De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
λίθοις τὴν τοῦ Θεοῦ κλῆσιν ἀνάπτοντες, καὶ τὸν ὑπὲρ πᾶν ὄνομα κατακομίζοντες ἀμαθῶς εἰς ἀνθρωπίνης χειρὸς φιλοτέχνημά τε καὶ πόνον. Ἔφη δέ που περὶ αὐτῶν διὰ φωνῆς Ἡσαΐου Θεός· «Ἐκλε-ξάμενος τέκτων ξύλον, ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐῤῥύθμισεν αὐτὸ, καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ· ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ ὃ ἐφύτευσε Κύριος, καὶ ὑετὸς ἐμήκυνεν, ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν, καὶ λαβὼν ἀπ' αὐτοῦ, ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ' αὐτῶν· τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς, καὶ προσκυνοῦσιν αὐτοῖς.» Καὶ μεθ' ἕτερα· «Γνῶτε, ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται.» Οὗτοι λαμβάνουσι τὸ ὄνομα Κυρίου ἐπὶ ματαίῳ. Ἀλλ' οἶμαι δεῖν τοὺς οἵ γε λοιπὸν ἔξω τε πάγης γεγόνασι διαβολικῆς, καὶ Θεὸν ἐγνώκασι τὸν ἀληθινὸν, μὴ εἰς ψυχρὰς ὀκλάζειν ἐννοίας, μήτε μὴν τὸ ἀγεννὲς ἔν γε δὴ τούτῳ τιμᾷν φληνάφως, ἀνθελκομένους εἰς τὸ δεῖν ἑτέρους εἰδέναι θεοὺς, ἤγουν οἴεσθαί τινας ὑπάρχειν ὅλως παρὰ τὸν ἕνα καὶ ἀληθῶς. «Εἰ γὰρ καὶ λέγοιντό τινες θεοὶ καὶ κύριοι, ἔν τε τῷ οὐρανῷ, καὶ ἐπὶ γῆς, ἀλλ' ἡμῖν εἷς Θεὸς, ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ· καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα, καὶ ἡμεῖς ἐν αὐτῷ.» Ἥκιστα μὲν γὰρ τὴν τῆς θεότητος φύσιν συστελοῦμεν Ἰουδαϊκῶς, εἰς μόνον τὸν ἕνα Θεὸν καὶ Πατέρα, κατευρύνοντες δὲ ὥσπερ εἰς ἁγίαν τε καὶ ὁμοούσιον Τριάδα· καὶ μὴν καὶ προσώπων ποιότητι, καὶ ὑποστάσεως ἰδιότητι διαστέλλοντες, εἰς ἕνα δὴ πάλιν συστελοῦμεν Θεὸν, διὰ τὸ τῆς οὐσίας ταυτὸν, καὶ αὐτῷ λατρεύσομεν, αὐτῷ προσκυνήσομεν, ἐπικαλούμενοι τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον. «Οὐ γὰρ ἔσονται,» φησὶ, «θεοὶ ἕτεροι πλὴν ἐμοῦ·» καὶ πάλιν· «Κύριον τὸν Θεόν σου προσκυ 68.413 νήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Ἐπειδὴ δὲ εἶς μὲν ἔστι Θεὸς ὁ Πατὴρ, εἶς δὲ Κύριος ὁ Υἱὸς, ἓν δὲ Πνεῦμα ἅγιον ἐκπορευτὸν, οὔτε τὸν ἕνα Θεὸν τῆς ἀληθοῦς κυριότητος ἐξοίσομεν· οὔτε μὴν τὸν ἀληθῶς καὶ φύσει Κύριον, τοῦ εἶναι Θεὸν ἐκπέμψομεν· ἕψεται γὰρ θεότητι μὲν πάντως τῇ κατὰ φύσιν, ἡ κυριότης· κυριότητι δὲ αὖ τῇ κατ' ἀλήθειαν, ἡ τῆς θεότητος δόξα. {ΠΑΛΛ.} Ὀρθότατά γε καὶ ὅτι μάλιστα σοφῶς ἔφης. {ΚΥΡ.} Ἕνα δὴ οὖν, Παλλάδιε, Θεὸν εἰσόμεθα, καὶ ἐπ' αὐτῷ τὸ σύμπαν οὐδένα καταλογιούμεθα, τὴν ἀνόσιόν τε καὶ βέβηλον διψυχίαν, ὡς ἀλαζόνα καὶ ὑβρίστριαν ἀληθῶς, ἀπωτάτω ποιούμενοι τῆς ἑαυτῶν ψυχῆς, ἵνα μὴ καὶ ἡμῖν αὐτοῖς ἱερὸς ἐπιφωνῇ λόγος· «Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις; ἢ Βάαλ Βάαλ, ἢ Θεῷ Θεῷ.» Μονοτρόπους γὰρ ἡμᾶς, οὐχ ἑτερόφρονας καὶ σεσαλευμένους, εἰς ἃ μὴ προσῆκεν ἑτοιμότατα μεταπίπτοντας ὁρᾶσθαι δεήσει· ὡς τό τοι χωλεύειν ἐπ' ἄμφω καὶ καταδονεῖσθαι φιλεῖν, φαίην ἂν ἔγωγε τῶν ὅτι μάλιστα δυσαθεωτάτων. Καὶ γοῦν καὶ ὁ πάλαι νόμος θανάτῳ τιμᾶται τὸν οὐκ ἀσφαλῆ, φησὶ γάρ· «Ὁ θυσιάζων θεοῖς ἐξολοθρευθήσεται, πλὴν Κυρίῳ μόνῳ.» Τοιγάρτοι τῆς θείας κατεπαίρεσθαι δόξης, καὶ τὰ αὐτῇ καὶ μόνῃ διανέμειν πρέποντα, ἐπιχειρεῖν οἷς ἂν ἕλοιτό τις, καὶ τοῖς μὴ φύσει χαρίζεσθαι θεοῖς, νοσημάτων αἴσχιστον, μᾶλλον δὲ δυσσεβείας ἂν γένοιτο τῆς ἐσχάτης ἔγκλημα καὶ γραφή. Ἀπηλλάχθαι δὴ οὖν τῶν τοιούτων ἀνάγκη, τόν γε ὡς ἀληθῶς γνήσιον καὶ θεοφιλῆ, καὶ οὐχὶ δὴ μόνον ἀποκαθαίροντα τὴν καρδίαν, ἀλλὰ μηδ' ὅσον εἰπεῖν διὰ γλώσσης ἱέντα ποτὲ τὸ εἴδωλον ὄνομα. Γέγραπται γὰρ, ὅτι «Καὶ ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνησθήσεσθε, οὐδ' οὐ μὴ ἀκουσθῇ ἐκ τοῦ στόματος ὑμῶν.» Ἃ γὰρ αἰσχρὸν εἰδέναι, λαλεῖν οὐκ ἀζήμιον. Πανταχῆ δὲ τὸ ἐν πίστει γνήσιον τιμᾷν ᾑρημένους, διαμεμνῆσθαι προσήκει τοῦ μακαρίου Παύλου γράφοντος ὧδε· «Ἀδύνατον γὰρ τοὺς ἅπαξ πεφωτισμένους, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν.» Οἱ γὰρ ἅπαξ εἰς μετάληψιν τῆς οὐρανίου καὶ θείας ἐνηνεγμένοι χάριτος, διά γε τοῦ ἁγίου βαπτίσματος, ἀναστάσεώς τε πέρι, καὶ τῆς τοῦ Χριστοῦ βασιλείας τὸν ἀληθῆ καὶ ζωοποιὸν παραδεξάμενοι λόγον, εἰ παλινδρομεῖν ἕλοιντο πρὸς τὸ ἐν