De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἡμᾶς, μᾶλλον δὲ ἢ κατὰ πᾶσαν τὴν κτίσιν. ∆υσφημίαν δὲ, τί ἂν λέγοιμι λοιπὸν, ὅποι τέ ἐστι, καὶ ἵν' ἀποφέρῃ κακοῦ τοὺς αὐτῇ χρωμένους, ἣν θανάτῳ μὲν πικρῷ καὶ ὁ πάλαι τιμᾶται νόμος. Καταδεδίκακε δὲ καὶ αὐτὸς ὁ Χριστὸς, ἀφύκτοις τε καὶ ἀτελευτήτοις κακοῖς· «Ὃς γὰρ ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι.» Πνεῦμα λέγων τὴν ὑπὲρ σῶμα φύσιν, ὅπερ ἐστὶ Θεὸς, ᾧ τὴν γλῶτταν ἀχάλινον ὁ ἐπαφεῖναι τολμῶν, τοὺς τῆς ἀθυροστομίας ἐκθεριεῖ καρπούς. «Χείλη γὰρ ἄφρονος, ἄγουσιν αὐτὸν εἰς κακὰ, καθὼς γέγραπται. Τὸ στόμα δὲ αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται.» Τοιγάρτοι καὶ ὁ θεσπέσιος ἔφασκε Μελῳδός·» Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας.» Εἶεν δ' ἂν οὗτοι, κατὰ Θεοῦ καὶ τῆς ἀῤῥήτου καὶ ἀκηράτου φύσεως ἀνοσιωτάτη καταβοή. {ΠΑΛΛ.} ∆εῖ δὴ οὖν ἄρα διερηρεῖσθαι καλῶς, τοὺς ἰέναι μὲν ἀμωμήτως τὴν ἐπ' εὐθὺ σπουδάζοντας, Θεῷ δὲ προσκρούειν οὐκ ἀνεχομένους. {ΚΥΡ.} Οὕτω φημί. Πρὸς γάρ τοι τοὺς προσιόντας Θεῷ μὴ ἐξ ὑγιοῦς καρδίας, ἀλλ' ὑπόπτου καὶ παρεφθαρμένης, καὶ ἀῤῥωστεῖν ἑλομένης τὸ ἄναλκί τε καὶ εὐκατάσειστον, ὁ προφήτης φησίν· «Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν, ἢ Βάαλ, Βάαλ, ἢ Θεῷ Θεῷ;» Τὸ γὰρ μήτε πρὸς πίστιν εἰσάπαν ὑγιὲς, μήτε μὴν εἰς πλάνησιν διαπεπῆχθαι φιλεῖν, ἐπ' ἄμφω τε χωλεύειν ἐστὶ, καὶ μὴν, τὸ ἐφ' ἑκατέρῳ καταφθείρει γνήσιον. Πρόφασις δὲ τῆς οὕτω σαθρᾶς καὶ εὐδιακλάστου γνώμης γένοιτ' ἂν, οἶμαι, τισὶ τὸ κατάπλαστον ποιεῖσθαι καὶ οὐκ ἀληθῆ τὴν εἰς Θεὸν ἀγάπησιν, καὶ ὑποκρίνεσθαι μὲν τὸ χριστιανίζειν βούλεσθαι, μὴ μὴν ἐξ ὅλης καρδίας τοῦτο δρᾷν, μήτε μὴν αἰδοῖ τῇ πρὸς τὸ ἀληθὲς ἀναπεπεισμένους καὶ τετιμηκότας τὸ ἔχον ὀρθῶς· ἀλλ' ἢ θηρωμένους 68.477 τὸ σφίσιν αὐτοῖς καθ' ἡδονὴν, ἢ κινδύνου φόβον, καὶ δυσημερίας ἀγρίαν ἔφοδον οἱονεὶ καταγοητεύοντας τῇ πίστει προσεληλυθέναι