀπὸ μηνιαίου γέγονεν ἡ ἀπογραφή· προσίεται γὰρ ὁ πάντων ∆εσπότης καὶ λίαν ἀσμένως τὴν ἐν Χριστῷ νηπιότητα τῶν ἐξειλεγμένων, καθάπερ ἀμέλει τὸ ἔμφρον. Τὸ γὰρ ἐν ἀμφοῖν διαπρέπειν, ἐξαίρετον, ἐν συνέσει τε, φημὶ, καὶ ἁπλότητι τῇ κατὰ Χριστόν. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος· «Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.» Καὶ αὐτὸς δέ πού φησιν ὁ Χριστός· «Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» ∆εκτὴ τοιγαροῦν ἡ τῶν ἁγίων ἁπλότης. Κατ' ὄνομα δὲ καὶ μέντοι καὶ κατὰ δήμους καὶ πατριὰς ἡ ἐπίσκεψις. Ἐπισκοπῆς γὰρ ἰδίας ἀξιοῖ Θεὸς οὓς ἂν ἕλοιτο τιμᾷν, καὶ καθ' ἕνα, καὶ κατὰ πληθὺν, καὶ κατὰ γένος. Καὶ τὸ ἔν γε τούτοις ἀκριβὲς, σαφηνιεῖ λέγων αὐτὸς ὁ Σωτὴρ τοῖς ἁγίοις ἀποστόλοις· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς; Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.» {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ἀπογραφὴν δὲ πρὸς τῇδε ποιεῖσθαι δευτὲραν τοῦ Λευϊτικοῦ τε δήμου, καὶ ἑκάστῳ ἐντετάχθαι δεῖν τὴν αὐτῷ πρέπουσαν λειτουργίαν προσενομοθέτει, λέγων «Λάβε τὸ κεφάλαιον τῶν υἱῶν Καὰθ ἐκ μέσου υἱῶν Λευῒ, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν, καὶ ἐπάνω ἕως πεντήκοντα ἐτῶν, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν ποιῆσαι πάντα τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. Καὶ ταῦτα τὰ ἔργα τῶν υἱῶν Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, Ἅγιον τῶν ἁγίων. Καὶ εἰσελεύσεται Ἀαρὼν καὶ υἱοὶ αὐτοῦ, ὅταν ἐξαίρῃ ἡ παρεμβολὴ, καὶ καθελοῦσι τὸ καταπέτασμα τὸ συσκιάζον, καὶ κατακαλύψουσιν ἐν αὐτῷ τὴν κιβωτὸν τοῦ μαρτυρίου. Καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ κατακάλυμμα δέρμα ὑακίνθινον, καὶ ἐπιβαλοῦσιν ἐπ' αὐτὴν ἱμάτιον ὅλον ὑακίνθινον ἄνωθεν, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς, καὶ ἐπὶ τὴν τράπεζαν τὴν προκειμένην ἐπιβαλοῦσιν ἐπ' αὐτὴν ἱμάτιον ὁλοπόρφυρον, καὶ τὰ τρυβλία, καὶ τὰς θυΐσκας, καὶ τοὺς κυάθους, καὶ τὰ σπονδεῖα ἐν οἷς σπένδουσι, καὶ οἱ ἄρτοι οἳ διαπαντὸς ἐπ' αὐτῆς ἔσον 68.852 ται, καὶ ἐπιβαλοῦσιν ἐπ' αὐτὴν ἱμάτιον κόκκινον, καὶ καλύψουσιν αὐτὴν καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ διεμβαλοῦσι δι' αὐτῆς τοὺς ἀναφορεῖς. Καὶ λήψονται ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσι τὴν λυχνίαν τὴν φωτίζουσαν, καὶ τοὺς λύχνους αὐτῆς, καὶ τὰς λαβίδας αὐτῆς, καὶ τὰς ἐπαρυστρίδας αὐτῆς, καὶ πάντα τὰ ἀγγεῖα τοῦ ἐλαίου, οἷς λειτουργοῦσιν ἐν αὐτοῖς. Καὶ ἐμβαλοῦσιν αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, εἰς κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ ἐπιθήσουσιν αὐτὴν ἐπ' ἀναφορέων, καὶ ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐπικαλύψουσιν ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσιν αὐτὸ καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς αὐτοῦ, καὶ λήψονται πάντα τὰ σκεύη τὰ λειτουργικὰ ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ἐν τοῖς ἁγίοις, καὶ ἐμβαλοῦσιν εἰς ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσιν αὐτὰ καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς, καὶ τὸν καλυπτῆρα ἐπιθήσουσιν ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπικαλύψουσιν ἐπ' αὐτὸ ἱμάτιον ὁλοπόρφυρον, καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ πάντα τὰ σκεύη ὅσοις λειτουργοῦσιν ἐπ' αὐτῷ ἐν αὐτοῖς, καὶ τὰ πυρεῖα, καὶ τὰς κρεάγρας, καὶ τὰς φιάλας, καὶ τὸν καλυπτῆρα, καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου, καὶ ἐπιβαλοῦσιν ἐπ' αὐτὸ κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς αὐτοῦ. Καὶ λήψονται