De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
εὐαγγελικῆς πολιτείας ἴενται τρίβον, τοῖς παίειν ἐθέλουσιν εἰς τὴν δεξιὰν σιαγόνα, παραφέροντες καὶ τὴν ἀριστερὰν, καὶ τοῖς ἀγγαρεύουσι μίλιον, ἓν ἐθελοντὶ δωρούμενοι τὸ, εἴπερ ἕλοιντο, διαστείχειν καὶ δύο. Οὐκοῦν σφᾶς αὐτοὺς, εἰς ὀσμὴν εὐωδίας, καὶ εἰς ὁλοκαύτωμα καθιεροῦσι Θεῷ, καὶ ὡς ἐν εἴδει τρυγόνων καὶ περιστερῶν. Εἶτα τὴν κεφαλὴν ἀποκνίσας ὁ ἱερεὺς ἐπιτίθησι τῷ θυσιαστηρίῳ, προσχεύσας τὸ αἷμα. Ἅγιος γὰρ ἀληθῶς, καὶ ὅτι μάλιστα τῶν ἱερωτάτων ἁγίων ὁ νοῦς, ἀνακεῖσθαι πρέποι τῷ πανάγνῳ Θεῷ. Ἐννοιῶν γάρ ἐστιν ἐπίμεστος ἀγαθῶν, καὶ τῆς ἀληθοῦς θεογνωσίας εὐωδιάζει τὸ μύρον «Λογισμοὶ γὰρ δικαίων, κρίματα,» κατὰ τὸ γεγραμμένον· ἁγία δὲ ὅτι καὶ ἡ ζωὴ τῶν ἐν φόβῳ Θεοῦ, σαφὲς ἂν γένοιτο, διὰ τὸ δεῖν τῷ ἁγίῳ θυσιαστηρίῳ προσχεῖσθαι τὸ αἷμα. Ζωῆς γὰρ τύπος τὸ αἷμα· καὶ ἀφαιρεῖται μὲν τῶν στρουθίων ὁ πρόλοβος, τουτέστιν, ἡ φύσα, σὺν τοῖς πτεροῖς· ἐκβάλλεται δὲ ὡς ἀχρεῖον παντελῶς. Σημεῖον δ' ἂν γένοιτο καὶ τοῦτο σαφὲς, τοῦ καὶ τρυφῆς ἀνωτέρω τῆς σωματικῆς τὸν τῶν ἁγίων ἀναπεφάνθαι βίον, ὡς δοκεῖν ἤδη πως, μηδὲ τῆς τὰ σιτία χωρούσης ἐπιδεῖσθαι γαστρός. Τοιουτοσὶ γάρ πώς ἐστι τῶν ὅτι μάλιστα φιλοπονωτάτων ὁ βίος· οἳ σιτίων ὁμοῦ καὶ αὐτῆς τάχα που τῆς γαστρὸς ἀλογήσαντες, κατατήκουσι τὴν σάρκα, καὶ κατανεκροῦσιν ἡδονὰς, ἐλεύθεροι δὲ καὶ ἀπηλλαγμένοι παντὸς γεγόνασι κοσμικοῦ τε καὶ περιττοῦ. Τοῦτο γὰρ, οἶμαι, ἐστὶν ἡ τῶν πτερῶν ἀποβολή. Ἀναγκαία μὲν γὰρ τοῖς ὀρνέοις ἡ πτέρωσις· ἀλλὰ καὶ ἡμῖν αὐτοῖς, τὰ δι' ὧνπερ ἂν εἰς ἰδίαν χρείαν τουτὶ τὸ ἀπὸ τῆς γῆς ὑπηρετοῖτο σῶμα· ἄμφια δὲ δὴ λέγω, καὶ τροφῆς ὄργανα, καὶ πρός γε δὴ τούτοις 68.1021 εὖ μάλα καὶ τὰ δι' ὧν ἂν γένοιτο ταυτὶ, πορισμοὶ χρημάτων, τῇ τῆς ἐνδείας ἐφόδῳ μαχόμενοι, εὐναί τε μαλακαὶ, καὶ τὰ τούτοις ἀγχοῦ. Ἀλλ' εἰ καὶ χρειώδη ταῦτα καὶ ἀναγκαῖα τοῖς ἐπὶ γῆς καὶ ἐν σώμασιν, ἀλλ' οὖν τοῖς ἁγίοις λελόγισται παρ' οὐδὲν, ὄχλον δὲ ὥσπερ εἰκαῖον ἁπλῶς τὴν τῶν τοιούτων κτῆσιν ἀποπεμψάμενοι, μονονουχὶ γυμνοῖς καὶ ἀναμφιάστοις σώμασι διατελοῦσιν ἐν