De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἀνάγκη κατὰ τὸν νόμον, φθάσαντες ἤδη προείπομεν. Τί δ' ἂν βούλοιτο δηλοῦν καὶ τῶν ἀζύμων ἡ βρῶσις, καὶ ἡ κατὰ Σάββατον ἀργία, καὶ πρὸς τούτοις ἔτι τὸ ὠνομάσθαι κλητὰς ἁγίας τήν τε πρώτην καὶ τὴν ἑβδόμην ἡμέραν, προαπέδειξε σαφῶς ὁ λόγος. Τοιγάρτοι μεθεὶς τὸ ἔν γε τουτοισὶ διαμέλλειν ἔτι, ἐπὶ τοὺς τῶν θυσιῶν πάλιν ἴωμεν τρόπους. ∆ύο μὲν τοίνυν οἱ μόσχοι, πρὸς ὁλοκαυτώματα καὶ θυσίαν, εἷς δὲ κριὸς, καὶ μὴν καὶ ἀμνοὶ τὸν ἀριθμὸν ἑπτὰ, πάντες ἄμωμοί τε καὶ ἐνιαύσιοι, καὶ θυσία μὲν ἐπ' αὐτοῖς, σεμίδαλις ἐλαιόδευτος. Πλὴν οὐκ ἐν ἴσῳ μέτρῳ· τρία μὲν γὰρ ἑκάστῳ μόσχῳ δέκατα, δύο δὲ τῷ κριῷ, καὶ ἓν ἐφ' ἑκάστῳ τῶν ἀμνῶν. Εἶτα συνεισφέρεται καὶ χίμαρος ἐξ αἰγῶν, ὑπὲρ ἁμαρτίας· «Καὶ ταυτὶ δὴ πάντα,» φησὶ, 68.1089 «πλὴν τῶν ὁλοκαυτωμάτων τοῦ ἐνδελεχισμοῦ.» Θέα δὴ οὖν, ὦ Παλλάδιε, τοῦ Ἐμμανουὴλ τὸν θά-νατον, καρποφοροῦντα πολλοὺς, κατά γε τὸ παρ' αὐτοῦ σαφῶς τε καὶ ἀληθῶς εἰρημένον, «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πολὺν φέρει.» Σφάζεται γὰρ ὁ ἀμνὸς εἰς τύπον Χριστοῦ, μηνὶ μὲν πρώτῳ κατὰ τὸν νόμον, ἡμέρᾳ δὲ αὖ τῇ τεσσαρεσκαιδεκάτῃ. Προσεπάγονται δὲ μόσχοι, καὶ κριὸς, καὶ ἀμνοὶ πρὸς θυσίαν καὶ ὁλοκαυτώματα, τῶν διὰ πίστεως κεκλημένων εἰς ἁγιασμὸν, καθάπερ ἐγᾦμαι, τήν τε πληθὺν, καὶ τῆς πνευματικῆς εὐεξίας τὸ μέτρον, ὡς ἐν τύπῳ κατασημαίνοντα· εἰ γὰρ μὴ ἀπέθανεν ὑπὲρ ὑμῶν Χριστὸς, οὐκ ἂν ἡμεῖς παρεδέχθημεν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Ἐπειδὴ δὲ τετελείωται διὰ παθημάτων, κατόπιν ἴμεν εὐθὺς ἱεροπρεπὲς ἀνάθημα τῷ Θεῷ καὶ Πατρὶ, καὶ θυσίαν ὄντως πνευματικὴν καθ' ἑαυτοὺς ἀναφέροντες. ∆ύο μὲν οὖν οἱ μόσχοι· δύο γὰρ οἱ λαοί· φημὶ δὲ τὸν Ἰσραὴλ, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν. Εἷς δὲ κριός· ἑνούμεθα γὰρ ἐν Χριστῷ, «Τῷ ποιήσαντι ἀμφότερα ἒν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λελυκότι, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσαντι, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην,» κατὰ τὸ γεγραμμένον. Ἑπτὰ δὲ ἦσαν οἱ ἀμνοί· ἒν γὰρ οἱ πάντες ἐν Χριστῷ γεγονότες, πλατεῖά τίς ἐσμεν ἀγέλη, καὶ τὴν ἑνὸς τοῦ πάντων ἀρχιποίμενος ὑποτρέχοντες χεῖρα, καὶ ἐκ ποίμναιν δυαῖν, εἰς μίαν ἤδη πως συναγηγερμένοι, καὶ ἐν καθαρᾷ καὶ ἀμωμήτῳ διαπρέποντες ζωῇ, διατελοῦμεν ἐν κόσμῳ, διὰ τὸν ὑπὲρ ἡμῶν ἐν ἀνόμοις, καὶ ὑπὲρ τῆς ἁπάντων ἁμαρτίας ὑπομείναντα σφαγὴν, ὃς καὶ ἐν τῷ χιμάρῳ σημαίνεται. Μόσχου γε μὴν καὶ κριοῦ, καὶ μὴν καὶ ἀμνοῦ μνημονεύσας ὁ νόμος, τῆς τῶν ἁγίων θεοφιλοῦς πολιτείας τὰς τρεῖς ὑπέφηνε διαφοράς· τήν τε ἀνωτάτω, φημὶ, καὶ μέσην, καὶ τὴν ἔτι μείω τε καὶ ὑποδεεστέραν. Ἐν γὰρ τοῖς σωματικοῖς μεγέθεσι τῶν ζώων, ἡ τῆς πνευματικῆς εὐεξίας ἀνετυποῦτο ποσότης. Ἦ γὰρ, οὐχὶ καὶ γῆν ἔφη τὴν γονιμωτάτην ἐκδοῦναι καρποὺς ἐν τρισὶ διαφοραῖς, τῆς εὐαγγελικῆς πολιτείας ὁ λόγος; {ΠΑΛΛ.} Ναί· ἡ μὲν γὰρ, φησὶν, ἐποίησεν ἑκατὸν, ἡ δὲ ἑξήκοντα, ἡ δὲ τριάκοντα. {ΚΥΡ.} Ἄραρεν οὖν ὅτι τὸ διάφορον ἐν ἀρετῇ, καὶ τοῦ βίου τὸ παρηλλαγμένον, ὡς ἐν ποσότητι τῶν θυμάτων, καὶ ὡς ἐν ὄγκῳ σωματικῷ σκιαγραφεῖται καλῶς· ἄκρως μὲν γὰρ καὶ ὑπερκειμένως, ὡς ἔν γε δὴ τῷ μόσχῳ. Μέσως δὲ αὖ, καὶ τοῦ τελείως ἔχοντος ὑποβεβηκότως ὡς ἐν μείονι τῷ κριῷ, ἐνυφιζάνοντι δὲ καὶ ἔτι μείονι, τῷ ἀμνῷ. Κριοῦ γὰρ μείων, ὁ ἀμνὸς, καθάπερ ἀμέλει καὶ μόσχου, κριός. Τοιγάρτοι καὶ ἀναλόγως τοῖς ἑκάστου μεγέθεσι, τὸ τῆς σεμιδάλεως ἐπιφέρεται μέτρον, ζωῆς ἐχούσης τύπον· τρία μὲν γὰρ τῷ μόσχῳ δέκατα, δύο δὲ τῷ κριῷ, καὶ ἒν τῷ ἀμνῷ. Πλὴν ἐν ἐλαίῳ τὰ πάντα δεδεῦσθαι δεῖν ