De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἂν οὗτοι, κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνὴν, οἱ κνηθόμενοι τὴν ἀκοὴν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας αὐτὴν ἀποστρέφοντες, προσκείμενοι δὲ πνεύμασι πλάνης, καὶ εἰς βεβήλους κενοφωνίας ἐκνενευκότες. Οὐκοῦν ὁ ὠτότμητος τῆς εἰς τὸ εἴσω καὶ νοητῆς ἀκοῆς ὑπεμφήνειεν ἂν τὴν πήρωσιν, καὶ τὴν ἐξ ὀρθότητος ἐπὶ τὸ χεῖρον παραφθοράν. Ἀλλὰ καὶ εἴ τῳ τυχὸν σύντριμμα ποδὸς ἢ σύντριμμα χειρὸς ὁρῷτο προσὸν, ἀποχωρείτω, φησὶν, καὶ ἐν ἴσῳ τετάχθω τοῖς ἄλλοις, νοεῖν ἀναπείθοντος τοῦδε τοῦ τὸν πόδα τυχὸν ἢ τὴν χεῖρα συντεθραυσμένου μὲν, πλὴν οὐκ εἰσάπαν ἠῤῥωστηκότος, 68.789 τὸν οὐχ ὁλοκλήρως εἰς ἔργα χωρεῖν δυνάμενον, οὔτε μὴν ἀδιάβλητον ἔχοντα παντελῶς τὴν βάδισιν, ἤτοι τὴν ἐνέργειαν, τὴν ὡς ἐν πολιτείᾳ, φημὶ, καὶ ζωῇ τῇ ἐννομωτάτῃ. Εἶεν δ' ἂν καὶ οὗτοι πάλιν, ἢ οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς, οἷς ἐπενήνεκται τὸ οὐαὶ διὰ προφήτου φωνῆς, ἤγουν οἱ τὸ δίκαιον οὐ δικαίως διώκοντες, κατὰ τὸ γεγραμμένον. Ἐπιτήρει δὲ ὅτι τῇ νοητῇ καὶ ὁλοτελεῖ χωλότητι, καὶ ἡ μετρία τοῦ σκέλους πήρωσις ἐν ἴσῳ τέ ἐστι, καὶ ὡς ταὐτὸν λελόγισται. Τῷ γὰρ μηδ' ὅλως τι δρᾷν ἰσχύσαι τῶν ἀγαθῶν, τὸ μὴ δρᾷν ὀρθῶς ἐν ἴσῳ κείσεται λόγῳ. Φαίνοιτο δ' ἂν εἰκότως ἐν μὲν τῇ χωλότητι, τὸ μηδ' ὅλως· ἐν δὲ τῷ συντρίμματι, τὸ μὴ ὑγιῶς. {ΠΑΛΛ.} Ἔοικε. {ΚΥΡ.} Κυρτὸν δὲ, καὶ ἔφηλον, καὶ πτιλὸν τοὺς ὀφθαλμοὺς καταγράφει πάλιν ὡς ἐν τοῖς ἀδοκιμωτάτοις. Καὶ κυρτὸν μὲν εἶναί φαμεν, τὸν οἱονεὶ κεκυφότα, καὶ κάτω βλέποντα νῷ, καὶ πρὸς τὰ σαρκὸς νενευκότα πάθη, καὶ τοῖς ἐπιγείοις τὸν ὀφθαλμὸν ἐπερείδοντα, δῆλον δὲ ὅτι τὸν νοητὸν, καὶ εἰς τοῦτο γνώμης ἰόντα λοιπὸν, ὡς τὸ ἀπορθοῦσθαι μισεῖν, πρός γέ φημι τὸ χρῆναι τὰ ἄνω φρονεῖν. Εἶεν δ' ἂν ἐν τούτοις τὰ τῶν Ἰουδαίων ἐγκλήματα, περὶ ὧν γέγραπται· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.» Ἔφηλον δὲ, τὸν τὴν ἐφηλίδα τὴν καλουμένην ἐπ' αὐτοῖς ἔχοντα μετώποις. Ἀῤῥώστημα δὲ τουτὶ καταμελαίνειν εἶδος τὴν ἐπ' ἄκρου δέρματος ὄψιν. Παραιρεῖται δὲ τοῖς οἷς ἂν γένοιτο παθεῖν, τὸ κἂν γοῦν ἰσχύσαι λαθεῖν, αὐταῖς ἐπανθοῦν ὀφρύσιν, ὅλοις τε προσώποις ἐπηρτημένον. Ἔφηλος δὴ οὖν ὁ τοιόσδε σωματικῶς, νοητῶς γε μὴν ὑποφαίνει τὸν ἀσχήμονα, γυμνῶς τε καὶ ἀκρύπτως, καὶ οἱονεὶ πρόσωπον οὐκ ἔχοντα καθαρὸν, ἀλλ' ἐκφανὲς ἅπασι τὸ ἀκαλλὲς εἰς ζωὴν, ὡς μὴ εἰδέναι που τάχα, μηδὲ τὸ ὑπό του τῶν σοφῶν ὀρθῶς εἰρημένον, «Σοφοὶ κρύψουσι τὰς ἑαυτῶν αἰσχύνας.» {ΠΑΛΛ.} Πῶς ἔφης; {ΚΥΡ.} Οὐ γὰρ, ὦ Παλλάδιε, μυρία ὅσα γε τὰ ἐν ἡμῖν ἐστι πάθη; {ΠΑΛΛ.} Ναί· τί οὖν τοῦτό γε; {ΚΥΡ.} Ὅτι, ὦ γενναῖε, φημὶ, νοσεῖ μὲν ἕκαστος, ἃ νοσεῖ, αἰδοῖ δὲ πολλάκις τῇ πρὸς ἀδελφοὺς ἡττώμενος, ἐν σπουδῇ καὶ λόγῳ ποιεῖται πολλῷ καὶ τὸ ἐῤῥῶσθαι δοκεῖν, καὶ τὸ λανθάνειν ἐν κακοῖς. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Εἰ δὲ δή τις εἴη πρὸς τοῦτο ἥκων ἀναισχυντίας, ὡς ἡγεῖσθαι παρ' οὐδὲν, τὸ καὶ ἐκφανδὸν ἑλέσθαι πλημμελεῖν, καὶ τῶν εἰς κοσμιότητα γερῶν ἀφειδῆσαι παντελῶς, οὐκ ἄν τῳ δόξειεν ὁ τοιόσδε λοιπὸν, τοῦ ἱεροῦ καὶ ἁγίου γένους οἴχεσθαι μακράν; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Ἔφηλον τοίνυν ὁ νόμος ἀποκαλεῖ τὸν τοιοῦτον, ὡς οὐδὲ κρύπτειν εἰδότα καὶ ἀνεχόμενον τὸ συμβὰν ἀῤῥώστημα καὶ πάθος αὐτῷ. Πτιλὸν δὲ τοὺς 68.792 ὀφθαλμοὺς, τὸν ἥκιστα μὲν τοῦ βλέπειν ἐστερημένον, ὑγιῶς δὲ τοῦτο ποιεῖν οὐκ ἔχοντα. ὁποῖοί τινες εἶεν, οἷς ἔνεστι μὲν ἡ φρόνησις, τό γε μὴν ἑλέσθαι φρονεῖν ὀρθῶς οὐχ ὁρᾶται προσόν. Οἱ μὲν γὰρ ὁρῶντες, φησὶ, τὸ ἀγαθὸν, ἐφ' ἂ μὴ προσῆκε τῶν ἰδίων θελημάτων παρατρέπουσι τὴν ῥοπήν· οἱ δὲ, καὶ δογματικῆς ὀρθότητος οὐκ ἀμοιρεῖν ἰσχύοντες, μονονουχὶ τὸν οἰκεῖον αὐτοὶ κατασίνονται νοῦν, εἰς ἀκαλλεστάτην ἐννοιῶν ἱέντες θήραν, καὶ ὑγιὲς οὐδὲν τῆς ἐπὶ Θεῷ δόξης εἰσδεχόμενοι· ὁποῖοί τινές εἰσιν, αἱρετικῶν μὲν μάλιστα παῖδες, Ἰουδαῖοί τε πρὸς τούτοις, οἱ Θεὸν μὲν πιστεύοντες εἶναι τὸν Πατέρα, τόν γε μὴν ἐξ αὐτοῦ πεφηνότα κατὰ φύσιν Υἱὸν ἀνοητότατα διωθούμενοι. Τοιγάρτοι καὶ ἀληθὲς ἐπ' αὐτοῖς τὸ διὰ τοῦ προφήτου φωνῆς ὑμνούμενον, «Ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν.» Ὀνίνησι