De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ὀργὰς, οὔτε τοῦ κολάζεσθαι δεῖν ἀπαλλάττων εἰσάπαν τὸ ἐπὶ τοῖς μείοσι πλημμελὲς, οὔτε μὴν ἐν ἴσῳ τοῖς ὑπὲρ τοῦτο τιθεὶς, ἰσομεγέθη δὲ ὥσπερ τοῖς αἰτιάμασιν ἀποτορνεύων τὴν κίνησιν. Ἔφη γὰρ πάλιν· «Ἐὰν δέ τις εὕρῃ τὴν παῖδα τὴν παρθένον, ἥτις οὐ μεμνήστευται, καὶ βιασάμενος αὐτὴν κοιμηθῇ μετ' αὐτῆς, καὶ εὑρεθῇ, δώσει ὁ ἄνθρωπος ὁ κοιμηθεὶς μετ' αὐτῆς τῷ πατρὶ τῆς νεάνιδος πεντήκοντα δίδραχμα ἀργυρίου, καὶ αὐτοῦ ἔσται γυνὴ, ἀνθ' ὧν ἐταπείνωσεν αὐτήν· οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον.» Μοιχεία μὲν οὖν ὑπόχρεω κατεστήσατο τὸν συνόντα μεμνηστευμένῃ, κατὰ τρόπους δὲ δηλονότι τοὺς ἤδη προειρημένους. Εἰ δὲ δὴ φαίνοιτο, φησὶ, καὶ ἀσυναφὴς ἔτι, κατεγγυηθεῖσα δὲ οὔπω Χριστῷ διὰ τῆς πίστεως, ὡς ἐν εἴδει παρθένου ψυχὴ, εἶτά τις αὐτὴν τοῖς εἰς δυσσέβειαν λόγοις καταμιάνας ἁλῷ, καὶ παρενεγκὼν ἐκ πλάνης εἰς πλάνησιν, ὁποῖόν τι δρῶσιν αἱρετικοὶ, τοὺς ἐξ ἐθνῶν ἔσθ' ὅτε καὶ Ἰουδαίων ἁρπάζοντες, ἕπεσθαί τε σφίσιν αὐτοῖς ἀναπείθοντες, οὐκ ἀζήμιον εὑρήσει τὸ ἐγχείρημα. Ἀποτίσει γὰρ τῷ πατρὶ τῶν πνευμάτων, τουτέστι, τῷ Θεῷ, τῆς πλημμελείας τοὺς λόγους, ὡς ἐν ζημίᾳ χρημάτων ὑποτυπουμένης εὖ μάλα. Τὸ δὲ, Αὐτοῦ ἔσται γυνὴ, τῇ ἱστορίᾳ χρήσιμον. {ΠΑΛΛ.} Συνίημι ὃ φής· διπλοῦς γὰρ ὁ νόμος· σαρκικός τε καὶ πνευματικός. {ΚΥΡ.} Ἐπιτήρει δὲ, ὅπως οὐδὲ ὁ τῆς ἀρχαίας ἐντολῆς ἠγνόησε λόγος, ὅπερ ἔφη Χριστὸς ἀνδρός τε πέρι καὶ γυναικός· «Ὃ οὖν Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.» Αὐτοῦ γὰρ ἔστω γυνὴ, φησὶν, ἀνθ' ὧν ἐταπείνωσεν αὐτήν· οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον. Καὶ πρός γε τούτῳ, διανοοῦ τῆς πανάγνου παρθενίας, ὁπόσον ἐστὶ τὸ ὡς ἐν αὐχήμασιν ὑψηλόν· ταπείνωσιν γὰρ οἶδέ τε καὶ ὀνομάζειν ἀξιοῖ τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος, τὴν διαπαρθένευσιν, καὶ οἱονεὶ τῆς σεμνότητος τὴν ἀπόθεσιν. