De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἄξιος ᾖ πληγῶν ὁ ἀσεβῶν, καὶ καθιεὶς αὐτὸν ἐναντίον τῶν κριτῶν, καὶ μαστιγώσουσιν αὐτὸν ἐναντίον αὐτοῦ, κατὰ τὴν ἀσέβειαν αὐτοῦ, ἀριθμῷ τεσσαράκοντα μαστιγώσουσιν αὐτὸν, οὐ προσθήσουσιν, ἐὰν δὲ προσθήσωσι μαστιγῶσαι αὐτὸν, ὑπὲρ ταύτας τὰς πληγὰς πλείους, ἀσχημονήσει ὁ ἀδελφός σου ἐναντίον σου.» 68.573 {ΠΑΛΛ.} Καὶ τίς ἂν ὁρῷτο πάλιν ἡμῖν ὁ λόγος, τοῦ χρῆναι πληγαῖς ἀριθμῷ τεσσαράκοντα μόναις καταπαίεσθαι τοὺς κατεγνωσμένους; αἰσχύνει δὲ ὅπως τινὰς, τὸ ὑπὲρ τούτου φράσον. {ΚΥΡ.} Κατὰ πολλοὺς ἡμῖν τρόπους τὸ Χριστοῦ μυστήριον σκιαγραφεῖται καλῶς διὰ τῆς ἀρχαίας ἐντολῆς, καὶ τὸ σωτήριον ἡμῖν οἱονεὶ πλαστουργεῖται πάθος, ἐν ᾧ, καὶ δι' οὗ παντὸς ἀπηλλάγμεθα τοῦ κακοῦν ἰσχύοντος, καὶ ἀνηκέστοις ἡμᾶς ἐνιέντος συμφοραῖς· καὶ ὥσπερ ἔναγχος ἔφην, τὸ δι' ἑπτὰ ἐτῶν ἀνεῖσθαι τοὺς ὠφληκότας, τὸν τῆς ἁπάντων ἀφέσεως καιρὸν ὑπαινίττεται. ∆εδικαιώμεθα γὰρ ἐν Χριστῷ, καὶ δεδιδάγμεθα λέγειν ἐν προσευχαῖς, πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, «Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν·» οὕτω κἀνθάδε, τὸ μέχρι πληγῶν τεσσαράκοντα προήκειν τοῖς παίουσιν, ἤτοι παιομένοις τὰς διὰ μαστίγων αἰκίας, τὸν τριπόθητον ἡμῖν τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς ἀποφαίνει καιρὸν, καθ' ὃν τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ μεμαλάκισται μὲν αὐτὸς διὰ τὰς ἁμαρτίας ἡμῶν, ἐμπαροινησάντων εἰς αὐτὸν τῶν ἐξ Ἰσραὴλ, καὶ τὰς κατὰ νώτων πληγὰς ἐπενεγκόντος Πιλάτου, ποινῆς δὲ ἡμεῖς καὶ κολάσεως ἐξῃρήμεθα. Πάλαι γὰρ ἦσαν πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, κατὰ τὸ γεγραμμένον, ἀλλ' ὑπὲρ ἡμῶν ἐμαστίχθη Χριστός· ὥσπερ γὰρ ὑπὲρ πάντων ἀπέθανεν, οὕτω καὶ ὑπὲρ πάντων ἐμαστιγοῦτο πάλιν, εἷς ὢν ὁ πάντων ἀντάξιος. Τὸν δέ γε τεσσαρακονθήμερον ἀριθμὸν εἰς τὸν πεντάκις ὀκτὼ κατατεμὼν, χρήσιμον εὑρήσεις τῇ τοῦ καιροῦ σημασίᾳ, τὸν πέντε καὶ τὸν ὀκτὼ, ἐπιδεδήμηκε γὰρ ὁ Μονογενὴς ἐν πέμπτῳ καιρῷ, κατά γε τὴν Εὐαγγελικὴν παραβολήν· Ἐμισθοῦτο γάρ τις εἰς τὸν