De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
βραχύ. Ὥσπερ γὰρ ἐλέγομεν ὡς ἐν τοῖς μαχιμωτάτοις, καλῶς τε καὶ ἀμωμήτως γεγενῆσθαι τὴν ἀπογραφὴν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, οὕτω φαμὲν, ὅτι τῆς ἐν Χριστῷ νηπιότητος, σημεῖον ἂν γένοιτο σαφὲς, ὁ ἐκ μηνιαίου καιρός. Τοιουτονὶ δὲ καὶ ὁ Παῦλός φησιν· «Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε· ταῖς δὲ φρεσὶν, τέλειοι γίνεσθε.» {ΠΑΛΛ.} Οἰησόμεθα δὴ οὖν, ὡς συμμεθέξομεν τοῖς ἁγίοις, ὧνπερ ἂν αὐτοὶ, ταῖς γε δὴ σφῶν αὐτῶν κατορθώσειαν ἂν κεφαλαῖς, ἀνδριζόμενοί τε καὶ εὐδοκιμεῖν ὅτι μάλιστα διεσπουδακότες. {ΚΥΡ.} Πάνυ μὲν οὖν, εἴπερ εἰσὶν ἀληθῶς, αὐτοὶ μὲν θείων ἀνάμεστοι χαρισμάτων, πόνοις καὶ ἱδρῶσιν ἑλόντες τὸ δῶρον, καὶ διὰ μυρίων ὅσων ἀγώνων ἐλάσαντες· ἀναπιμπλᾶσι δὲ καὶ ἡμᾶς τῶν σφίσι δεδωρημένων ἐξ ἀγάπης Θεοῦ. Καὶ γοῦν ὁ θεσπέσιος 68.321 Παῦλος προσεφώνει τισὶ τῶν πεπιστευκότων· «Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς ἵνα τι μεταδῶ ὑμῖν χάρισμα πνευματικόν.» Ἢ γὰρ, οὐχὶ ξένιον οὐράνιον, χάρισμά τε πνευματικὸν εἶναι φὴς, τὴν ἀμώμητόν τε καὶ ἀπλανῆ περὶ Θεοῦ γνῶσιν, καὶ τὴν ἐφ' ἅπασι τοῖς ἀρίστοις εἴδησιν ἀκριβῆ; {ΠΑΛΛ.} Ναί. Εἴπερ ἐστὶ τὸ χρῆμα ζωοποιόν. Τοιγάρτοι σαφῶς διειδέναι τίς μὲν ὁ φύσει τε καὶ ἀληθῶς τῶν ὅλων δημιουργὸς, καὶ Θεὸς, ποία δὲ ζωὴ, ἡ ἀρίστη τρίβος, εἰς μακραίωνά τε καὶ ἀτελεύτητον ἀποκομίζει ζωήν. {ΚΥΡ.} Ὀρθῶς ἔφης. Ταῦτά τοι διδάσκων ἡμᾶς καὶ αὐτὸς ὁ Χριστὸς, τοῖς ἁγίοις ἀποστόλοις διεκελεύετο, λέγων· «∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε.» Εἴη δ' ἂν καὶ ἑτέρως οὐκ ἀκερδὴς τοῖς ἄλλοις ἡ τῶν ἁγίων λαμπρότης· ἐν γὰρ ταῖς ἐκείνων εὐδοκιμήσεσιν, ἀφανίζεταί που τὰ ἡμῶν ἡττήματα, καὶ ταῖς τῶν εὐκλεεστέρων προσεσχηκὼς εὐψυχίαις, ὁ φιλάρετος ἡμῶν Θεὸς, τοῖς ἀσθενεστέροις ἀνίησι τὰ ἐγκλήματα. Καὶ γοῦν οἱ ἐξ Ἰσραὴλ ἀκαθέκτως ἀπονενευκότες εἰς παρακοὴν, καὶ τῶν φαύλων οὐδὲν ἐῶντες ἀνεπιτήδευτον, παρώτρυναν ἀναγκαίως τὸν νομοθέτην ἐφ' ἑαυτοῖς· ἐπειδὴ δὲ δίκας ἤδη τῶν τετολμημένων πράττειν ἤθελε τοὺς ἀγρίως οὕτω λελυπηκότας, προσεκόμιζε μὲν τὰς ἱκετηρίας ὁ προφήτης Ἱερεμίας. Τί δὲ πρὸς τοῦτο Θεός; «Περιδράμετε, φησὶν, ἐν ταῖς ὁδοῖς Ἱερου-σαλὴμ, καὶ ἴδετε καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε ἄνδρα εἰ ἔστι ποιῶν κρίμα, καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει Κύριος.» Ἀνήσειν δὲ καὶ Σοδόμοις τὴν διὰ πυρὸς ἔφη δίκην, εἰ πέντε τινὲς εἶεν ἐν αὐτοῖς ὅσιοι καὶ ἀγαθοί. Οὐκοῦν ἡ τῶν ἀγίων λαμπρότης, καὶ τοῖς ἄγαν ἁμαρτωλοῖς, ἔσθ' ὅτε, τὸ μὴ κολάζεσθαι δεῖν παραχρῆμα προξενεῖ, τὸν θεῖον ὥσπερ ἐκδυσωποῦσα θυμὸν καὶ ἀνασειράζουσα τὴν ὀργήν· τοῖς δὲ τὴν πίστιν γνησίως εἰσδεδεγμένοις, εὐψυχίας γε μὴν εἰς τοῦτο ἰέναι μὴ δυναμένοις, ὡς πόνοις ἑλεῖν δύνασθαι, τὸ, καὶ θείων αὐτοὺς ἐμπίπλασθαι χαρισμάτων, μονονουχὶ συμμερίζονται τὰς εὐδοκιμήσεις, παιδαγωγοῦντες, ὡς ἔνι, καὶ πρὸς πᾶν ὁτιοῦν ἀποφέροντες τῶν ἀρεσκόντων Θεῷ, καὶ τῶν ἰδίων αὐτοὺς ἀνδραγαθημάτων ἀποφαίνοντες κοινωνούς· καὶ ἃ μόλις αὐτοὶ διὰ πλείστων ὅσων εὑρίσκουσι πόνων, ταῦτα ταῖς ἑτέρων ἐνιέντες ψυχαῖς. Ὅτι γὰρ συμμεθέξομεν τοῖς ἁγίοις καὶ τῆς ἐνούσης αὐτοῖς λαμπρότητος, καὶ τῶν ἀνδραγαθημάτων ἐσόμεθα κοινωνοὶ, ἐξ ἡμερότητος καὶ φιλανθρωπίας, τὰ ἡμῶν ἡττήματα τοῖς ἐκείνων κατορθώμασιν, οἱονεὶ συμφύροντός τε καὶ ἀνακιρνῶντος Θεοῦ, καὶ τὸ ἐνδεὲς τῷ τελειοτέρῳ συνείροντος, ἵν' εἴη δεκτόν· σαφὲς ἂν γένοιτο καὶ διὰ τούτου πάλιν. {ΠΑΛΛ.} Ποίου δή τινος φής; {ΚΥΡ.} Μωαβῖται καὶ Μαδιηναῖοι, ἔθνη μὲν ἤστην ἀνόσιά τε καὶ βάρβαρα, κατενέμοντο δὲ τῆς ἐπαγγελίας 68.324 τὴν γῆν, ἣν κληρονομίζειν ἔμελλον οἱ υἱοὶ Ἰσραήλ. Ἐπειδὴ δὲ ἀγχοῦ τε λοιπὸν καὶ γείτων ὁ πόλεμος ἦν ἤδη πως, ὡς αὐτίκα δὴ μάλα ἀπολούμενοι, καὶ ταῖς τοῦ Ἰσραὴλ δυνάμεσιν ἀντεξάγειν οὐχ οἷοί τε, προσεπειρῶντο μὲν, μάγων τέχνῃ, καὶ τοῖς παρὰ σφίσιν ἀνοσίοις ἐπιτηδεύμασι, προσαποσείεσθαι τοὺς ἐχθρούς. Ἐπειδὴ δὲ πάντα δρῶντες, ἠδίκουν οὐδὲν, Θεοῦ προασπίζοντος, καὶ τὸν ψευδόμαντιν Βαλαὰμ εἰς τὸ εὐλογεῖν περιτρέποντος, καί τοι πρὸς τὸ ἐπαρᾶσθαι δεῖν μεμισθαρνηκότα ὡς ἐν