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Ἀποφήσας δὴ οὖν ὡς θεομισῆ καὶ ἀνόσιον ἀληθῶς τὸν τῶν ἑτεροδόξων φενακισμὸν, καὶ τὴν εἰς φαυλότητα παρατροπὴν τῶν παραφθείρειν εἰωθότων τοὺς ὀρθοποδεῖν ᾑρημένους, καὶ τὴν ἐφ' ἃ μὴ προσ 68.545 ῆκεν ἀπαγωγὴν, ἐπινενόηκέ τι καὶ ἕτερον, ὃ δὴ καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος Παῦλος μαθημάτων ἄριστον ἐποιεῖτο, λέγων· «Μὴ λογομαχεῖν ἐπ' οὐδενὶ χρησίμῳ, ἢ ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.» Αἱ γὰρ περιτταὶ διαλέξεις, καὶ τὸ φιλόνεικον κομιδῇ περὶ ζητήσεις, οὐκ ἀναγκαίας γεννῶσι μάχας, καὶ τὸν τῶν ἀκροωμένων τύπτουσι νοῦν· οἱ μὲν γὰρ, ἐξ ἐλαφρίας, τὸ μὴ ὀρθῶς ἔχον τε καὶ εἰρημένον ἔσθ' ὅτε προαλῶς τε καὶ ἀμαθῶς εἰσδέχονταί τε καὶ ἐπαινεῖν σπουδάζουσιν· οἱ δὲ, τοῖς ἀρίστοις τὴν αἰσχίω ψῆφον ἐπάγοντες, τὴν ἴσην τοῖς ἄλλοις ἠῤῥωστηκότες ἀπαιδευσίαν, ἁλοῖεν ἄν· ὀλίγοι δὲ παντελῶς οἱ διακρίνειν εἰδότες, καὶ τοῦ κατασίνεσθαι πεφυκότος προτάττειν τὸ ὠφελοῦν. Ἄπληγα δὲ τὸν νοῦν οὗτοι διατηροῦσι μόλις ἐν ταῖς τῶν ἑτέρων λογομαχίαις. Οὐκοῦν ὡς ἔσται τὸ χρῆμα τοῖς δρᾷν ἐθέλουσιν οὐκ ἀζήμιον, ὑπαινίττεται πάλιν ἡμῖν ὁ νόμος, λέγων· «Ἐὰν δὲ μάχωνται δύο ἄνδρες, καὶ πατάξωσι γυναῖκα ἐν γαστρὶ ἔχουσαν, καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ἐπιζήμιον ζημιωθήσεται, καθότι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικὸς, καὶ δώσει μετὰ ἀξιώματος. Ἐὰν δὲ ἐξεικονισμένον ᾖ, δώσει ψυχὴν ἀντὶ ψυχῆς.» Λόγος μὲν οὖν, ἐν μήτρᾳ τὸ ἔμβρυον, ἀνθρωποειδὲς ὁρᾶσθαι μόλις, καὶ εἰς τύπον ἰέναι τοῦ καθ' ἡμᾶς σώματος τότε, ὅτε καὶ ἀριθμὸς ἐπ' αὐτῷ τεσσαρακοστῆς ἡμέρας διαπεραίνεται. Ταύτῃτοί φασι Μωσέα μὲν τὸν πανάριστον ἐκ τῆς ἐν Αἰγύπτῳ πλάνης οἱονεί πως ἀνωδίνοντά τε καὶ ἀναμορφοῦντα τὸν Ἰσραὴλ εἰς τὴν ἐν νόμῳ ζωὴν, σιτίων ἀπέχεσθαι καὶ ποτῶν· «Ἄρτον γὰρ, φησὶν, οὐκ ἔφαγον, καὶ ὕδωρ οὐκ ἔπιον τεσσαράκοντα ἡμέρας.» Καὶ εἰς ἡμᾶς δὲ αὐτοὺς, ὑποτοπητέον δράσαι τε τοῦτο καὶ ὑπομεῖναι Χριστόν. Ἀνεμορφοῦτο γὰρ ἐν αὐτῷ πρὸς ἁγιασμὸν δι' ἐγκρατείας ἡ φύσις, ἐξ ἀκρατοῦς ὀρέξεως ἐν ἀρχαῖς ἐν τῷ πρωτοπλάστῳ τὸν εἰς ἁμαρτίαν καὶ παράβασιν ἀῤῥωστήσασα μολυσμόν. Ταυτὶ μὲν ἡμᾶς οὐκ ἀπίθανον ἐννοεῖν· πλὴν, ὅπως ποτ' ἂν ἔχοι τῆς ἱστορίας ὁ λόγος, παρείσθω νυνί· πῶς δ' ἂν νοεῖσθαι πρέποι, τὸ