De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἀπέκτειναν ἀνθρώπους, καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον. Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη.» Περὶ δὲ τοῦ Γὰδ ἔφη πάλιν τάδε· «Πειρατήριον πειρατεύσει, καὶ αὐτὸς πειρατεύσει αὐτὸν κατὰ πόδας.» Οὐκοῦν ἐν μὲν τῷ Ῥουβὴμ σημαίνοιτο ἂν εἰκότως ὁ Ἰσραὴλ, ὁ πρωτότοκος μὲν κατὰ χρόνον, σκληρὸς δὲ δὴ καὶ αὐθάδης καὶ ὑβριστής· ἐν δέ γε τῷ Συμεὼν, ᾧ καὶ συνῆπται Λευῒ, ὡς ἕτοιμος εἰς μιαιφονίαν, καὶ ἀπεκτονὼς μὲν ἁγίους· «Τίνα» γὰρ, φησὶ, «τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν;» νευροκοπήσας δὲ ὥσπερ καὶ ταῦρον, ὅς ἐστι Χριστός. Οὐ γάρτοι μόνος ὁ τῶν Ἰουδαίων καταφωρᾶται τε-τολμηκὼς τὰ κατὰ τῶν ἁγίων καὶ κατὰ Χριστοῦ τολμήματα, συνέδραμε δὲ τούτοις καὶ ὁ Λευῒ, τοῦτ' ἔστι τὸ ἱερὸν γένος, οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες, Γραμματεῖς τε καὶ Φαρισαῖοι. ∆ιὰ τοῦτο, ἐν ταῖς τοῦ προπάτορος Ἰακὼβ προφητείαις, συνέζευκται τῷ Συμεὼν καὶ ὁ Λευΐ. Ἐν δέ γε τῷ Γὰδ, ὅς ἐστιν ἐκ δούλης καὶ πειρατήριον, ὡς δυσγενὴς κατὰ γνώμην, καὶ πειράζων τὸν Ἰησοῦν, καὶ παγίδας ἱστὰς, εἰς κακουργίας αὐτῷ· προσῄεσαν γὰρ λέγοντες, «Ἔξεστι δοῦναι φόρους Καίσαρι, ἢ οὔ;» Οὐκοῦν, ἀνοίσω γὰρ αὖθις εἰς τὸ ἐν ἀρχαῖς τὸν λόγον, ὁ ἐν χρόνῳ πρωτότοκος Ἰσραὴλ, ὁ σκληρὸς καὶ αὐθάδης καὶ ὑβριστὴς, ὁ πρόχειρος εἰς μιαιφονίαν, καὶ ἐπάρατον μὲν τὴν μῆνιν ἔχων, ἀπεκτονὼς δὲ ἀνθρώπους, καὶ νευροκοπήσας ταῦρον, ὁ δυσγενὴς καὶ πικρὸς εἰς δόλους, καὶ παγίδας ἱστὰς καὶ πειρατήριον, κατόπιν τέτακται τῶν ἐν Χριστῷ τε καὶ ἐλευθέρων, καὶ εἰ ἐλεύθερος μεθ' ἡμᾶς, ὡς ἐν ὄψει μόλις ἔρχεσθαι Θεοῦ. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ἀναμάθοις δ' ἂν ὅ φημι, καὶ τοῖς ἐφεξῆς τὸν νοῦν ἐφιστάς. Τρεῖς γὰρ ἀλλήλων ἐχόμενοι προσεκόμιζον ἐφεξῆς, ἐξ ἐλευθέρας τῆς Ῥαχὴλ, Ἐφραΐμ τε καὶ Μανασσῆς*. Εἶτα τρεῖς ἀλλήλων ἐχόμενοί τε καὶ μετ' ἐκείνους οἱ ἐκ θεραπαινῶν, φημὶ δὲ δὴ πάλιν, ∆ὰν, Ἀσήρ τε καὶ Νεφθαλείμ. Συνίης οὖν ὅτι προεισβάλλουσι μὲν καὶ ἐκτετίμηνται λίαν οἱ ἐξ ἐλευθέρας, ἕπονταί γε μὴν οἱ ἐκ θεραπαινῶν· ἢ οὐχὶ τοῦτό ἐστιν ἐναργὲς, ὃ καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος γράφει Παῦλος; «Ὅταν» γὰρ, φησὶ, «τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.» 