δοκεῖν, ἵνα πολλοὺς ἔχοιεν τοὺς συναθλεῖν ᾑρημένους, καὶ τὴν οἰκείαν δανείζειν φροντίδα. Ἀλλ' ἐσχάτη τοῖς τοιούτοις ἀπονεμηθήσεται φροντὶς, καὶ ἐν τοῖς ὅτι μάλιστα καταβεβλημένοις ὁ κλῆρος, ἀτιμότατοί τε καὶ ἀπεῤῥιμμένοι καὶ μόλις ἀποκερδαίνοντες τὸ ἀξιοῦσθαι ζωῆς, ἁλοῖεν ἂν Θεοῦ βασανίζοντος τὰ ἐν ἡμῖν κεκρυμμένα· ὁποῖοί τινες ἦσαν οἱ ἀπὸ Γαβαών. Προσκεχωρήκασι μὲν γὰρ τῷ Ἰησοῦ ποτε, καὶ τῷ λαῷ τοῦ Θεοῦ προσοικειοῦσθαι λίαν ἐξελιπάρουν· πλὴν οὐκ ἀκακουργὸν ἐποιοῦντο τὴν προσδρομὴν, οὔτε μὴν ἁπλῆν τε καὶ ἀκαπήλευτον, καὶ ὡς ἐξ ἀγάπης τῆς πρὸς Θεὸν, ἀλλ' ἐν ὑποκρίσει καὶ δόλῳ. Καὶ διέλαθον μὲν ἐν ἀρχαῖς. Ἐπειδὴ δὲ πικρὰ δρῶντες ἡλίσκοντο, καὶ κατεφωράθησαν κακόνοοί τε καὶ πολυγνώμονες, ἐν τοῖς ἐσχάτοις ἐτάττοντο. Γεγόνασι γὰρ ξυλοκόποι τε καὶ ὑδροφόροι πάσῃ τῇ Συναγωγῇ. Ὁρᾷς οὖν ὅποι κατακομιεῖ τὸ μὴ γνήσιον, καὶ τὸ μὴ ἑλέσθαι τιμᾷν ἐξ ὑγιοῦς διανοίας τὴν πρὸς ἁγίους οἰκειότητα πνευματικήν. Ἀπατῶσι μὲν γὰρ ἔσθ' ὅτε τινὲς, καὶ οὔτι πού φημι τὸν πάντα εἰδότα Χριστὸν, τοὺς ἐν τύπῳ δὲ μᾶλλον αὐτοῦ, τουτέστιν, τοὺς λαῶν ἡγουμένους. Καθάπερ ἀμέλει κἀκεῖνοι τότε τὸν Ἰησοῦν εἰς εἰκόνα καὶ ὑποτύπωσιν παρενεχθέντα Χριστοῦ, καὶ εἰσελαύνουσι μετὰ δόλου κατασκιασμάτων, ἐν βάθει διαλογισμῶν, καὶ τῆς εἰς νοῦν πονηρίας προϊσχόμενοι τὴν ὑπόκρισιν· καταγινωσκόμενοι δὲ, λαθεῖν γὰρ οὐκ ἔνι, σωθήσονται μόλις, μοῖραν ἔχοντες τὴν δουλοπρεπῆ καὶ ἐσχάτην· ἀνελευθέρου γὰρ γνώμης, ἀπάτη καρπός. Ἡμεῖς δὲ, οἷς τὸ φρονεῖν ὑγιῶς τὰ τοῦ Θεοῦ σκοπὸς καὶ ἀποσπουδάζεται τὰ λοιπὰ, προσκεισόμεθα τῷ ἰδίῳ ∆εσπότῃ καὶ Θεῷ τῶν ὅλων, ἐξ ἁπλῆς καρδίας, ἐκ διανοίας ὀρθῆς, ἐξ ὁλοτελοῦς ἀγάπης, ἀῤῥωστεῖν τὸ δίψυχον οὐκ ἀνεχομένης, ἀποφοιτώσης δὲ παντελῶς ἠθῶν καὶ φρονημάτων Ἑλληνικῶν, καὶ ἰούσης ὡς ἀπωτάτω καὶ μάλα γοργῶς τῶν ἐκ νόμου καταδεδικασμένων. Ἐσόμεθα γὰρ οὕτω τέλειοι ἐναντίον Κυρίου τοῦ Θεοῦ, κατὰ τὸ γεγραμμένον, καὶ λαμπροὶ, καὶ