De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
καταμιαίνουσαν ἐποίσει ψῆφον. Τοῦτο εἶναί φημι, τὸ παθεῖν τὴν λέπραν εἰς κεφαλὴν, ἢ πώγωνα. Εἰ δὲ δὴ γένοιτο μὲν ὡς ἐν ἀρχαῖς τοῦ παθεῖν ὁ νοῦς, οὐ μὴν ἀπονενευκὼς ὁρῷτο παντελῶς, εἰς τὸ νοσεῖν ἅπερ ἔφην, ἀφορίζεται μὲν συμμέτροις ἐπιτιμήσεσιν ὑπενηνεγμένος, ἔσται δὲ οὐχὶ παντελῶς ἀκάθαρτος, οὔτε μὴν ἀλλότριος Θεοῦ, πλυνάμενος δὲ τὰ ἱμάτια, καθαρὸς ἔσται, τουτέστι, δέξεται πρὸς ἐπικουρίαν, τὴν ἐν Χριστῷ δικαίωσιν. Ἡ δέ γε τῶν τριχῶν ξύρησις, παρατιθεῖσα τῷ ἱερεῖ τὸ τραῦμα γυμνὸν, ὑποσημήνειεν ἂν τὸ οἱονεὶ πάντα ἐκ μέσου χωρεῖν, καὶ γυμνὴν καὶ ἀπαραπόδιστον τοῖς τῆς θεότητος ὀφθαλμοῖς, τὴν ᾧ ἂν βούλοιτο καθορᾷν παρακεῖσθαι θέαν. «Οὐ γάρ ἐστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ,» κατὰ τὸ γεγραμμένον. {ΠΑΛΛ.} Ἀληθές. Ἔφη γάρ που διὰ φωνῆς ἁγίου· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν, μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι;» {ΚΥΡ.} Ἄθρει δὴ, ὦ Παλλάδιε, πολὺ δὴ μᾶλλον ἰσχνολογοῦντα τὸν νόμον· καὶ τῶν ἀναγκαίων εἰς εἴδησιν μεθέντα μηδὲν, ὃ μὴ τοῖς ἰδίοις κανόσιν ὑποτιθεὶς, ὀνίνησι τοὺς ἀκροωμένους. «Παραπτώματα μὲν γὰρ οὐδεὶς συνήσει,» κατὰ τὸ γεγραμμένον, «πολλὰ δὲ πταίομεν ἅπαντες.» Νοσεῖ γὰρ ἡ φύσις τὸ ἄναλκι, καὶ τὸ εὐόλισθον εἰς τὸ πλημμελές· καὶ, «Καθαρὸς οὐδεὶς ἀπὸ ῥύπου, καὶ,» καθὰ Γράμμα φησὶν ἱερὸν, «οὐδ' ἂν μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς.» Ταύτῃτοι καὶ ὁ θεσπέσιος ἡμῖν ἀναμέλπει ∆αβίδ· «Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.» Ὅρα τοίνυν τὸν νόμον ἀνέντα χρηστῶς τῶν τοιούτων παραπτωμάτων ἡμῖν τὴν γραφὴν, καὶ ἐξ ἡμερότητος καθαρίζοντα τοὺς ἐξ ὀλισθήματος ἀνθρωπίνου πικροῖς μονονουχὶ καὶ ἀνεθελήτοις ὑπενηνεγμένους πταίσμασιν. Ἔφη γὰρ ὧδε· «Καὶ ἀνδρὶ ἢ γυναικὶ ἐὰν γένηται ἐν δέρματι σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκανθίζοντα, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκανθίζοντα, ἀλφός ἐστιν, ἐξανθήσει ἐν τῷ δέρματι τῆς σαρκὸς