De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ὀργάνων ᾠδαῖς. Τοιγάρτοι καὶ ἔφασκον· «Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν, ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών·» ἐν ᾗ κατὰ νόμους καὶ ἔθη τὰ Ἰουδαίων, ἡ τῆς αἰνέσεως θυσία προσεκομίζετο χορδαῖς καὶ ὀργάνοις ἐκπεραινομένη, καὶ κατακηλοῦσα τοῖς μέλεσι τοὺς τῷ θείῳ προσιόντας ναῷ. Ἐπειδὴ δὲ ἦσαν ἐν ἀλλοτρίῳ ζυγῷ δουλείας 68.209 κατεσφιγμένοι, κατολοφυρόμενοι λέγουσιν· «Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς, ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν·» τὸ ἐν ᾠδαῖς ἀπρακτεῖν, δι' αὐτοῦ δὴ τούτου κατασημαίνοντες. Ἄκαρπον γὰρ, μᾶλλον δὲ ὠλεσίκαρπον ἡ ἰτέα φυτὸν, εἴρηται γὰρ ὡδὶ παρὰ τοῦ τῶν παρ' Ἕλλησι ποιητῶν. Ἀνέκειτο τοίνυν εἰς ἀπραξίαν τε καὶ ἀκαρπίαν τὰ τῆς ᾠδῆς ὄργανα· καὶ τῆς εἰς τοῦτο ῥᾳστώνης τὴν ἀφορμὴν ἀνακεκραγότες λέγουσι· «Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;» ∆ιακομίσαντος δὲ αὐτοῖς τοῦ Βαροὺχ τοὺς Ἱερεμίου λόγους, Ἔκλαιον πάντες, φησὶ, καὶ ἐνήστευον καὶ ηὔχοντο προσευχὴν ἐναντίον Κυρίου· καὶ συνήγαγον ἀργύριον, καθὰ ἑκάστου ἐδύνατο ἡ χείρ· καὶ ἀπέστειλαν εἰς Ἱερουσαλὴμ πρὸς Ἰωακεὶμ υἱὸν Χελκίου, υἱοῦ Σαλὼμ τὸν ἱερέα, καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς πάντα τὸν λαὸν τὸν εὑρεθέντα μετ' αὐτοῦ ἐν Ἱερουσαλήμ.» Καὶ μεθ' ἕτερα· «Καὶ εἶπον· Ἰδοὺ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἀργύριον, ἀγοράσατε τοῦ ἀργυρίου ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας, καὶ λίβανον, καὶ ποιήσατε μάννα, καὶ ἀνοίσατε ἐπὶ θυσιαστήριον Κυρίου τοῦ Θεοῦ ἡμῶν.» Πρέπειν γὰρ ᾤοντο σφίσι μὲν, οὐχὶ θύειν ἔτι, γῆς μὲν ἁγίας ἐξῳκισμένοις, πράττουσι δὲ τέως ὑπὸ Θεῷ μὲν οὐκέτι, κατεζευγμένοις δὲ ὥσπερ ἑτέρῳ καὶ ὑπὸ χεῖρα πεσοῦσι τὴν τυραννικὴν, τοῖς γε μὴν ἔτι τὴν ἁγίαν οἰκοῦσι πόλιν, λειτουργίας τε τῆς ἱερᾶς λαχοῦσι τὴν δόξαν, ἀπονέμουσι τὴν λατρείαν, ὀρθῷ δηλαδὴ χρώμενοι λογισμῷ, πρὸς τὴν τοῦ πρέποντός τε καὶ ἀναγκαίου κατάσκεψιν. Καὶ αὐτὸς δὲ ἡμῖν ὁ σοφώτατος ∆ανιὴλ, ἱερῶν μὲν εἴχετο σπουδασμάτων, ὁμοῦ δὲ καὶ τοῖς ἄλλοις αἰχμάλωτος ὢν, τὸ τῆς ἀνάγκης κατεσοφίζετο χρῆμα. Καὶ τίνα τρόπον, ἐρῶ· προσηύχετο γὰρ τρεῖς τῆς ἡμέρας καιρούς. Ἀλλ' ἦσαν αὐτῷ βλέπουσαί τε καὶ ἠνεῳγμέναι πρὸς τὴν Ἱερουσαλὴμ αἱ θυρίδες ἐν τοῖς ὑπερῴοις. Γέγραπται γὰρ ὡδί. Εὐπρόσδεκτον γὰρ τότε μόλις ἔσεσθαι παρὰ Θεῷ τὴν ἰδίαν ᾤετο προσευχὴν, εἰ γῆς ἀλλοτρίας καὶ μεμισημένης, εἰ μὴ σαρκὶ δύναιτο τυχὸν, κἂν γοῦν ἐννοίαις ἀπονοσφίζοιτο, καὶ τοῖς τῆς διανοίας ὄμμασι, πρὸς τὴν τῷ Θεῷ φιλαιτάτην ἀφορῶν γῆν, εἰς αὐτὸν δὲ ὥσπερ εἰσφρήσας τὸν νεὼν, τὴν ὑπὲρ ὧν ἂν ἕλοιτο προσάγοι λιτήν. {ΠΑΛΛ.} Εὖ γε ὡς ἀληθῶς ὁ σύμπας ἡμῖν διήρτισται λόγος.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ Ὅτι ἀμήχανον διαφυγεῖν τὸν ἐξ ἁμαρτίας θάνα τον, καὶ τὴν τοῦ διαβόλου
πλεονεξίαν, εἰ μὴ δι' ἁγιασμοῦ τοῦ κατὰ Χριστὸν, καὶ ὅτι οὐκ ἐν νόμῳ ἡ δικαίωσις, ἀλλ' ἐν Χριστῷ. Χρῆμα μὲν οὖν, ὦ Παλλάδιε, τὸ ἀπονοσφίζεσθαι φιλεῖν τοῦ κατασίνεσθαι πεφυκότος, ἐφίεσθαι δὲ δεῖν τῆς ὑπὸ τῷ Θεῷ δουλείας, ὡς εὐκλεές τε καὶ ὀνησιφόρον, οὐκ ἀγεννὴς ἡμῖν διέδειξε λόγος. {ΠΑΛΛ.} Οὐ γὰρ οὖν. {ΚΥΡ.} Ὁλοτρόπως γε μὴν τῶν αἰσχιόνων ἀπαίροντας, τὰ ἀμείνω ὅτι προσῆκεν ἡμᾶς ὅτι ζητεῖν, εὖ μάλα διεβεβαιούμεθα. {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Χρῆναι δὲ οὕτω λοιπὸν ἐδόκει τῆς ἐν κόσμῳ ζωῆς τὸ φιλήδονον, καὶ τὴν ἐπὶ τῷδε τύρβην ἱέντας ὡς ἀποτάτω καταθύειν ἐπείγεσθαι τῷ Θεῷ, καὶ οἷάπερ ἐν ἐρήμῳ γεγονότας διαθέσει νοῦ, σχολαίαν καὶ καθαρωτάτην, καὶ μολυσμοῖς οὐ βατὴν, καλὴν δὲ καὶ εὐπρόσδεκτον ἐπιτηδεύειν αὐτῷ τὴν λατρείαν. {ΠΑΛΛ.} Ἐδόκει γὰρ ὧδε. {ΚΥΡ.} Καὶ μὴν, ὅτι καθειργνύντος ὑφ' ἑαυτῷ καὶ συνέχειν ἡμᾶς ἐθέλοντος, ἐκ πλεονεξίας τοῦ