De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
πρέπουσαν τιμὴν ἀποσώζοντες, ὑπήντων εἰκότως, ὅ τε βασιλεὺς Σοδόμων, καὶ Μελχισεδὲκ ὁ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, καθὰ γέγραπται. Ὑπήντα δὲ οὐ ψιλῶς, ἐπεκομίζετο δὲ τῆς ἱερωσύνης τὰ σύμβολα, τῆς τὸ τηνικάδε νενομισμένης, ἄρτους τε καὶ οἶνον, καὶ κατηυλόγει τὸν Ἀβραὰμ, καὶ γέρας ἐδίδου φωνὰς ἱεράς. Ἠνδρίσατο τοιγαροῦν καὶ νενίκηκεν Ἀβραάμ· τοιοῦτοι γὰρ ἀεί πώς εἰσιν οἱ κατὰ Χριστὸν ἀνδρεῖοι, καὶ θεοφιλεστάτην εἰς νοῦν ἔχοντες τὴν εὐτολμίαν. Προσθήσω δὲ, ὥσπερ εἰς παράδειγμα καὶ πίστιν τοῦ λόγου, τοὺς ἁγίους ἀποστόλους, οἳ, πάντα εὐκόλως διαρπάζοντος τοῦ Σατανᾶ, καὶ μὴν τῶν ἀνθεστηκότων τοῖς τῆς ἀληθείας δόγμασι, τὰς τῶν ἁπλουστέρων καταληϊζομένων ψυχὰς, ἀντεφέροντο νεανικῶς, συνεξοπλίζοντες ἑαυτοῖς τοὺς οἰκογενεῖς, τουτέστι, τοὺς τοῖς ἱεροῖς ἐντεθραμμένους Γράμμασι, καί τινας τῶν συνωμοτῶν, οὐκ ὄντας Ἑβραίους, φημὶ δὲ δὴ πάλιν, τοὺς φρονοῦντας μὲν ἔτι τὰ ἐν κόσμῳ, συναθλοῦντας δὲ τοῖς ἁγίοις, καὶ ζηλοῦντας αὐτοὺς, ἀνδριζόμενοι δὲ οὕτω νενικήκασι, καὶ τῆς ἐκείνου πλεονεξίας ἐξήρπαζον τοὺς ἑαλωκότας. Τοὺς μὲν γὰρ ἐκ τῆς εἰδωλολατρείας, καὶ τοῦ προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα, τοὺς δὲ, τῆς ψευδωνύμου γνώσεως ἐξέλκοντες, ἀνασώζουσιν· ἀλλὰ τῆς οὕτω λαμπρᾶς καὶ μεγαλοφυοῦς εὐψυχίας, ἀποκερδαίνουσιν ἀμοιβὴν, τάς τε παρὰ τῶν ἐν κόσμῳ τιμάς· «Ἐξῆλθε γὰρ, φησὶ, βασιλεὺς Σοδόμων εἰς συνάντησιν τῷ Ἀβραὰμ, καὶ Μελχισεδὲκ, ὁ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου,» εὐλογίαν τὴν διὰ Χριστοῦ, τῇ ζωοποιῷ χάριτι κατευφραίνοντος ἄρτῳ τε καὶ οἴνῳ. Τοιγάρτοι καὶ ἀληθεύοντες ἐφ' ἑαυτοῖς, εὖ μάλα φασίν· «Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.» Τύπος δ' ἂν εἴη τῆς κατὰ Χριστὸν ἱερωσύνης ὁ Μελχισεδὲκ, καὶ οὐ πολλῶν, οἶμαι, τὸ χρῆμα πρὸς ἀπόδειξιν δεήσεται λόγων, ἐξαρκοῦντος εἰς τοῦτο Γράμματος ἱεροῦ. Φάσκοντος δὲ τοῦ Σοδόμων βασιλέως πρὸς τὸν θεσπέσιον Ἀβραὰμ, ὡς νενικηκότα· ∆ός μοι τοὺς ἄνδρας, τοὺς δὲ ἵππους λάβε σεαυτῷ, μηδὲν τὸ σύμπαν λαβεῖν ἀπώμνυτο παραχρῆμα, πλὴν εἰ ἄρα τὰς τροφὰς τῶν συγκεκμηκότων, καὶ τοῖς συνωμόταις μερίδα Ἐσχὼλ, Αὐνᾶν, καὶ Μαμβρῆ. Πολεμοῦντες γὰρ καὶ ὑπεραθλοῦντες γεννικῶς ὑπὲρ τῆς τῶν ἀπολωλότων ἐλευθερίας οἱ ἅγιοι, καὶ πάντα πόνον εἰσβαίνοντες, οὐδὲν ἀπὸ κόσμου λαμβάνουσιν, οὔτε μὴν τὸν ἐπίγειον συλλέγουσι πλοῦτον, παραιτούμενοι σφόδρα τὸν ἐντεῦθεν ὀνειδισμόν· «Ἵνα μὴ εἴπῃς,» φησὶν, «ὅτι Ἐγὼ ἐπλού-τισα τὸν Ἀβραάμ·» πλὴν ὅτι μόνας δέχονται τροφὰς, τὰς ἐκ τῶν ὠφελουμένων. «Ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ·» καὶ τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ Εὐαγγελίου ζῇν ἐκέλευεν ὁ 68.357 Χριστός. Οἵ γε μὴν συνωμόται δέχονται μερίδας, εὐλογοῦντος οἶμαί που Θεοῦ, καὶ ἐν τοῖς κατὰ τόνδε τὸν βίον πράγμασι τοὺς τῶν ἁγίων συζηλωτάς· πλεονάζει γὰρ αὐτοῖς ἐκ δικαίας ὁδοῦ συμμέτρως τὰ ὄντα· τοῖς γὰρ οὔπω παντελῶς τῶν ἐπιγείων ἀποφοιτήσασι, μεμερισμένοις δὲ ὥσπερ Θεῷ τε καὶ κόσμῳ, καὶ τὰς ἐπὶ γῆς εὐλογίας διανέμει Θεός. Οὕτως ηὐλόγει τὸν Ἰακὼβ, εἰς πλῆθος ἄγων τὰ θρέμματα. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Εὐδοκιμοῦσι δὲ οὕτως, καὶ λελαμπρυσμένοις, ὡς ἤδη γνησίοις, τὸ μήτε χρῆναι καταναρκᾷν φησιν ὁ σώζειν εἰδὼς, καὶ μὴν ὅτι καὶ ἀμφιλαφῆ κομιοῦνται μισθὸν, χρησίμως κατεπαγγέλλεται· ὁμοῦ τὸ ἄναλκί τε καὶ ἀποτολμότατον πάθος ὡς ἀπωτάτω τιθεὶς τῆς τῶν φοβουμένων αὐτὸν ἀγέλης, καὶ ἐλπίδι τῶν ἐπηγγελμένων καταθήγων εἰς προθυμίας, καὶ καθιστὰς ἐῤῥωμενεστέρους. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος, οὕτω διατιθεὶς, ποτὲ μὲν ἔφασκε· «Πάντα ἰσχύω ἐν τῷ δυναμοῦντί με Χριστῷ·» ποτὲ δὲ αὖ· «Τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.» Ἀσχάλλει δὲ λίαν ὁ θεσπέσιος Ἀβραὰμ, καὶ υἱὸν ἔχων οἰκογενῆ, δυσθυμίας οὐκ ἀμοιρεῖ. Τί γάρ μοι δώσεις, φησὶν, εἰ ἄτεκνος ἀπολύομαι; καὶ ἀπαιδίας ἐν ἴσῳ ποιεῖται τὸ νόθον ἔχειν καρπόν. Εἶτα Θεὸς ἐπαγγέλλεται τὸν ἐξ ἐλευθέρας υἱὸν, τουτέστι τὸν Ἰσαὰκ, καὶ ἔσεσθαί φησιν αὐτὸν ἐν ἐκείνῳ πατέρα πολλῶν ἐθνῶν,