De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἁμαρτίας εἰσάπαν, πεπαυμένου δὲ λέοντος καὶ δράκοντος, βασιλίσκου καὶ ἀσπίδος· «Ἔσται» γὰρ, φησὶν, «ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται, καὶ οὐ μὴ εὑρεθῇ ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐδὲν οὐ μὴ ἀναβῇ ἐκεῖ.» Μεμερισμένην ἐκεῖ μερίδα φαγόμεθα. Γέγραπται γάρ· «Τοὺς καρποὺς τῶν πόνων σου φάγεσαι.» Ἢ οὐκ ἀνάλογος τοῖς ἑκάστου πόνοις ἡ τῶν ἀγαθῶν ἀντέκτισις, εἰ καὶ ἐν μέτρῳ πλείονι διὰ τὴν τοῦ ∆εσπότου φιλοτιμίαν; «Μέτρον γὰρ, φησὶν, καλὸν, πεπιέσμενον, ὑπερεκχυνόμενον, σεσαλευμένον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν.» {ΠΑΛΛ.} Ἔφης μὲν ὀρθῶς. Πλὴν ἐκεῖνο φράσον· οὐ γὰρ ἐξῆν τοῖς Λευίταις ἐν ἰδίαις οὖσι πόλεσί τε καὶ κώμαις, ἱερουργεῖν; {ΚΥΡ.} Ἥκιστά γε· μία γὰρ ἡ σκηνὴ, καὶ ἓν τὸ θυσιαστήριον ἐφ' ᾧ πάντα τὰ ἱερὰ, εἷς δὲ καὶ νεὼς ἐν τοῖς Ἱεροσολύμοις, ὃν Σολομὼν ἀνεδείματο, τῆς ἀρχαίας ἐκείνης σκηνῆς ἀποπληρῶν τὸ σχῆμα. Ἀποφάσκει δὲ παντελῶς ὁ νόμος, τὸ ἐξεῖναί τισι, τῆς ἁγίας ἔξωθεν θύειν σκηνῆς· καὶ τοῖς τοῦτο δρᾷν ἐθέλουσιν, ὄλεθρος ἦν ἡ ζημία, καὶ ὁ περὶ τῶν ἐσχάτων ἐπήρτητο λόγος. Ἔφη γὰρ ὧδε σαφῶς· «Ἐὰν δέ τις θύσῃ πρόβατον ἢ μόσχον ἐν τῇ παρεμβολῇ, καὶ ἐπὶ 68.880 τὰς θύρας τῆς σκηνῆς μὴ ἐνέγκῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.» Ὅτι δὲ ἦν πᾶσά πως ἀνάγκη κατ' ἐκεῖνο καιροῦ τοὺς θύειν ἐθέλοντας, εἴς γε τὸν νεὼν καὶ εἰς τὴν ἁγίαν αὐτὴν ἀφικνεῖσθαι πόλιν, καὶ ἀποπεραίνειν ἐννόμως τὰ ἱερὰ, προσκομιζόντων αὐτὰ τῶν ἐξ αἵματος τοῦ Λευὶ, παρά σοι σαφῶς ἐπαΐειν Θεοῦ λέγοντος ἐναργῶς ἐν τῳ ∆ευτερονομίῳ· «Οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσί σου τὸ ἐπιδέκατον τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, καὶ πάσας τὰς εὐχὰς, ὅσας ἂν εὔξῃ, καὶ τὰς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, ἀλλ' ἢ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου φάγῃ αὐτὸ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὑτῷ, σὺ καὶ οἱ υἱοί σου, καὶ ἡ θυγάτηρ σου, καὶ ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης, καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσί σου, καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου ἐπὶ πάντα, οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου· πρόσεχε σεαυτῷ μὴ ἐγκαταλίπῃς τὸν Λευίτην πάντα τὸν χρόνον ὅσον ἂν ζῇ ἐπὶ τῆς γῆς.» Ἀπρόσιτον γὰρ τὸ Θεῖον, καὶ ἀπαράδεκτος ἡ θυσία Λευίτου δίχα· μεσιτεύουσι γὰρ, τὸν Θεοῦ καὶ ἀνθρώπων μεσίτην ἀπομιμούμενοι, τοῦτ' ἔστι Χριστόν. Ὅτι δὲ μία τέ ἐστιν ἡ Ἐκκλησία, καὶ ἓν τὸ Χριστοῦ μυστήριον, οὐκ ἔννομος δὲ θυσία, μᾶλλον δὲ καὶ ἀπόβλητος, καὶ τὸ ἁνδάνειν οὐκ ἔχουσα τῷ Θεῷ μὴ ἐν ἐκκλησίᾳ τελουμένη, παρέδειξεν ἐναργῶς ὁ νόμος, μὴ δεῖν ἔξω λέγω τῆς ἁγίας σκηνῆς τελεῖσθαι τὰ ἱερά. Ὅση δὲ τῶν τοιούτων ἡ ἐπιτήρησις, εἴσῃ τοι κἀντεῦθεν. Ἦν μὲν γὰρ ἀπεικὸς οὐδὲν, μᾶλλον δὲ καὶ ἀληθὲς, μακροῖς διαστήμασι τοῖς διὰ μέσου κειμένοις ἀπονοσφίζεσθαι τῶν Ἱεροσολύμων τὰς ἀνὰ τὴν Ἰουδαίαν πᾶσαν οὐκ εὐαριθμήτους πόλεις. Καὶ τί τὸ ἐντεῦθεν σκληρὸν καὶ δυσήνυτον, τοὺς θύειν ἐθέλοντας ἀπαρχὴν σίτου, καὶ μὴν ἐλαίου καὶ οἴνου, τοσαύτην δύνασθαι διακομίσαι τὴν τρίβον; Ὄκνον δ' ἂν ἴσως ἐνεποίησέ τισιν, ὁ ὑπὸ χεῖρα πόνος, ἀλλ' ἦν ἀκαλλὲς, μᾶλλον δὲ τῶν ἄγαν ἐκτοπωτάτων, ἐπεί τοι τὸ χρῆμα δυσχερὲς, καὶ οὐκ εὐκατόρθωτον τοῖς ἀπωτέρω κειμένοις ἦν, παραλύεσθαι τῆς ἀληθείας τὸ κάλλος, οὐκ ἐν τῇ ἁγίᾳ σκηνῇ προσκομιζόντων τὰ ἱερὰ τῶν ἐξ Ἰσραήλ. Ἵνα τοίνυν ἁπάντων ἡμῖν τῶν ἐν μέσῳ παραποδισμάτων χρησίμως ἐξῃρημένων, καὶ εἰς τὸ τῷ νομοθέτῃ δοκοῦν διεξάγοιτο λοιπὸν ὁ ἐπὶ τῷδε νόμος, πεπαιδαγώγηκεν ὁ Μωσῆς, καὶ τὴν θείαν διερμηνεύει βούλησιν ἐν τῷ ∆ευτερονομίῳ, λέγων· «∆εκάτην ἀποδεκατώσεις παντὸς γεννήματος τοῦ σπέρματός σου, τὸ γέννημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ' ἐνιαυτὸν, καὶ φάγῃ αὐτὸ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ, ἐκεῖ οἴσεις τὰ ἐπιδέκατα τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, καὶ τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι Κύριον τὸν Θεόν σου πάσας τὰς ἡμέρας. Ἐὰν δὲ μακρὰν γένη-ται ἡ ὁδὸς ἀπὸ σοῦ, καὶ μὴ δύνῃ ἀναφέρειν