De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἀπεσχημένοι, μώμου μὲν ἔσονται μακρὰν, λαμπροὶ δ' ἂν εἶεν καὶ ἀξιόληπτοι, καὶ ψήφῳ τῇ ἄνωθεν τετιμημένοι. Ἔχει δὲ οὕτως ἡμῖν ὁ ἐπὶ τῷδε νόμος· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων· Λαλήσατε τοῖς υἱοῖς Ἰσραὴλ, λέγοντες· Ταῦτα τὰ κτήνη, ἃ φάγεσθε ἀπὸ πάντων τῶν κτηνῶν τῶν ἐπὶ τῆς γῆς, πᾶν κτῆνος διχηλοῦν ὁπλὴν, καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν, καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσι, ταῦτα φάγεσθε· πλὴν ἀπὸ τούτων οὐ φάγεσθε, ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν, καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς, καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον, ὅτι ἀνάγει μηρυκισμὸν, ὁπλὴν δὲ οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν, καὶ τὸν δασύποδα, ὅτι ἀνάγει μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν, καὶ τὸν χοιρογρύλλιον, ὅτι ἀνάγει μηρυκισμὸν, καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάθαρτον τοῦτο ὑμῖν, καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν, τοῦτο καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς, καὶ τοῦτο οὐκ ἀνάγει μηρυκισμὸν, ἀκάθαρτον τοῦτο ὑμῖν. Ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε, καὶ τῶν θνησιμαίων αὐτῶν οὐ φάγεσθε, ἀκάθαρτα ταῦτα ὑμῖν.» Ἐναργέστατα μὲν οὖν ὁ Χριστὸς, «Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα,» φησὶ, «κοινοῖ τὸν ἄνθρωπον.» Εἴρηται δέ που καὶ πρὸς τὸν θεσπέσιον Πέτρον, τῆς σινδόνος ἄνωθεν καθιεμένης τέσσαρσιν ἀρχαῖς, ἐν ᾗ πάντα γέγραπται τὰ 68.917 τετράποδα καὶ πτηνά· «Ἀναστὰς Πέτρε, θύσον καὶ φάγε.» Ἀνακεκραγότος δὲ τοῦ μαθητοῦ καὶ τὴν νομικὴν ἐπιτήρησιν δεδιότος ἔτι, καὶ, «Μηδαμῶς, Κύριε,» λέγοντος, «ὅτι οὐδέ ποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον, οὐδὲ εἰσῆλθεν εἰς τὸ στόμα μου πᾶν κρέας βέβηλον,» πάλιν ἐφώνει Θεός· «Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.» Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος, ὅτι «Βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ.» Ἔστι δὴ οὖν οὐκ ἀσυμφανὲς, ὅτι βεβηλοῖ μέν τι τῶν ὄντων ἥκιστα μὲν ὁ νόμος, πάντα δὲ οἶδε καθαρὰ τοῖς καθαροῖς· ἀλλ' εἰς ἠθῶν ποιότητας ἀνθρωπίνων τὸ ἑκάστου ζώου φυσικὸν εὖ μάλα παραλαβὼν, ὀνίνησιν οὐ μετρίως. Μάθοις δ' ἂν ὅ φημι δὴ, κἀκ τῶνδε πάλιν, ἀληθὲς ὅτι καὶ ἀναμφίβολον. Τὰ γάρ τοι πᾶσι κατεγνωσμένα, καταμυσάττεσθαι δεῖν ὁρᾶται προστεταχὼς, κάμηλον δὴ λέγων, καὶ τὸν χοιρογρύλλιον, νυκτικόρακα, καὶ τὸν καταῤῥάκτην, καὶ ἀσκαλαβώτην, καὶ μυγαλὴν, καὶ τὰ ἔτι τούτων αἰσχίονα. Ἆρ' οὖν οὐκ ἐναργὴς ὡς ἔν γε τούτοις ὁ τοῦ νομοθέτου σκοπὸς εἴη ἂν, ὦ 'γαθέ; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Οὐκοῦν εἰς ἠθῶν ποιότητα μετακομιστέον εὖ μάλα τὰ φυσικῶς ἐνόντα τισὶ τῶν ἀλόγων ζώων, ἑκάστου, φέρε εἰπεῖν, καταγράφοντος ὥσπερ ἐν ἑαυτῷ τὸν τοῦ δεῖνος τρόπον, καὶ ἐν οἷς ἂν εἴη κατασημαίνοντος. Ἢ γὰρ οὐχὶ καὶ ἡμεῖς αὐτοὶ κατειθίσμεθά πως, τοὺς μὲν ἄγαν θερμοὺς καὶ εὐσθενεστάτους, καὶ θράσει τῶν ἄλλων ὑπερφέροντας, σῦς, ἢ λέοντας, ἤ τι τῶν τοιούτων ἕτερον ἀποκαλεῖν; τοὺς δὲ πράους καὶ ἠρεμαίους, καὶ ὑφειμένην ἔχοντας τὴν διάνοιαν, πρόβατα, καὶ περιστερὰς, καὶ τῷ τῇ γαλήνης ὀνόματι στεφανοῦν ἔσθ' ὅτε, τοῖς ἑκάστου τρόποις τὴν πρέπουσαν δήλωσιν ἀπὸ τῶν ἐμφανεστέρων ἐπάγοντες; {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ἴωμεν δὴ οὖν ἐπὶ τὸν τοῦ νόμου σκοπὸν, καὶ ὅ τί ποτέ ἐστιν ὃ παρεγγυᾷ, πολυπραγμονῶμεν εὖ μάλα. {ΠΑΛΛ.} Ἴωμεν. {ΚΥΡ.} Τὰ τῆς δικαιοσύνης αὐχήματα, καὶ ἁπαξαπλῶς ἁπάσης ἐπιεικείας, πρόεισι μὲν ἀπὸ γνώμης τῆς ἑκάστου τυχὸν, κατορθοῦταί γε μὴν κατὰ διττὸν, οἶμαι, τρόπον, καὶ διφυᾶ μέν πως ἐφ' ἑαυτοῖς τὴν ἔκφασιν ἔχει. {ΠΑΛΛ.} Πῶς δὲ φής; {ΚΥΡ.} Ἢ γὰρ εἰς ἑαυτοὺς δρῶμέν τι τῶν ἀγαθῶν, ἡδονὰς ἀποκείροντες τὰς ἐκτόπους καὶ μεμωμημένας, νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καθιστάντες τὸν νοῦν εἰς πραότητα τὴν ἐν πνεύματι, πτωχείαν ἐπιτηδεύοντες, καθαρὰν καὶ ἀθόλωτον, καθόσον οἷόν τε, τὴν διάνοιαν ἔχοντες, ἤγουν τὰ εἰς ἀδελφοὺς ἀγαθὰ πληροῦντες σπουδάσματα, τοῖς ἑλομένοις λυπεῖν καὶ ἀφιλοστόργως προσκεκρουκόσιν, ἀκακίαν δωρούμενοι, τοῖς κάμνουσιν ἐπαμύνοντες, παρακαλοῦντες λελυπημένους, πεπλανημένους ἐξ ἀμαθίας εἰς τὸ εὐθὲς μετατρέποντες, χειραγωγοῦντες ἐπὶ τὸ ἄμεινον, 68.920 ἐπαρκοῦντες δεομένοις, καὶ τὰ ἐφ' οἷς ἂν ἥδοιτο Θεὸς, ἀποπεραίνειν εὖ μάλα διεσπουδακότες. Ἆρ'