De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
σκηνῆς τῆς ἔξω, καὶ ἅττα τινὰ πρὸς τούτοις ἕτερα. Καὶ οἱ μὲν ἀπὸ Γεδσών τε καὶ Μεραρὶ, ταῖς δι' ἁμαξῶν ὑπουργίαις τὰ σφίσιν αὐτοῖς ἐγκεχειρισμένα διεκόμιζον πανταχῆ. Κααθῖταί γε μὴν, τὰ Ἅγια τῶν ἁγίων εἰς ὤμους ἔχοντες ᾔεσαν. Γέγραπται γὰρ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Καὶ προσήνεγκαν οἱ ἄρχοντες Ἰσραὴλ δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν· οὗτοι οἱ ἄρχοντες φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς, καὶ ἤνεγκαν τὰ δῶρα αὐτῶν ἔναντι Κυρίου, ἓξ ἁμάξας λαμπηνίκας καὶ δώδεκα βόας. Ἅμαξαν παρὰ δύο ἀρχόντων, 68.856 καὶ μόσχον παρ' ἑκάστου, καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν, λέγων· Λάβε παρ' αὐτῶν, καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσεις αὐτὰ τοῖς Λευΐταις, ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν. Καὶ λαβὼν Μωσῆς τὰς ἁμάξας καὶ τοὺς βόας, ἔδωκεν αὐτὰ τοῖς Λευΐταις. Καὶ τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκε τοῖς υἱοῖς Γεδσὼν κατὰ τὰς λειτουργίας αὐτῶν, καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκε τοῖς υἱοῖς Μεραρὶ κατὰ τὰς λειτουργίας αὐτῶν, διὰ Ἰθάμαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως· καὶ τοῖς υἱοῖς Καὰθ οὐ δέδωκεν, ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔχουσιν, ἐπ' ὤμων ἀροῦσιν.» Ἀκούεις ὅπως τοῖς μὲν τὸ ἐφ' ἁμαξῶν ἄγειν τε καὶ φέρειν ἔθος, Κααθίταις δὲ μόνοις, εἰς ὤμους τὰ ἱερά; {ΠΑΛΛ.} Τοῦ δὴ χάριν; {ΚΥΡ.} Ἀεὶ γάρ πως ἐστὶν ἐν ἱδρῶτι μείζονι τὸ προὖχόν τε καὶ ἱερώτερον, παρέπεται δὲ αὐτῷ πάντη τε καὶ πάντως· τὸ χρῆναι πονεῖν, καὶ πρός γε δὴ τούτῳ, τὸ τληπαθεῖν, καὶ οὐκ ἐν ἴσῳ τοῖς ἄλλοις, οἵπερ ἂν εἶεν καὶ ἁγιώτεροι, καὶ ἀγχοῦ δὴ μᾶλλον οἱονείπως Θεοῦ. Ἢ οὐκ ἀληθὲς ὅ φημι; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Ἐν κόσμῳ μὲν οὖν τοιῷδε τὸ Λευϊτικὸν ἐλειτούργει γένος. Οἶμαι δ' ἔγωγε, μυστηρίου τύπον τὸ χρῆμα πληροῦν. {ΠΑΛΛ.} Πῶς δὴ φής; {ΚΥΡ.