De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
γὰρ, ἴσθι· καὶ τί τὸ χρῆμα, εἰπεῖν οὐκ ἔχω. {ΚΥΡ.} Οὐκοῦν ἐφ' ἑκάστῳ τῶν προκειμένων ῥητῶν, εἰς θεωρίαν τὴν ἐπ' αὐτοῖς τὸ τελοῦν ἁρπάσας, σαφῆ καὶ εὐκρινεστάτην, ὡς ἂν οἷός τε ὦ, ποιήσομαι τὴν ἀφήγησιν. Ἐγήγερται μὲν γὰρ, ὦ Παλλάδιε, κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ, ὡς ἐν θέσει τε καὶ ἐν εἴδει διπλῷ. Καὶ μία μὲν ἦν ἡ ἐσωτάτη· ὄνομα δὲ αὐτῇ, τὰ Ἅγια τῶν ἁγίων. Προεισβολὴ δὲ ὥσπερ τις καὶ περὶ αὐτὴν ἡ πρώτη, τὰ ἐπίκλην Ἅγια. Καὶ εἰς μὲν τὴν ἐσωτάτω σκηνὴν, ἡ κιβωτὸς ἀπετέθειτο, ἐπὶ τεσσάρων στύλων χρυσῶν ἔχουσα περιπέτασμα πεποιημένον ἐντέχνως ἐξ ὑακίνθου καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου νενησμένης. Εἰ 68.661 ρηκότες δὲ ἤδη, καὶ, καθάπερ ἐγᾦμαι, διαρκῶς τὰ ἐπί τε τῇ βύσσῳ καὶ τῇ πορφύρᾳ, καὶ τῷ κεκλωσμένῳ κοκκίνῳ, καὶ μέν τοι καὶ ὑακίνθῳ, παρωσόμεθα μὲν τὸ ταυτοεπές· ἐκεῖνό γε μὴν ἐροῦμεν εἰς τὸ παρόν· Τὸ καταπέτασμα τὸ ἐπὶ τεσσάρων στύλων χρυσῶν, ὧν αἱ βάσεις ἀργυραῖ, τὸ Χριστοῦ μυστήριον ὑπεδήλου τότε. Τί γάρ; οὐχὶ καταπέτασμα τὸ σῶμα Χριστοῦ καὶ σοφὸς ἡμῖν ὠνόμασε Παῦλος, οὕτω λέγων, «Ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι, τῆς σαρκὸς αὐτοῦ;» {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Ἄθρει δὴ οὖν ὡς ἐν σκιαῖς καὶ αἰνίγμασιν, ὅτι Θεὸς ὢν καὶ ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν ὁ Λόγος, ὡς ἐν χρυσῇ καὶ ἀσήπτῳ γέγονε κιβωτῷ, τῷ ἐκ Παρθένου ναῷ· ἄσηπτον γὰρ καὶ τίμιον τὸ σῶμα Χριστοῦ· μονονουχὶ δὲ καὶ ἐκρύπτετο καθάπερ ἐν τάξει καταπετάσματος, τὴν σάρκα λαβών· κρύπτεσθαι δέ φαμεν τὸν ἐκ Θεοῦ Λόγον, οὐχ ὡς ἐν βραχεῖ περιορισθέντα σώματι· πανταχῆ γὰρ καὶ ἐν πᾶσιν ὁ Υἱός· ἀλλὰ τῷ λανθάνειν οἰκονομικῶς, καὶ τὸν τῆς ἀναδείξεως ὑπομένειν καιρόν. Ἀναδείξεως δὲ τῆς εἰς ἅπαντας ὁ καιρὸς, ἡ ἐκ νεκρῶν ἀναβίωσις. Πρὸ μὲν γὰρ τοῦ τιμίου σταυροῦ, τοῖς ἁγίοις ἐπέταττε μαθηταῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιῶσι. Γέγραπται γὰρ ὡδί. Μετὰ δέ γε τὸ ἀναβιῶναι παθόντα τὸν θάνατον, «Πορευθέντες, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Οὐκοῦν ἐπεκρέματο μὲν τοῖς στύλοις τὸ καταπέτασμα, κατακαλύπτον ἔσω τὴν κιβωτὸν, τύπος δ' ἂν εἴη Χριστοῦ, τοῖς τῶν ἁγίων εὐαγγελιστῶν κηρύγμασιν αἰρομένου τε ὑψοῦ, καὶ ἐν δόξῃ θεότητος ὁρωμένου τοῖς ἐν τῇ ἁγίᾳ σκηνῇ, τουτέστι, τῇ Ἐκκλησίᾳ. Τέσσαρες δὲ οἱ στύλοι, χρυσοῖ καὶ περιάργυροι· ἰσάριθμοι δὲ αὐτοῖς οἱ εὐαγγελισταὶ, λαμπροί τε καὶ τίμιοι. Οὐκοῦν ἔκειτο μὲν ἡ κιβωτὸς, ἄνωθεν δὲ κάτω διῆκον τὸ καταπέτασμα, τὸ ἐκ βύσσου καὶ πορφύρας καὶ τῶν ἄλλων, οὐχ ὁρατὴν ἐτίθει. Ἄνωθεν δὲ τοῦ καταπετάσματος καὶ τῶν εἰς δεξιά τε καὶ εὐώνυμα Χερουβὶμ, ἐχρημάτιζε Θεὸς, δεικνὺς ὅτι καὶ ὑπὲρ πᾶσαν κτίσιν ἐστί· καὶ αὐτὰ δὲ πάντα τὰ τῶν λογικῶν ἀνωτάτω, τουτέστι τὰ Σεραφὶμ, τὴν θείαν τε καὶ ἄῤῥητον ὑποκάθηται δόξαν, καὶ αὐτὸν δορυφοροῦντα τὸν Υἱὸν, εἰ καὶ γέγονε σὰρξ, καὶ ὡς ἐν ὑφέσει τυχὸν τῆς πρὸς τὸν Πατέρα ἰσότητος, καθὸ πέφυκεν ἄνθρωπος. Τοιγάρτοι καὶ ἔφασκεν αὐτός· «Ὁ Πατήρ μου μείζων μού ἐστιν.» Ἶσος δὲ ὢν κατὰ φύσιν τῷ γεγεννηκότι, τὸ ἐν μείοσι γενέσθαι φησὶ διὰ μόνον τὸ ἀνθρώπινον. ∆ιὰ τοῦτο καὶ ἐν τῇ ἁγίᾳ σκηνῇ, κύκλῳ μὲν τοῦ καταπετάσματος, τὰ Χερουβὶμ, καὶ αὐτὰ ὡς Θεὸν δορυφοροῦντα τὸν Υἱόν. Καὶ μὴν καὶ αὐτοῦ τοῦ καταπετάσματος ἄνωθεν, ὃ ἦν εἰς τύπον Χριστοῦ, νοεῖται Θεός. «Καὶ γνωσθήσομαι» γὰρ, φησὶν, «ἐκεῖθεν, καὶ λαλήσω σοι.» Ἐπέκεινα γὰρ πάσης κτίσεως ὁ Πατὴρ, καὶ αὐτοῦ τοῦ Ἐμμανουὴλ, οὐ καθ' ὃ νοεῖται καὶ ἔστι Θεός· ἶσος γάρ ἐστι κατὰ πάντα Θεῷ· ἀλλ' ὅσον 68.664 ἧκεν εἰς δούλου μορφὴν, καὶ εἰς ἀνθρωπότητος μέτρον. {ΠΑΛΛ.} Ὡς λεπτὸς ὁ λόγος καὶ βαθύς. {ΚΥΡ.} Ἔρχεται δὲ ὅμως οὐκ ἀπὸ σκοποῦ. {ΠΑΛΛ.} Σύμφημι. {ΚΥΡ.} Ἐχούσης δὲ ὧδε τῆς κιβωτοῦ, «Καὶ θήσεις, φησὶ, τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾷν ἐναντίον τῆς κιβωτοῦ.» Καὶ Χριστὸς μὲν ὅτι τὸ θυσιαστήριόν ἐστι τὸ χρυσοῦν, διαρκῶς ἡμῖν εἰρῆσθαι δοκῶ. Τέθειταί γε μὴν ἀπέναντι τῆς κιβωτοῦ, ἐφ' ᾗ τὸ καταπέτασμα, καὶ κύκλῳ τὰ Σεραφὶμ, καὶ ἀνωτέρω