De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἡμῖν Σολομὼν, ὡς ἱματίων ἡμᾶς ἀναπείθειν μειρακιωδῶς ἐντρυφᾷν λαμπρότησιν, ἀμφίῳ δὲ ὥσπερ παρεικάζει λαμπρῷ τὴν οἱονείπως ἐκνενιμμένην καὶ ῥύπου παντὸς ἐλευθέραν ζωήν. Ἐπεὶ πῶς ἄν τις ἐνδύσαιτο τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν; Ἆρ' οὐχὶ φαίης ἂν, ὅτι τοῖς τῆς εὐαγγελικῆς πολιτείας αὐχήμασι κατημφιεσμένος, ἀποπεραίνει που πάντως τὸ χρῆμα, ὦ τᾶν; {ΠΑΛΛ.} Καὶ μάλα. 68.945 {ΚΥΡ.} Εἰ δὲ δὴ καὶ ἐπ' αὐτόν τις τὸν ἀοίδιμον Ἰωσὴφ ἴοι, εὑρήσει παρέντα τῆς ἐπιεικείας οὐδὲν, ἐννενοηκότα δὲ ὅτι συνεργάσεται πρὸς πᾶν ὁτιοῦν αὐτῷ, καὶ ἐπαμυνεῖ Θεὸς, εἰ παραιτοῖτο γενικῶς τὸ καταμολύνεσθαι δεῖν. Ἐξὸν γὰρ εὐημερεῖν καὶ κατευρύνεσθαι ταῖς τρυφαῖς, τοῖς τῆς νεότητος διαπύροις σκιρτήμασιν εἰς τὸ ἡδύ τε καὶ φίλον ἀνέντα τρέχειν, καὶ ἀνεπιπλήκτοις φέρεσθαι ταῖς ὁρμαῖς, τοῦτο μὲν οὐκ ἔδρα, πολλοῦ γε καὶ δεῖ, μοῖραν δὲ ὥσπερ ἐποιεῖτο κρείττονα τὴν παρὰ Θεῷ, καὶ τῆς ἐγκρατείας τοὺς πόνους προετίθει παντὸς τοῦ παραυτίκα καταπιαίνοντος. Ἤδει γὰρ ὅτι γλυκὺ μέν πώς ἐστιν ἐν ἀρχαῖς, τὸ σαρκὸς ἐρέθισμα, καὶ οἱονεὶ μέλιτι καταγοητεύει τὸν νοῦν, ὡς ἔν γε τούτοις ἡδονὴ, καταστρέφει γε μὴν εἰς τέλος οὐκέτι τὸ γλυκύ· ποιναὶ γὰρ εὐθὺς καὶ δίκαι, καὶ τί γὰρ οὐχὶ τῶν τοιῶνδε κακῶν, τῆς τοῦ πεπλημμεληκότος καταρτηθήσονται κεφαλῆς, βούλει λέγωμεν ὀλίγα ἄττα τῶν ἐπ' αὐτῷ γεγραμμένων; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} «Καὶ ἦν,» φησὶν, «Ἰωσὴφ καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα. Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἐπέβαλεν ἡ γυνὴ τοῦ κυρίου αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ Ἰωσὴφ, καὶ εἶπεν· Κοιμήθητι μετ' ἐμοῦ. Ὁ δὲ οὐκ ἤθελεν, εἶπε δὲ τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ· Εἰ ὁ κύριός μου οὐ γινώσκει δι' ἐμὲ οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ, ἔδωκεν εἰς τὰς χεῖράς μου, καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῃ οὐθὲν ἐμοῦ, οὐδὲ ὑπεξῄρηται ἀπ' ἐμοῦ οὐδὲν, πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ; Ἡνίκα