ἀμπελῶνα τοὺς ἐργάτας· ἐξελθὼν δὲ περὶ τὴν ὥραν πρώτην, τρίτην τε καὶ ἕκτην, καὶ ἐννάτην καὶ ἑνδεκάτην· ἐγήγερται δὲ κατὰ τὴν ὀγδόην, τοῦ θανάτου καταλύσας τὸ κράτος, καὶ τῆς ἐπεισάκτου φθορᾶς τὴν μητέρα συνδιολλὺς αὐτῷ, τοῦτ' ἔστιν, ἁμαρτίαν, ἧς ἀνῃρημένης, ἀργεῖν ἀνάγκη καὶ μάστιγας, καὶ τὰς δι' αὐτὴν ποινὰς καὶ κολάσεις. Οὐκ ἐᾷ τοιγαροῦν ὁ νόμος ὑπερτρέχειν ἔτι τὴν μάστιγα τὸν τεσσαρακοστὸν ἀριθμὸν, μέχρι τῆς Χριστοῦ παρουσίας καὶ οἱονεί πως ἱστὰς τὰ κολαστήρια, καὶ τὸν τῆς ἀφέσεως κατασημαίνων καιρόν. Τῆς γὰρ ἀληθείας οἱ τύποι τὸ κάλλος ὠδίνουσιν. Ἰστέον δὲ ὅτι προσκρούσας ὁ Ἰσραὴλ, τεσσαρακοστὸν ἔτος ἐπλανᾶτο τὴν ἔρημον· ὅρκῳ γὰρ ὤμοσεν ὁ Θεὸς, μὴ εἰσάξειν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Καὶ ἦν ὅρος οὗτος αὐτοῖς τῆς ὀργῆς, παρῳχηκότος δὲ τοῦ καιροῦ, λέλυται μὲν ἡ ὀργὴ, διέβησαν δὲ τὸν Ἰορδάνην οἱ ἐξ αὐτῶν, καὶ εἰσέφρησαν εἰς τὴν γῆν, οὐχ ὑπερδραμούσης τῆς ἀγανακτήσεως τὸ τεσσαρακοστὸν ἔτος. Τύπος οὖν ἄρα καὶ τοῦδε σαφὴς, τὸ μέχρι πληγῶν τεσσαράκοντα καταπαίεσθαι τινὰς, ἀφέσεως γὰρ ὁ μετὰ τοῦτο καιρὸς, διάβασιν ἡμῖν εἰσφέρων τὴν τοῦ Ἰορδάνου τὴν μυστικὴν, καὶ μὴν καὶ μαχαίρας πετρίνας, ὅ ἐστι, τὴν ἐν πνεύματι περιτομὴν, καὶ τὴν Ἰησοῦ στρατη 68.576 γίαν· γέγονε γὰρ ἡμῖν καθηγητὴς ὁ Χριστὸς, μετὰ Μωσέα καὶ νόμον. {ΠΑΛΛ.} Πείθομαι. {ΚΥΡ.} Ἵνα τοίνυν ὀρθῶς τε καὶ ἀδεκάστως τὰ παρεμπίπτοντα διακρίνοιτο, καὶ οἱ τῆς πλεονεξίας ἀφανίζοιντο τρόποι, «Κριτὰς, φησὶ, καὶ γραμματοεισαγωγεῖς καταστήσεις σεαυτῷ ἐν πάσαις ταῖς πόλεσί σου, αἷς Κύριος ὁ Θεὸς δίδωσί σοι, κατὰ φυλὰς καὶ κρινοῦσι τὸν λαὸν δικαίαν κρίσιν. Οὐκ ἐκκλινοῦσι κρίσιν, οὐδὲ ἐπιγνώσονται πρόσωπον, οὐδὲ λήψονται δῶρα· τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καὶ ἐξαίρει λόγους δικαίων.» Ὤετο γὰρ δεῖν ὁ νόμος, καὶ μάλα εἰκότως τοὺς οἵπερ ἂν εἶεν εἰς τὸ δικάζειν ἠγμένοι, καὶ τοῦ χρηματίζεσθαι φιλεῖν ὁρᾶσθαι βελτίους, καὶ τῇ πρός τινας αἰδοῖ μὴ χαριζομένους τοῦ καλῶς καὶ ἀδιαβλήτως ἔχοντος τὴν παράβασιν, καὶ μὴν καὶ τὸ ἑτεροκλινὲς, ὡς ἀνόσιον ἀποσειομένους