De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ὑπὸ παντὸς τοῦ πλήθους· ἀπέθανε γὰρ ὑπὲρ πάντων, ἵν' εἰδεῖεν οὗτοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας προσάγοντες ἀμνὸν, ὅτι τιμῆς ἠγοράσθησαν, οὐκ εἰσὶν ἑαυτῶν, ἀλλ' εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι, καὶ ἐγερθέντι. Ἐπειδὴ γὰρ 68.1069 ὑπὲρ τῶν ἡμετέρων πλημμελημάτων παρεδόθη, διὰ ἡμᾶς τεθνάναι λέγεται. Ταύτῃ τοι καὶ ἡμεῖς οἱ σφάζοντες. Οἱ γὰρ δι' οὓς ἀπέθανεν ἀναγκαίως, μονονουχὶ τοῦ πάθους εἶεν ἂν ἐργάται σαφῶς, εἰ καὶ δρῷτό τι δι' ἑτέρων. Ὅτι δὲ σώζει τοὺς κεχρισμένους ὁ τοῦ αἵματος ῥαντισμὸς, παρέδειξεν εὐθὺς, χρῆναι τῷ αἵματι καταχρίειν εἰπὼν τῶν δωματίων τὰς εἰσβολὰς, σταθμῶν δὴ λέγω καὶ θυρῶν φλιάς. Ἀποφράττει γὰρ ὥσπερ καὶ ἀνέμβατον ἐργάζεται τῷ θανάτῳ τὴν εἰσβολὴν τὸ Χριστοῦ μυστήριον. Ἄραρεν οὖν, ὅτι τῷ τιμίῳ κατακεχρισμένοι καὶ ἡμεῖς αἵματι, θανάτου κρείττους ἐσόμεθα, καὶ φθορᾶς ἀλογήσομεν, δι' οὐδενὸς ποιούμενοι λόγου τὸν ὀλοθρευτήν. Ἐκρύεται γὰρ ἡμᾶς τὸ αἷμα τῆς ζωῆς, τουτέστι, Χριστοῦ. Χρῆναι δέ φησιν, ἐν νυκτὶ μιᾷ τὰ τοῦ ἀμνοῦ δαπανᾶσθαι κρέα· εἷς γὰρ ἀληθῶς, ὁ τοῦ σωτηρίου πάθους καιρὸς, καὶ ἅπαξ ἀποθανὼν, οὐκέτι ἀποθνήσκει, κατὰ τὸ γεγραμμένον, θάνατος αὐτοῦ οὐκέτι κυριεύσει· ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Ὀπτὰ δὲ τὰ κρέα, καὶ ἐπ' ἄρτοις ἀζύμοις ἐσθίεται καὶ πικρίσι, τοῦ μὲν ὀπτοῦ, τὴν οἱονεί πως διὰ παθημάτων τοῦ Ἐμμανουὴλ ὑπεμφαίνοντος τελείωσιν. «Ἔδει γὰρ, ἔδει, φησὶ, τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, διὰ παθημάτων τελειῶσαι.» Τοῦ γε μὴν ἐπ' ἀζύμων ἐσθίεσθαι καὶ πικρίδων, αἰνιγματωδῶς ὑπογράφοντος, ὅτι δεήσει καὶ ἡμᾶς αὐτοὺς, οἷς ἂν παρακέοιτο πρὸς μέθεξιν ὁ Χριστὸς, ζύμης ἀπηλλάχθαι τῆς νοητῆς, τουτέστι, κακίας καὶ δόλου, ἀγαπᾷν δὲ ὅτι μάλιστα καὶ τὸ τληπαθεῖν ὑπὲρ τῆς εἰς αὐτὸν ἀγάπης, καὶ πικρῶν ἀνέχεσθαι πόνων, κατόπιν ἰόντας τοῦ δι' ἡμᾶς εἰς θάνατον εἰσελθόντος. Εἰς τοῦτο γὰρ παραθήγων ἡμᾶς, «Οὐκ ἔστι, φησὶ, μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.» «Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πολλῷ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ. Ἀποφάσκει δὴ οὖν ὁ νόμος, τὸ δεῖν ἐσθίειν ὠμὸν, καὶ μέν τοι ἑψημένον ὕδατι, καί τοι μηδενὸς ἂν, οἶμαι, φαγόντος ὠμὸν, κἂν εἰ μὴ ἔφη τυχὸν ὁ νόμος. Ὑποφαίνει τοίνυν αἰνιγματωδῶς, ὅτι τὸ τοῦ Χριστοῦ μυστήριον, οὔτε τὸ ἀπρόσβλητον ἔχει διὰ ψευσμάτων ὑπερβολὴν οὔτε μὴν τὸ ὑδαρὲς καὶ ἐκλελυμένον. Ἑλλήνων μὲν γὰρ οἱ λογάδες ποιηταί τε καὶ συγγραφεῖς, καὶ ὅσον ἧκεν εἰς λόγους σοφοὶ, τὰ τῶν παρὰ σφίσι θεῶν ἀναγράφοντες ὄργια, ψευδοεποῦσιν ἀγρίως, καὶ οἱονεί πως ὠμά τε καὶ ἀπαράδεκτα ταῖς ἀνθρώπων διανοίαις παραφέρουσι διηγήματα, καὶ πολὺ τὸ ὑδαρὲς, ἔν γε δὴ σφίσιν αὐτοῖς, κατηῤῥωστηκότα. Μοιχεῖαί τε γὰρ καὶ γυναίων ἔρωτες, καὶ μειρακίων διαφθοραὶ, καὶ αἰδοίων ἀποκοπαὶ, καὶ παρθένων εἰς δένδρα μεταφυτεύσεις, καὶ ἕτερα ἄττα πρὸς τούτοις πάναισχρά τε καὶ ἀκαλλῆ, μυθάρια τὰ παρ' αὐτοῖς νοούμενα, ἀλήθεια δέ ἐστι, πάντα τὰ ἐν Χριστῷ, εὐπαράδεκτά τε καὶ ἐδώδιμα νῷ, καὶ τὸ χαῦνον, ἢ ὑδαρὲς οὐκ ἔχοντα. Συνάγει γὰρ μᾶλλον εἰς εὐκοσμίαν τοὺς ἐθέλοντας νοεῖν, ἤπερ ἀνίησιν εἰς τρυφὰς καὶ φιλοσαρκίαν, καθάπερ ἀμέλει καὶ τὰ Ἑλ 68.1072 λήνων ψυχρὰ καὶ γραώδη διηγήματα. Συνίης οὖν ἄρα σαφῶς ὅ φημι; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Ὅτι δὲ χρὴ τὸν Χριστοῦ γεγονότα μέτοχον, διά γε τοῦ μεταλαχεῖν τῆς ἁγίας αὐτοῦ σαρκός τε καὶ αἵματος, καὶ τὸν αὐτοῦ νοῦν ἔχειν, καὶ διὰ τῶν ἔσω κατορθωμάτων ἰέναι φιλεῖν, συνιέντα εὖ μάλα τὸ ἐπ' αὐτῷ, ὑπέφηνεν ἂν εὐθὺς, δεῖν ἐσθίεσθαι λέγων κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. Ἦ γὰρ, οὐχὶ νοῦ μὲν εἰς τύπον ἐλέγομεν εἶναι τὴν κεφαλὴν, πόδας δὲ αὖ πανταχῆ, τῆς ὡς ἐν ἔργοις πορείας σημαντικούς; παρεδήλου δὲ πάλιν τὰ εἴσω τε καὶ κεκρυμμένα τῶν θυομένων τὰ ἐντόσθια; {ΠΑΛΛ.} Ἐδόκει μὲν ὧδε νοεῖν ὀρθῶς. Πλὴν, ἐκεῖνο φράσον, τίς ἂν εἴη Χριστοῦ μὲν ὁ νοῦς, τίς δὲ ἡ πορεία, καὶ μέντοι τὰ κεκρυμμένα; {ΚΥΡ.} Νοῦς μὲν ἂν εἴη Χριστοῦ, τὸ μόνα φρονεῖν