δὲ ἐλάλει τῷ Ἰωσὴφ ἡμέραν ἐξ ἡμέρας, καὶ οὐχ ὑπήκουεν αὐτῇ καθεύδειν μετ' αὐτῆς, τοῦ συγγενέσθαι αὐτῇ. Ἐγένετο δὲ τοιαύτη τις ἡμέρα, καὶ εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν ποιεῖν τὰ ἔργα αὐτοῦ, καὶ οὐθεὶς ἦν τῶν ἐν τῇ οἰκίᾳ ἔσω, καὶ ἐπεσπάσατο αὐτὸν τῶν ἱματίων, λέγουσα· Κοιμήθητι μετ' ἐμοῦ. Καὶ καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς, ἔφυγε, καὶ ἐξῆλθεν ἔξω. Καὶ ἐγένετο ὡς εἶδεν ὅτι καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν ἔξω, ἐκάλεσε τοὺς ὄντας ἐν τῇ οἰκίᾳ, καὶ εἶπεν αὐτοῖς, λέγουσα· Ἴδετε, εἰσήγαγεν ἡμῖν παῖδα Ἑβραῖον, ἐμπαίζειν ἡμῖν. Εἰσῆλθε πρὸς μὲ, λέγων· Κοιμήθητι μετ' ἐμοῦ, καὶ ἐβόησα φωνῇ μεγάλῃ. Ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν, ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρ' ἐμοὶ ἔφυγε, καὶ ἐξῆλθεν ἔξω.» Ὁρᾷς ὅπως τὸ μὲν γύναιον εἰς εὐνὴν, καὶ οὐχ ἑκόντα παρεβιάζετο, τῷ γεμὴν ἐρήρειστο πρὸς ἐγκράτειαν ὁ νοῦς ὑπ' οὐδενὸς τὸ σύμπαν ἡττώμενος; Βούπαις ἦν ἔτι, ἑπτακαίδεκά που μόλις ἐτῶν, ἐν πρώταις ὑπήνης ἐκβολαῖς, ἐν ἀκμαῖς ἡδονῶν, καὶ ἐν τοῖς ὅτι μάλιστα διαπύροις κινήμασι, καὶ ἵν' οὕτως εἴποιμεν, σκληραῖς καὶ ἀνουθετήτοις ἐπιθυμίαις. Φιλεῖ γὰρ ἀεί πως ἐν ἀθραύστοις ἔτι τοῦ ὀρεκτιᾷν ὁρμαῖς, τὸ ἔφ 68.948 ηβον εἶναι γένος, καὶ χαλινῶν τῶν εἰς ἐγκράτειαν οὐ λίαν ἀνέχεται. Ἀλλ' ἦν ἀκλόνητος ὁ θεσπέσιος Ἰω-σὴφ, οὐ τὸ τῆς νεότητος ἀνειμένον ἀπαιδαγώγητον ἔχων, οὐ δεδιὼς ὅτι ξένος ἦν καὶ οἰκέτης. Ἐκβεβίαστο γὰρ εἰς ἄμφω παρὰ τῶν ἀδελφῶν τοῖς Ἰσμαηλίταις καταπωλούμενος. Ἐπεὶ δὲ κρείττων ἦν ἡδονῆς τε ἅμα τῆς μυσαρωτάτης, καὶ τῶν εἰς ἀσέλγειαν κινημάτων, συκοφαντεῖ τὸ γύναιον, καὶ ἀντίστροφον τῷ νέῳ ποιεῖται τὴν γραφήν. Τὸν δὲ, οὐκ εἴκοντα τοῖς αὐτῆς αἰτήμασιν, ὑβριστὴν ἀπεκάλει. Καὶ δεσμώτης μὲν ἐντεῦθεν ὁ νεανίας ἦν· θείᾳ γε μὴν χάριτι διεσώζετο, καὶ μισθὸν ἐγκρατείας ἀποκεκέρδηκεν εὐθὺς, τὸ ἁπάσης κατάρξαι τῆς Αἰγυπτίων χώρας. Οὐκοῦν κἂν εἰ ἔχοι τὸ χρῆμα πόνους, κἂν ἱδρῶτες προκέοιντο βαρεῖς τῶν εἰς ἐγκράτειαν αὐχημάτων, οὐ πολὺς ὁ λόγος, τῷ γε ὅλως φιλοθεεῖν ᾑρημένῳ· ἕξει γὰρ, ἕξει καὶ