De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
Θεοῦ, θερμὴ καὶ ἀκόλαστος ἡδονή. Καὶ ἀληθὲς ὅτι τὸ χρῆμά ἐστιν, ἐκδείξειεν ἂν εὐθὺς ὁ ἐπί γε τῷ Σολομῶν λόγος. Καταφωρᾶται δὲ πρὸ αὐτοῦ παρενηνεγμένος εἰς τοῦτο κατὰ τὴν ἔρημον ὁ Ἰσραήλ· γέγραπται γὰρ, ὅτι «Κατέλυσεν Ἰσραὴλ ἐν Σαττεὶν, καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ· καὶ ἐκάλεσαν αὐτοὺς εἰς τὰς θυσίας τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν, καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν, καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγὼρ, καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ. Καὶ εἶπε Κύριος τῷ Μωσῇ· Λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ, καὶ παραδειγμάτισον αὐτοὺς Κυρίῳ κατέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ Κυρίου ἀπὸ Ἰσραήλ.» Ὁρᾷς ὅτι παραθήγεταί πως, μονονουχὶ δὲ καὶ εἰς ἀνεθελήτους ὀργὰς ἐκφέρεται πρὸς ἡμῶν ἡ θεία τε καὶ ἡμερωτάτη φύσις; Κτηνοπρεπὲς γὰρ τὸ χρῆμα, τὸ ἐπιμαίνεσθαι, φημὶ, ταῖς γυναικῶν ὥραις, καὶ ἀνόσιον κομιδῇ, καὶ τῆς εἰς Θεὸν εὐσεβείας ἄλλαγμα ποιεῖσθαι τολμᾷν τὴν ἀκόλαστον ἡδονήν. Τοιγάρτοι καὶ παραδειγματίζονται τῷ Κυρίῳ ἀπέναντι τοῦ ἡλίου, τοῦτ' ἔστιν, ὀρθῶν ἀπήρτηνται ξύλων τετραμμένων πρὸς ἀνατολὰς, καὶ ἦν οὗτος αὐτοῖς ὁ τῆς κολάσεως τρόπος, μονονουχὶ διακεκραγότος ἐναργῶς τοῦ τύπου, καὶ φωνὴν ἀνιέντος, ὅτι τὸν πανδερκῆ καὶ ἀπαραλόγιστον ὀφθαλμὸν τοῦ κρίνοντος, οὐκ ἂν διαδράσειέ τις, τοιοῖσδε πταίσμασιν ἐναλοὺς, οὐδ' ἂν οἴχοιτο νηποινὶ, προσκείσεται δὲ κατὰ τὴν προφήτου φωνὴν, εἰς ὅρασιν πάσῃ σαρκὶ, πικρὰς τῶν αὐτῷ πεπλημμελημένων ὑπέχων τὰς δίκας. {ΠΑΛΛ.} Τὸ ἐμφανὲς οὖν ἄρα κολάζεσθαι, καὶ τὸ οἱονείπως ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ παραδειγματισθῆναι φησὶν, ἀπέναντι τοῦ ἡλίου. {ΚΥΡ.} Πάνυ μὲν οὖν· ἔστι δὲ ἡμῖν ὁ λόγος οὐκ ἀπὸ σκοποῦ· ὅτι δὲ τοῖς πορνεύουσιν, ἤτοι τοῖς πεπορνευμένοις, τῆς οὕτω ψυχρᾶς καὶ βεβήλου ζωῆς πρὸς Θεὸν οἱ λόγοι, καὶ ἐμφανῆ μέν ἐστι τὰ κεκρυμμένα, 68.909 γνωσθήσεται δὲ τὰ ἐν ἑκάστῳ σαφῶς, καὶ δι' ἑτέρου πάλιν ἡμῖν διετύπου νόμου. Γέγραπται γὰρ ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀνδρὸς ἐὰν παραβῇ ἡ γυνὴ αὐτοῦ, καὶ ὑπεριδοῦσα παρίδῃ αὐτὸν, καὶ κοιμηθῇ τις μετ' αὐτῆς κοίτην σπέρματος, καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρὸς αὐτῆς, καὶ κρύψῃ, αὐτὴ δὲ ᾖ μεμιασμένη, καὶ μάρτυς μὴ ἦν μετ' αὐτῆς, καὶ αὐτὴ μὴ ᾖ συνειλημμένη, καὶ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως, καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μεμίανται, ἢ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως, καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μὴ ᾖ μεμιασμένη· καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα, καὶ προσοίσει τὸ δῶρον περὶ αὐτῆς, τὸ δέκατον τοῦ οἰφὶ ἄλευρον κρίθινον, οὐκ ἐπιχεῖ ἐπ' αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπ' αὐτὸ λίβανον· ἔστι γὰρ θυσία ζηλοτυπίας, θυσία μνημοσύνου, ἀναμιμνήσκουσα ἁμαρτίαν. Καὶ προσάξει αὐτὴν ὁ ἱερεὺς, καὶ στήσει αὐτὴν ἔναντι Κυρίου, καὶ λήψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἐν ἀγγείῳ ὀστρακίνῳ, καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ, καὶ στήσει ὁ ἱερεὺς τὴν γυναῖκα ἔναντι Κυρίου, καὶ ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικὸς, καὶ δώσει ἐπὶ τὰς χεῖρας αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύνου, τὴν θυσίαν τῆς ζηλοτυπίας· ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου· καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεὺς, καὶ ἐρεῖ τῇ γυναικί· Εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ, εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς, ἀθώα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου. Εἰ δὲ σὺ παραβέβηκας ὕπανδρος οὖσα, εἰ μεμίανσαι, καὶ ἔδωκέ τις τὴν κοίτην αὐτοῦ ἐν σοὶ, πλὴν τοῦ ἀνδρός σου· καὶ ὁρκιεῖ ὁ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς ὅρκοις τῆς ἀρᾶς ταύτης, καὶ ἐρεῖ ὁ ἱερεὺς τῇ γυναικί· ∆ῴη σε Κύριος ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ δοῦναι Κύριον τὸν μηρόν σου διαπεπτωκότα, καὶ τὴν κοιλίαν σου πεπρησμένην. Καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου, πρῆσαι γαστέρα, καὶ διαπεσεῖν μηρόν σου. Καὶ ἐρεῖ ἡ γυνή· Γένοιτο, γένοιτο. Καὶ γράψει ὁ ἱερεὺς τὰς ἀρὰς ταύτας εἰς