} Ἐοίκασι γὰρ, οἱ μὲν δύο δῆμοι, Γεδσών τε καὶ Μεραρὶ, τοὺς ἐν νόμῳ λαοὺς ὑπαινίττεσθαι, φημὶ δὴ τὸν Ἰσραήλ· Κααθῖται δέ γε, τοὺς ἡγιασμένους ἐν Χριστῷ διὰ πίστεως. Οἷς μὲν γὰρ ἦν ἐν φροντίδι τὰ ἱστία τῆς αὐλῆς, αἱ δέῤῥεις τῆς σκηνῆς, τὰ καλύμματα καὶ οἱ στύλοι, κεφαλαί τε καὶ βάσεις, πάσσαλοί τε καὶ περιτανύσματα, καὶ ᾗ φησι τὸ Γράμμα τὸ ἱερὸν, «Πάντα τὰ περισσὰ,» δι' οὗ σημαίνεται τὸ τῆς λειτουργίας οὐκ ἀναγκαῖον. Οἱ δὲ, φέρειν ἐθαρσήθησαν τὰ Ἅγια τῶν ἁγίων, καὶ τὰ δι' ὧν Χριστὸς, οὐ καθ' ἕνα τρόπον, πολλαχῶς δὲ μᾶλλον καὶ πολυειδῶς σημαίνεται, ὡς κιβωτὸς, ὡς τράπεζα, καὶ ὡς χρυσῆ λυχνία, καὶ χρυσοῦν θυμιατήριον. Ἁπλοῦς γὰρ ὑπάρχων κατὰ φύσιν ὡς Θεὸς, τῇ τῆς ἐργασίας διαφορᾷ πολυτρόπως γνωρίζεται. Ἔστι μὲν γὰρ ὁμολογουμένως ζῶν τε καὶ ἐνεργὴς ὁ τοῦ Πατρὸς Λόγος, καὶ πρός γε τούτῳ ζωὴ, καὶ φῶς, καὶ νοητῆς εὐωδίας ὀσμή. Οὐκοῦν ὅσοι ταῖς διὰ Μωσέως προσεδρεύουσιν ἐντολαῖς, λειτουργίαν ἔχουσι τὰ περισσὰ τῆς σκηνῆς· ἀνωφελὴς γὰρ ὁ νόμος, εἰ μὴ νοοῖτο πνευματικῶς. Ὅσοι δὲ τεθάρσηνται τὰ Ἅγια τῶν ἁγίων, ἅγιοί που πάντως εἰσὶν ἐν Χριστῷ, περισσὸν οὐδὲν, ἀλλ' οἱονείπως αὐτὸν ἔποχον ἔχοντες τὸν Ἐμμανουήλ. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ἄθρει δὲ, εἰ δοκεῖ, καὶ τόδε. {ΠΑΛΛ.} Τὸ τί δὴ φής; {ΚΥΡ.} Οἱ μὲν γὰρ τὰ περισσὰ τῆς ἁγίας σκηνῆς ἐγκεχειρισμένοι φέρουσιν ἐφ' ἁμαξῶν. Κααθῖται δὲ, τὰ Ἅγια τῶν ἁγίων οὐκ ἐφ' ἁμαξῶν, οὐκ ἐφ' ἑτέρου του παντελῶς, ἀλλ' ὤμοις αὐτοῖς ἐπιθέντες ᾔεσαν. 68.857 {ΠΑΛΛ.} Τί οὖν τοῦτό γε; {ΚΥΡ.} Ὅτι, ὦ ἑταῖρε, φαίην ἂν, φορτικὸς ὁ νόμος, καὶ δύσοιστον ἄχθος· γένοιτο δ' ἂν τοῦ τοιοῦδε μήνυσις ἐναργὴς, τὸ μὴ εἰς ὤμους φέρεσθαι τὰ περισσὰ, διά τοι τὸ ἀσθενεῖν τοὺς ὑπεζευγμένους. Τοιγάρτοι καὶ ἔφασκον οἱ θεσπέσιοι μαθηταὶ, τοῖς μετὰ τὴν πίστιν ἐπὶ νομικὴν ἰοῦσι λατρείαν· «Καὶ νῦν τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε ὑμεῖς, οὔτε οἱ πατέρες ὑμῶν ἴσχυσαν βαστάσαι;» Κααθῖται δὲ, τὰ δι' ὧν ὁ Χριστὸς σημαίνεται, τοῖς σφῶν αὐτῶν ἐπιθέντες ὤμοις, ἐλαφρὸν καὶ εὐπαρακόμιστον ποιοῦνται φορτίον. Ἆρ' οὖν οὐχὶ τοῦτό ἐστιν ἐναργῶς, ὅπερ αὐτὸς ἔφη Χριστός· «Ὁ ζυγός μου χρηστός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν; {ΠΑΛΛ.} Ἔοικεν. {ΚΥΡ.} Προσθείην δ' ἂν ἔτι τοῖς