De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
μέχρι δεκάτης, ἀπό γε τοῦ χρόνου, καθάπερ ἐγῷμαι, τῆς ἐπ' ἀμφοῖν ἀγανακτήσεως τὸ μέγεθος ἡμῖν ὑπεμφαίνοντος Θεοῦ. Μείων γὰρ, κατὰ τὸ εἰκὸς, ἡ αἱρετικῶν δίκη· φαίη 68.900 γὰρ ἄν τις καὶ ἐπ' αὐτοῖς καθάπερ ἀμέλει καὶ ἐπὶ τοῖς Ἰουδαίοις. «Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν.» Οἰόμενοι γὰρ ὀρθοεπεῖς εἶναι καὶ σοφοὶ, λελήθασι σφᾶς αὐτοὺς οἱ δείλαιοι, καὶ τοῖς τῆς ἀληθείας μαχόμενοι δόγμασι, καὶ ζήλῳ πεπλασμένῳ κατακεκρατημένοι, τῇ τοῦ Θεοῦ δόξῃ συναγορεύειν οἴονται, τοῖς ὀρθοποδοῦσιν ἀντιταττόμενοι. Μωαβῖται δέ γε, τοῦτ' ἔστι, τὰ Ἑλλήνων στίφη, γυμνῶς καὶ ἀναφανδὸν, καὶ ὑποστολῆς ἁπάσης δίχα, τῇ θείᾳ μάχονται δόξῃ. Τοιγάρτοι φορτικωτέραν ἐπήρτησέ πως τὴν δίκην αὐτοῖς ὁ νόμος. Πλὴν ἄμφω τῶν ἱερῶν ἀπόπεμπτοι περιβόλων, ὡς βέβηλοί τε καὶ θεομισεῖς. {ΠΑΛΛ.} Χρῆμα δὴ οὖν οὐκ ἀζήμιον, ὅσον ἧκεν εἰς μολυσμοὺς, τὸ ὀθνείοις τισὶ καὶ ἑτερογνώμοσι, κἂν γοῦν εἰς λόγους ἰέναι φιλεῖν. {ΚΥΡ.} Συνίης εὖ μάλα. Τοιγάρτοι καὶ ὁ νόμος τοὺς ἐκνενιμμένους καὶ καθαροὺς, καὶ οἰκείους ἤδη Θεῷ, διὰ τοῦτο τῆς ἐκείνων βδελυρίας ἀποτειχίζει λέγων· «Καὶ ἔσται ἐν τῷ εἰσαγαγεῖν σε Κύριον τὸν Θεόν σου εἰς τὴν γῆν εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτὴν, καὶ ἐξαρεῖς ἔθνη μεγάλα, καὶ πολλὰ, καὶ ἰσχυρὰ ἀπὸ προσώπου σου, τὸν Χετταῖον, καὶ τὸν Γεργεσαῖον, καὶ τὸν Ἀμοῤῥαῖον, καὶ τὸν Χαναναῖον, καὶ τὸν Φερεζαῖον, καὶ τὸν Εὐαῖον, καὶ τὸν Ἰεβουσαῖον, ἑπτὰ ἔθνη πολλὰ, καὶ μεγάλα, καὶ ἰσχυρότερα ὑμῶν, καὶ παραδώσει αὐτοὺς Κύριος ὁ Θεὸς ὑμῶν εἰς χεῖράς σου, καὶ πατάξεις αὐτοὺς, ἀφανισμῷ ἀφανίσεις αὐτούς. Οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδ' οὐ μὴ ἐλεήσεις αὐτοὺς, οὐδὲ μὴ γαμβρεύσεις πρὸς αὐτούς. Τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου, ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ' ἐμοῦ, καὶ λατρεύσει θεοῖς ἑτέροις.» Ἀσφαλὴς οὖν ὁ νόμος. «Οὐ γὰρ συνθήσῃ,» φησὶ, «διαθήκην πρὸς αὐτούς·» ἀσύμβατον γὰρ καὶ ἀσυναφὲς τῷ ἡγιασμένῳ, τὸ βέβηλον ἔτι, τῷ πεφωτισμένῳ, τὸ ἐν ὁμίχλῃ καὶ σκότῳ, τῷ εἰσδεδεγμένῳ τὸ ἀπαράδεκτον· τῷ πρὸς ἱεράν τε καὶ θείαν εἰσφοιτῶντι σκηνὴν, τὸ ταύτης ἐξωθούμενον. {ΠΑΛΛ.