αὐτοῦ, καθαρός ἐστι.» Καίτοι τῆς ἀκριβείας ἐρευνωμένης, πάθος ἂν εἴη σαρκὸς, καὶ λέπρας ἀγχοῦ, τὸ παθεῖν ἀλφόν. Ἀλλ' οὐ νοσεῖ τὴν νέκρωσιν, οὔτε μὴν τὸ ἄγαν ἀπεγνωσμένον. Τοιαῦτα δέ πώς ἐστι καὶ τὰ ἐν ἡμῖν παραπτώματα, πάθη μὲν οὖν ὁμολογουμένως, πλὴν, οὐκ εἰς θάνατον καὶ ψυχῆς καταφθοράν. Ἀκριβολογεῖται δὲ οὐ λίαν ὁ κριτὴς, ὅτι «Αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν,» καὶ τὸ τῆς ἡμετέρας φύσεως οὐκ ἠγνόησεν ἀσθενές. Κατανεύει δὴ οὖν τὴν ἄφεσιν ἐξ ἐμφύτου φιλανθρωπίας. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ, Ἀλφὸς καθαρός ἐστιν. Ἀλλὰ καὶ εἰς νοῦν ἔσθ' ὅτε συμβαίνει καὶ τοῖς ἀγαθοῖς τὰ σμικρὰ τῶν αἰτιαμάτων, οἷον φέρε εἰπεῖν, παροξυσμοὶ βραχεῖς, σύμμετροι κινήσεις αἱ πρὸς ὀργὰς, ὀλιγοψυχίαι πρὸς ἀδελφοὺς, καὶ κενῶν ἔσθ' ὅτε δοξα 68.993 ρίων ἔφεσις, καὶ τὰ τοιάδε τῶν παθῶν, καὶ αὐτοῖς ἔσθ' ὅτε τοῖς ἀδιάβλητον ἔχουσι τὴν ζωὴν, καὶ καθαροῖς ἀληθῶς, συμβαίνειν ἔθος. Ἀνθρώπινα γὰρ, καὶ οἱονείπως πᾶσι κοινὰ, τοῖς τὸν ἐν σαρκὶ καὶ αἵματι διαζῶσι βίον. Ὑπογράφει δὴ οὖν ὁ νόμος καὶ ταυτὶ πάλιν αἰνιγματωδῶς, οὕτω τέ φησιν· «Ἐὰν δέ τινι μαδίσῃ ἡ κεφαλὴ αὐτοῦ, φαλακρός ἐστι, καθαρός ἐστιν. Ἐὰν δὲ κατὰ πρόσωπον μαδίσῃ ἡ κεφαλὴ αὐτοῦ, ἀναφάλαντός ἐστι, καθαρός ἐστιν.» Ἡ τριχῶν ἀνεθέλητος ἀποβολὴ, κεφαλῆς ἂν εἴη πάθος, νοῦ δὲ εἰς τύπον ὠνομάσθαι τὴν κεφαλὴν, ἀρτίως ἐλέγομεν· νοῦ γὰρ ἐνδιαίτημα κεφαλὴ, κατά γε τό τισι δοκοῦν. {ΠΑΛΛ.} Μεμνήσομαι. {ΚΥΡ.} Οὐκοῦν τὰ κεφαλῆς πάθη σωματικῆς, ἐμφαίνειν ἂν εἰκότως τὰ εἰς νοῦν ἀῤῥωστήματα, σμικρὰ δὲ δὴ πάλιν, καὶ τὰ οἷς ἂν ἕποιτο ἀνεῖσθαι πρέπειν. Ἀπαλλάττει δὴ οὖν ὁ νόμος παντὸς ἡμᾶς ἀνθρωπίνου πάθους, καὶ μολυσμῶν ἀνεθελήτων, οἵπερ ἂν ἡμῖν ἐπισυμβαίνοιεν, ἐπεί τοι τὸ ἄναλκι νοσεῖν ἀνάγκη τῇ φύσει, καὶ ἀπηλλάχθαι παθῶν εἰσάπαν οὐ τοῦ παρόντος καιροῦ, πρέποι δ' ἂν αἰῶνι τῷ μέλλοντι, καθ' ὃν ἐκ βάθρων ἡ ἁμαρτία κατασεισθήσεται, καὶ εἰς ἀλώβητον παντελῶς μεταχωρήσομεν βίον. «Πλὴν εἰ γένοιτο,» φησὶν, «οὐλὴ σημασίας πυῤῥίζουσα ἐν τῷ φαλακρώματι, ἢ ἐν τῷ