De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἀνατολὰς, τάγμα παρεμβολῆς Ἰούδα σὺν δυνάμει αὐτῶν, καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ἰσάχαρ, καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλών.» Εἶτα διαμέμνηται συμμορίας δευτέρας καί φησι· «Τάγμα παρεμβολῆς Ῥουβὴμ πρὸς νότον σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ῥουβὴμ, Ἐλισοὺρ, υἱὸς Σεδιοὺρ, δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ, φυλῆς Συμεὼν, καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ, φυλῆς Γάδ.» Καὶ τρίτην εὐθὺς ἐπισυνάπτει λέγων· «Τάγμα παρεμβολῆς Ἐφραῒμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν, καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Βενιαμίν.» Καὶ μὴν καὶ τετάρτης συμμορίας εὐθὺς διαμέμνηται λέγων, «Τάγμα παρεμβολῆς ∆ὰν πρὸς βοῤῥᾶν σὺν δυνάμει αὐτῶν· καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Ἀσὴρ, καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Νεφθαλεὶμ, πάντες οἱ ἐπεσκεμμένοι, φησὶ, τῆς παρεμβολῆς ∆ὰν, ἑκατὸν πεντήκοντα καὶ ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι, ἔσχατοι ἐξαροῦσι 68.725 κατὰ τάγματα αὐτῶν.» Ὁρᾷς ὅτι προτέτακται μὲν Ἰούδας καὶ οἱ σὺν αὐτῷ, καὶ τὸν ἀπόλεκτον ἔχει τόπον τὸν πρὸς ἠὼ καὶ νότον; ἐν φωτὶ γὰρ οἱ ἐν Χριστῷ, καὶ τῷ πνεύματι ζέοντες. ∆εύτερος ὁ Ῥουβὴμ, καὶ οἱ σὺν αὐτῷ. Καὶ τρίτοι μὲν πάλιν οἱ ἐξ ἐλευθέρας. Εἶτα μετὰ τούτους ἕτεροι τρεῖς, οἱ ἐκ θεραπαινῶν, περὶ ὧν εἴρηται τὸ, «Ἔσχατοι ἐξαροῦσιν.» Ἆρ' οὐκ ἐναργὲς καὶ οὐδαμόθεν ἐνδοιαστὸν, ὅτι προτετίμηται καὶ προεισκέκληται τοῦ πρωτοτόκου τὸ δεύτερον, τοῦτ' ἔστι, τὸ ἐν Χριστῷ, καὶ τῶν ἐκ δουλείας τὸ ἐλεύθερον ἐν πίστει; Οἱ μὲν γὰρ ἡγοῦνται διὰ τὸν ἐξ Ἰούδα Χριστόν· οἱ δὲ κατόπιν ἔρχονται μόλις, καὶ ὡς ἐν δευτέρᾳ τέθεινται τάξει. {ΠΑΛΛ.} Ὀρθότατα ἔφης· καί σε τῆς οὕτω λεπτῆς ἀγχινοίας ἐπαινέσαιμι.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΕΝ∆ΕΚΑΤΟΣ. Περὶ ἱερωσύνης, καὶ ὅτι τύπος ἦν κατὰ νόμον τῆς ἐν Χριστῷ. {ΚΥΡ.} Σκηνῆς μὲν δὴ πέρι καὶ τῶν ἐπ' αὐτῇ κεχρησμῳδημένων, ἀποχρῶν
ἡμῖν εὖ μάλα καὶ ἀστείως ἀπεξεσμένος εἰς ἰσχνότητα τὴν πνευματικὴ ἐκπεποίηται λόγος. Πρέποι δ' ἂν, ὥς γέ μοι φαίνεται, συνερεῖς δέ που καὶ αὐτὸς, οἶδ' ὅτι, τῶν ἱερωσύνης ἅψασθαι γερῶν, τίνα τε αὖ τὸν τρόπον διὰ τῆς ἐν τύπῳ καὶ κατὰ νόμον ἡ ἀληθὴς σημαίνεται, τοῦτ' ἔστιν, ἡ ἐν Χριστῷ τε καὶ δι' αὐτοῦ τὸ ἱερὸν ἁγιάζουσα γένος, φημὶ δὲ δὴ πάλιν τοὺς ἐν πίστει λελαμπρυσμένους, καὶ τὴν εἰς Θεὸν οἰκειότητα πεπλουτηκότας, διά γε τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος. {ΠΑΛΛ.} Πρέποι γὰρ ἂν καὶ μάλα εἰκότως. {ΚΥΡ.} Ἀποτελεσθείσης δὴ οὖν ἐν κόσμῳ τῷ πρέποντι τῆς ἁγίας σκηνῆς, καὶ εἰς εἶδος ἐνηνεγμένης τὸ ἐν τῷ ὄρει παραδειχθὲν τῷ θεσπεσίῳ Μωσῇ, τὴν τῶν ἱερέων ἀνάδειξιν ἐποιεῖτο Θεὸς, καὶ δὴ καὶ ἔφασκε, «Καὶ σὺ προσαγάγου πρὸς ἑαυτὸν τόν τε Ἀαρὼν τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ ἐκ 68.728 τῶν υἱῶν Ἰσραὴλ ἱερατεύειν μοι, Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ, καὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ υἱοὺς Ἀρών.» Ὀνομαστὶ μὲν οὖν οἱ ἀπόλεκτοι κέκληνται πρὸς ἱερουργίαν. «Οὐ γὰρ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλ' ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ,» κατὰ τὸ γεγραμμένον. Ἴτω δὴ οὖν αὐτόμολος μὲν μηδεὶς εἰς τὸ ἱερατεύειν τῷ Θεῷ, περιμενέτω δὲ κλῆσιν, ἤγουν, ἁρπάζειν ἐπιχειρῶν, ὃ μὴ ταῖς ἄνωθεν ἔχει ψήφοις, τὴν ∆αθάν τε καὶ Ἀβειρὼν ὑφέξει δίκην. Καὶ μήτοι θαυμάσῃς εἰ τὸ αὐτόμολον ἐφ' ἡμῶν ἔκτοπόν τε καὶ ἀκαλλὲς, ὅτε καὶ περὶ αὐτοῦ τοῦ Χριστοῦ γράφει Παῦλος, «Οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ' ὁ λαλήσας πρὸς