} Εἶτα τί τὸ προμηθὲς τοῦ νόμου; διίστησι δὲ ἀνθ' ὅτου καὶ τοῦτο εἰσάπαν τοῦ βεβήλου τὸ καθαρὸν, κἂν εἰ ἐν καλῷ τις γένοιτο τῆς ἀρετῆς; {ΚΥΡ.} Πολὺ γὰρ δὴ λίαν τὸ δέος, ὦ τᾶν· μὴ ἄρα πως καὶ τό γε ὀρθῶς ἑστάναι δοκοῦν, τὸν ἐφ' ἃ μὴ προσῆκον εἰσδέξαιτο κλόνον καὶ παρενεχθείη τοῦ πρέποντος, ὑπό του τυχὸν ἐκβεβιασμένον, ἢ ἐρεθιζούσης ἡδονῆς, ἢ κατωθούσης εἰς τὸ πλημμελὲς, τῆς ἐνούσης τῇ φύσει πρὸς τοῦτο ῥοπῆς. Ἀπονένευκε γὰρ ἀεί πως ἐπὶ τὸ φαῦλον, καὶ θεῖος ἡμῖν ἐπιμαρτύρει λόγος· «Ἐπιμελῶς γὰρ ἔγκειται,» φησὶν, «ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος.» Παραθείην δ' ἂν ἐθέλοντί σοι πρὸς ἀπόδειξιν ἐναργῆ, τὰ ὅσαπερ αὐτὴν ὑπομεῖναι λόγος τὴν ἐξ Ἰακώβ. {ΠΑΛΛ.} ∆ίναν δή που φής· οἶμαι γὰρ ὡδί. {ΚΥΡ.} Πάνυ μὲν οὖν, ὦ Παλλάδιε· γέγραπται γὰρ οὕτως ἐν τῷ τῆς Γενέσεως βιβλίῳ· «Καὶ ἦλθεν 68.901 Ἰακὼβ εἰς Σαλὴμ πόλιν Σηκίμων, ἥ ἐστιν ἐν γῇ Χαναὰν, ὅτε ἐπανῆλθεν ἐκ τῆς Μεσοποταμίας Συρίας, καὶ παρενέβαλε κατὰ πρόσωπον τῆς πόλεως, καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, παρὰ Ἐμμὼρ πατρὸς Συχὲμ, ἑκατὸν ἀμνῶν, καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν Ἰσραήλ. Ἐξῆλθε δὲ ∆είνα, ἡ θυγάτηρ Λείας, ἢν ἔτεκε τῷ Ἰακὼβ, καταμαθεῖν τὰς θυγατέρας τῶν ἐγχωρίων, καὶ εἶδεν αὐτὴν Συχὲμ ὁ υἱὸς Ἐμμὼρ ὁ Εὐαῖος, ὁ ἄρχων τῆς γῆς. Καὶ λαβὼν αὐτὴν, ἐκοιμήθη μετ' αὐτῆς. Καὶ ἐταπείνωσεν αὐτήν. Καὶ προσέσχε τῇ ψυχῇ ∆είνας τῆς θυγατρὸς Ἰακώβ. Καὶ ἠγάπησε τὴν παρθένον, καὶ ἐλάλησε κατὰ τὴν διάνοιαν τῆς παρθένου αὐτῇ.» Ἄθρει δὴ οὖν ὅτι σκηνῇ μὲν ἔτι τῇ τοῦ πατρὸς ἐμφιλοχωροῦσά τε καὶ ἐνηυλισμένη, ἐν ᾗ καὶ ἐπεκαλέσατο τὸν Θεὸν Ἰσραὴλ, καὶ σεπτὸν ἐγήγερτο θυσιαστήριον, ἀβέβηλός τε ἦν ἔτι καὶ ἐν τοῖς τῆς παρθενίας αὐχήμασιν. Ἐπειδὴ δὲ τῆς πατρῴας ἐξέθει σκηνῆς, καὶ χῶρον ἀφεῖσα τὸν ἱερὸν, γυναιξὶν ὀθνείαις ἐπεμίσγετο, πρὸς ἀσυνήθη βεβήλωσιν