De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
νόμου τὸ χρῆμα! {ΚΥΡ.} Αἴνιγμα γὰρ, ὦ Παλλάδιε, καὶ οἱονεὶ λεπτῶν τε καὶ διεσμιλευμένων ἐννοιῶν, ἀσυμφανὲς ἀποσκίασμα. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Τρεῖς μὲν οὖν καιροὺς ὁ νόμος ἔφη, καθ' οὓς ἂν ἡμᾶς ἑορτάζειν πρέποι. Τρεῖς γὰρ, φησὶ, 68.1104 καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι. Βούλει δὴ οὖν, ἐπὶ δυσὶν ἤδη γεγονότος ἡμῖν ἀποχρώντως τοῦ λόγου, τίς ὁ τρίτος, καὶ ἐφ' ὅτῳ περ ἂν τελοῖτο λέγωμεν; ∆ιεπύθου γάρ που τὴν ἐφ' ἑκάστῳ πρόφασιν, ἡ μὲν γὰρ, ὅτι σέσωκε τὸν ὑπέρ γε τῆς ἁπάντων ἡμῶν σωτηρίας ἀνατλὰς θάνατον ὁ Χριστός· ἡ δὲ, ὅτι καταλύσας τὴν φθορὰν, ἀνεβίω πάλιν, καὶ εἰς νέαν ἡμᾶς ἀνεκαίνισε ζωὴν, ἐπετελεῖτο χρησίμως. Καὶ τῆς μὲν πρώτης ὁ καιρὸς ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ, πρῶτός τε καὶ ἐν ἀρχαῖς· τῆς δὲ δευτέρας ὁ γείτων εὐθὺς καὶ παρεζευγμένος, καθ' ὃν ἦν εἰκὸς, ἐπείγεσθαι μὲν τοῖς ἀστάχυσι τὸν ἀμητῆρα σίδηρον. συγκομίζεσθαι δὲ δεῖν τὰ ἕτερα τῶν σπερμάτων. Μυρία γὰρ ὅσα τῶν ἐν ἀγροῖς. Φέρε δὴ οὖν καὶ ἐπὶ τῷ τρίτῳ τῆς ἑορτῆς καιρῷ τὰ εἰκότα λέγωμεν, πολυπραγμονοῦντες εὖ μάλα τὸ ὅπως τε καὶ ἐπὶ τίσιν ἀποπεραίνεσθαι χρὴ καὶ τὴν ἐπὶ τῷδε γνῶσιν, τὸν νόμον ἐξαιτήσωμεν, καὶ ἐξ αὐτῶν ληψώμεθα τῶν ἱερῶν Γραμμάτων· ἴοι γὰρ ἂν οὕτω πρὸς τὸ ἀληθὲς ὁ λόγος. Εἰ οὐκ ὀρθῶς σοι τοῦτο φάναι τε δοκῶ καὶ διεσκέφθαι πάλιν; {ΠΑΛΛ.} Παντάπασι μὲν οὖν. {ΚΥΡ.} Γέγραπται τοίνυν ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων· Τοῦ μηνὸς τοῦ ἑβδόμου, μιᾷ τοῦ μηνὸς, ἔσται ἡμῖν ἀνάπαυσις, μνημόσυνον αἰώνιον σαλπίγγων, κλητὴ ἁγία τῷ Κυρίῳ. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε, καὶ προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ.» Ἔοικε τοίνυν ἡμῖν ὁ ἕβδομος μὴν τὸν ἐπὶ συντελείᾳ τε καὶ ἐπ' ἐσχάτοις ὑπαινίττεσθαι καιρόν. Μηνὶ γὰρ ἑβδόμῳ πάντα τὰ ἐξ ἀγρῶν οὐκ εἰς τὴν ἅλω ποθὲν συγκομιστέον, ὦ τᾶν, ἀλλ' ἐν αὐτοῖς ἤδη τοῖς ἑκάστου θησαυροῖς εἰσκλείεσθαι πρέποι. Καὶ παροίχεται μὲν ὁ τῆς εὐκαρπίας καιρὸς, ἀνίσχει δὲ ἤδη χειμῶνος ἀρχὴ, φθίνει τε φυτὰ, καὶ ἄνθη μαραίνεται. Φέρε δὴ οὖν ὡς ἐπί γε σφίσιν αὐτοῖς τὰ ἐκ τοῦ καιροῦ μεθιστάντες, λέγωμεν, ὅτι πρὸς τὸ τέλος ἤδη διέρποντος τοῦ αἰῶνος τούτου, καὶ ὥσπερ τινὸς ἐπηρτημένου, καὶ εἰσελαύνειν μέλλοντος, καθ' ὃν ἀνάγκη κολάζεσθαι τοὺς φιλαμαρτήμονας, σωρεύσει μὲν ἕκαστος τὸ ἐξ ἰδίων πόνων, εἴγε σωφρονοῖ, καὶ ἐν τοῖς ἄνω θησαυροῖς εἰσκομιεῖ. Μεμνήσεται δὲ λέγοντος τοῦ Χριστοῦ· «Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ μᾶλλον ἐν τοῖς οὐρανοῖς.» Οὐκοῦν ἐπείπερ ἐγηγερμένου Χριστοῦ, τῆς συντελείας ἡμᾶς εἰς ἀνάμνησιν οἱ τῶν ἁγίων μυσταγωγῶν ἀποφέρουσι λόγοι, ἄνω γὰρ καὶ κάτω διακεκράγασιν, Ἐσχάτη ὥρα ἐστὶν, συγκομιζέσθω, φησὶν, ἐν θησαυροῖς ἤδη τοῖς ἄνω τὰ παρ' ἑκάστου, φησὶ, λοιπόν. Ἀλλ' ἐν τῇ νεομηνίᾳ, φησὶ, τοῦ μηνὸς, καθ' ὃν ἂν εἰσκλείετε τοὺς καρποὺς, ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων. Θησαυρίζει γὰρ ἕκαστος τὰ ἐξ ἰδίων ἱδρώτων ἀγαθὰ, καὶ τῆς εἰς αἰῶνα τρυφῆς τε καὶ ἀναπαύσεως προνοήσεται καὶ ἐπιμελήσεται, μεμνημένος ὅτι, καθά φησιν ὁ θεσπέσιος Παῦλος, «Αὐ 68.1105 τὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπὸ οὐρανοῦ.» «Σαλπίσει γὰρ, φησὶ, καὶ οἱ νεκροὶ ἐγερθήσονται, ἄφθαρτοι.» -»Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» Μεμνήμεθα τοιγαροῦν τῆς ἱερᾶς ταυτησὶ καὶ φοβερωτάτης σάλπιγγος, ὅτε καὶ εὐσημοτάτη τῶν ἁγίων ἐστὶν ἑορτὴ κλητὴ ἁγία, κλῆρον ἤδη δεχομένων τῶν ἐν ἐλπίσι καὶ λαμπρῶν ἀνδραγαθημάτων πλουσίαν ἀντέκτισιν. Ἀναγκαῖον οὖν ἡμᾶς, ταῖς περὶ τούτων ἐννοίαις ἐπὶ τὸ λίαν ἐπιεικὲς ἀναθρώσκοντας, παντὸς καταλήγειν ἔργου, παντελῶς οὐδὲν ὠφελεῖν εἰδότος, μᾶλλον δὲ καὶ κατασπιλοῦν εἰωθότος. Τοῦτο γὰρ οἶμαί ἐστιν ὃ καὶ σοφῶς ἡμῖν ἔφη Παῦλος· «Ὁ καιρὸς συνεσταλμένος ἐστὶ τὸ λοιπὸν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς