De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἕξειν δὲ τὸ σπέρμα καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ· ἐλύπει γὰρ λίαν τοὺς ἁγίους ἀποστόλους, τὸ ὥσπερ ἀπό τινος δούλης, τῆς κατὰ νόμον λατρείας, νόθον ἔχειν καρπόν. Ἐζήτουν δὲ μᾶλλον τὸν ἐκ τῆς ἐλευθερίας, τουτέστι, τὸν ἐκ τῆς Καινῆς ∆ιαθήκης. Οὗτος δὲ ἦν ὁ Χριστὸς, οὗ καὶ εἰς τύπον ὁ Ἰσαὰκ κατ' ἐπαγγελίαν νοεῖται, καὶ διὰ πίστεως. Καὶ γοῦν ὁ μακάριος Παῦλος, περὶ τῶν ἐν ἑαυτῷ νόμου φησὶν αὐχημάτων, «Ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν· ἀλλὰ μὲν οὖν γε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δι' ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην, τὴν διὰ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ.» Ἐν Χριστῷ γὰρ γεγόνασι πατέρες πολλῶν ἐθνῶν καὶ ἀναριθμήτου σπέρματος, καθάπερ ἀμέλει καὶ Ἀβραὰμ ἐν Ἰσαάκ. Ἀναθήσομεν δὲ τὸνἐπὶ τῷδε λόγον, οὐχὶ δὴ μόνοις τοῖς πάλαι τε καὶ ἁγίοις ἀποστόλοις, ἀλλὰ καὶ τοῖς μετ' ἐκείνους τὸ ἱεροῦσθαι λαχοῦσι, καὶ Ἐκκλησιῶν ἡγουμένοις, ἢ καὶ παντί τε λοιπὸν ὁσίῳ καὶ ἀγαθῷ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ
Περὶ ἀνδρείας τῆς ἐν Χριστῷ. Σκοπὸς οὖν ἁγίοις, κἂν εἰ τῆς τῶν ἄλλων ὑπεραθλοῖεν ζωῆς, ὦ Παλλάδιε, μηδὲν τῶν ἐν κόσμῳ προσοικειοῦσθαι φιλεῖν· εἶεν γὰρ ἂν οὕτω σοφοί τε καὶ δυνατοὶ, καὶ ἀγαθῆς ἐλπίδος ἔμπλεῳ, καὶ εὐμενείαις ταῖς ἄνωθεν εὖ μάλα τετειχισμένοι, καὶ, ὡς εὖ ἴσθι τοι, μὴ ἑτέρως ἔχειν τὸ χρῆμα, ὦ τᾶν. Ἀνωτέραν μὲν γὰρ τῶν ἐν κόσμῳ περισπασμῶν καὶ προσκαίρων ἐπιθυμιῶν τὴν διάνοιαν ἔχοντες, εὐκαταγωνίστοις κομιδῆ περιτεύξονται τοῖς ἐχθροῖς, περιέσονταί τε καὶ μάλα ῥᾳδίως τῶν ἀνθεστηκότων, προκατασείοντος τοῦ Θεοῦ τὴν ἐκείνων δύναμιν· ἐναλόντες δὲ καὶ αὐτοὶ πάθεσι κοσμικοῖς, καὶ γεωδεστέραις ἐπιθυμίαις ἐνειλημμένοι, εὐκατάτροχοι μὲν ὥσπερ καὶ εὐαλωτότατοι λίαν παρακείσονται τότε τοῖς διώκειν αὐτοὺς ᾑρημένοις, γυμνοὶ δὲ τῆς ἄνωθεν ἀσφαλείας ἐκδεδειγμένοι, θήρα τις ὥσπερ ἑτοιμοτάτη παρακείσονται τοῖς ἐχθροῖς. {ΠΑΛΛ.} Καὶ τίς ἂν γένοιτο τῶν εἰρημένων ἡ πίστις, ἐθέλοιμ' ἂν εἰδέναι σαφῶς. {ΚΥΡ.} Τὸ Γράμμα τὸ ἱερὸν, τὰ τοῖς ἀρχαίοις συμβεβηκότα χρησίμως παραφωνοῦν. Ἦ γὰρ, οὐχὶ πρὸς νουθεσίαν ἡμῶν ἐκεῖνα γεγράφθαι καὶ ὁ θεσπέσιος ἔφη Παῦλος; {ΠΑΛΛ.} Φημί· ἐμποιήσει γὰρ οὐ μετρίαν ἡμῖν τὴν ὄνησιν τὰ ἐξ αὐτῶν δηλούμενα. Τύποι γὰρ ἦσαν τῆς ἀληθείας αἱ σκιαί. {ΚΥΡ.} Οὐκοῦν ἤδη λέγωμεν. ∆ιαπεραιωσάμενοι γὰρ τὸν Ἰορδάνην οἱ ἐξ Ἰσραὴλ, προσέβαλον τῇ Ἱεριχώ· καὶ δὴ καὶ θείοις ἑπόμενοι νεύμασιν ἐκπολιορκεῖν ἐσπούδαζον, ὡς αὐτίκα δὴ μάλα περιεσόμενοι, καὶ αἱρήσοντες, καὶ τὸν πολέμου νόμον ἐξηρτημένοι παρῆσαν οἱ μαχιμώτατοι. Γέγραπται γάρ· 68.361 ὅτι «Καὶ εἰσῆλθεν Ἰησοῦς ὁ τοῦ Ναυῆ πρὸς τοὺς ἱερεῖς, καὶ εἶπεν αὐτοῖς λέγων· Παραγγείλατε τῷ λαῷ περιελθεῖν καὶ κυκλῶσαι τὴν πόλιν, καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἔναντι Κυρίου.» Προστάττοντος γὰρ τοῦ Χριστοῦ διὰ τῆς τῶν ἡγουμένων φωνῆς, καταστρατευόμεθα τῶν ἐχθρῶν, οὐ πρὸς αἷμα καὶ σάρκα τὴν μάχην αἱρούμενοι, πρὸς ἀρχὰς δὲ μᾶλλον καὶ ἐξουσίας, καὶ τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς τυραννήσαντα νόμον. Ἐσόμεθα δὲ τότε καὶ ἐν ὄψει Θεοῦ, παντευχίᾳ μὲν ὥσπερ ἐνηρμοσμένοι τῇ θείᾳ τε καὶ νοητῇ. (Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, κατὰ τὴν τοῦ Παύλου φωνὴν), τοῖς δὲ τῆς δικαιοσύνης αὐχήμασιν ἐκπρεπεῖς. Ἐφορᾷ δὴ οὖν τοὺς μαχιμωτάτους ὁ πάντων ∆εσπότης Θεὸς, τὰ λαμπρὰ τῆς δικαιοσύνης σκεύη περικειμένους, τοῦτ' ἔστι, τὸ ὡς ἐνώπιον Χριστοῦ παραπορεύεσθαι τοὺς μαχίμους