κόσμῳ, τὸ προστυχὸν καὶ εὐπόριστον τῇ τῆς σαρκὸς ἀνάγκῃ σὺν ὄκνῳ δωρούμενοι. Ἀποτετιλμένων δὲ τῶν πτερῶν, καὶ ἐξῃρημένης τῆς φύσης, ἤτοι τοῦ προλόβου, καὶ ἐκκλάσει, φησὶν, ἀπὸ τῶν πτερυγίων, καὶ οὐ διελεῖ, καὶ ἀνοίσει λοιπὸν ἐπὶ τὸ θυσιαστήριον. Καὶ ἡ μὲν τῶν πτερυγίων ἔκκλασις, τύπος ἂν εἴη καὶ ὑπόδειγμα σαφὲς τοῦ μὴ φρονεῖν τὰ ὑπέρογκα, μήτε μὴν ὑψοῦ πέτασθαι τῶν ἁγίων τὸν νοῦν, συνεπάγεσθαι δὲ μᾶλλον τοῖς ταπεινοῖς, καὶ οἱονεὶ τὰ κάτω ζητεῖν. Μετέωρος γὰρ ἀείπως ἐστὶ τῶν ἀλαζόνων ὁ νοῦς, καὶ πρὸς τὰ ἄνω φέρεται, συνιζῆσαι τοῖς χθαμαλωτέροις οὐκ ἀνεχόμενος, καὶ τὸ μέτριόν τε καὶ ταπεινὸν ἀτιμάζων φρόνημα. Οὐκοῦν ἡ τῶν πτερυγίων ἔκκλασις, ἀλαζονείας ἀπόθεσιν αἰνιγματωδῶς ὑποφαίνει· ὅτι δὲ καὶ εἰσάπαν, καὶ, ἵν' οὕτως εἴπωμεν, ὁλοτρόπως ἀνέθεσαν τῷ Θεῷ τὴν οἰκείαν ζωὴν, οὐ μεμερισμένοι πρὸς τὰ ἐν κόσμῳ, τὸ μὴ διαιρεῖσθαι δηλοῖ· μεμερίσθαι δὲ τοὺς ἐν γάμῳ, καὶ ὁ σοφὸς ἔφη Παῦλος. Ἱερὸς οὖν ἄρα τῶν ἁγίων ὁ νοῦς, ζωή τε ἁγία, καὶ τρυφῆς ἀμείνων σωματικῆς, καὶ μερίμνης κοσμικῆς ἐλευθέρα, καὶ φρονήματι τῷ μετρίῳ περικαλλής· ἀμέριστος δὲ καὶ πρὸς τὰ ἐν κόσμῳ. Τοιγάρτοι καὶ εἰς ὀσμὴν εὐωδίας ἀνατίθεται τῷ Θεῷ. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Καταβιβάζει δὲ τῆς θυσίας τοὺς τρόπους, καὶ πρὸς τὰ ἔτι μείω τε καὶ παντὶ τῷ ἔτει λοιπὸν ἐγκείμενα, καὶ οὐ σὺν ἱδρῶτι ληπτὰ κατευρύνων, οἶμαί που, μικρῷ καὶ μεγάλῳ τῆς εὐδοκιμήσεως τὴν ὁδόν· γέγραπται γὰρ, ὅτι «Πλατεῖα ἡ ἐντολή σου σφόδρα.» Καὶ οὐ τῷ μεγέθει τῆς καρποφορίας πάντη τε καὶ πάντως τὸ γνήσιον κρίνεται, παρά γε τῷ φιλαρέτῳ Θεῷ, ἀλλ' ἐν ἴσῳ τοῖς προὔχουσιν ὁ βραχὺς, τὰ ἐνόντα διδοὺς, καὶ οἷς ἂν ἔχοι καὶ δύναιτο τιμᾷν ᾑρημένος. Ἔφη τοίνυν ὧδε πάλιν· «Ἐὰν δὲ ψυχὴ προσφέρῃ δῶ-ρον θυσίαν τῷ Κυρίῳ, σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ· καὶ ἐπιχεεῖ ἐπ' αὐτὸ ἔλαιον, καὶ ἐπιθήσει ἐπ' αὐτὸ λίβανον, θυσία ἐστί· καὶ οἴσει πρὸς τοὺς υἱοὺς Ἀαρὼν τοὺς ἱερεῖς, καὶ δραξάμενος ἀπ' αὐτῆς πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ, καὶ πᾶν τὸ λίβανον αὐτῆς, καὶ ἐπιθήσει ὁ ἱερεὺς