68.724 {ΠΑΛΛ.} Ὀρθῶς ἔφης· ἰσχνὴ γὰρ ἄγαν ἡ ἐπιτήρησις. {ΚΥΡ.} Καὶ μὴν ὅτι τὸ χρῆμα οὐκ ἐψευσμένον, εἴσῃ τοι καὶ λίαν εὐπετῶς. Ἐμπεδοῖ γὰρ ἡμᾶς καὶ ἐξ ἑτέρων εὐθὺς ἐννοιῶν ὁ λόγος· ἐν κόσμῳ γὰρ τῷ καθήκοντι πράττεσθαι δεῖν ἐτύπου Θεὸς τάς τε ἀναζεύξεις, καὶ μὴν καὶ ἱδρύσεις, ἤτοι συγκαταυλισμοὺς τῶν υἱῶν Ἰσραὴλ, κύκλῳ τε ἰέναι τῆς σκηνῆς εὖ μάλα προστέταχε, κατά γε τὸ, οἶμαι, πρὸς τοῦ μάκαρος ∆αβὶδ ἀστείως ὑμνούμενον· «Καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, τοῦ ἀκοῦσαί με φωνῆς αἰνέσεώς σου,» ἤγουν τὸ, «Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ.» Ὑποσημαίνεται δέ τι καὶ ἕτερον, τὸ ὡς ἐν τύπῳ δράσαι κεκελευσμένον. Χρὴ γὰρ ἡμᾶς οὐκ ἀπονοσφίζεσθαι Θεοῦ, ἀλλ' οἱονείπως ἀγχοῦ καὶ ἐν κύκλῳ φαίνεσθαι περιεστηκότας, οὐ μεσολαβούσης ἁμαρτίας, οὐ διαστάσης ἡμᾶς κοσμικῆς ἡδονῆς, ἀλλ' εἰς ἑνότητα τὴν πνευματικὴν συλλέγοντος ὀρθοῦ διανοίας παραστήματος ἑτοιμότητός τε τῆς πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων. Πρέπει γὰρ ἂν ὅτι μάλιστά γε τοῖς οὕτως εὐδοκιμεῖν ᾑρημένοις τὸ χρῆναι καρποφορεῖν. Γέγραπται γὰρ ὅτι «Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα.» Οὐκοῦν συναπαίρειν αὐτοὺς ἐκέλευε τῇ σκηνῇ, καὶ κύκλῳ βαδίζειν, καὶ ὡς ἐν τάξει πάλιν, οὐ ταῖς ἡλικίαις πρεπούσῃ καὶ ἀσυγχύτως ἰούσῃ πρὸς τοὺς ἐσχάτους ἀπὸ τῶν πρώτων, συνημμένους δὲ οὕτω, καὶ ἀνὰ μέρος, καθάπερ ἐν τῇ τῶν δώρων προσαγωγῇ. Γέγραπται δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς, «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν λέγων· Ἄνθρωπος ἐχόμενος κατὰ τάγμα αὐτοῦ καὶ κατὰ σημασίας κατ' οἴκους πατριῶν αὐτῶν, παρεμβαλέτωσαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι Κυρίου, κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ.» Εἶτα τὸν ἑκάστῳ τόπον ἐκνεμηθέντα δεικνύει· ὅποι τε καὶ ὅπως καὶ τίνες οἱ παρεμβάλλοντες. Ἐπιφέρει γὰρ ὡδί· «Καὶ οἱ παρεμβάλλοντες πρῶτοι, κατὰ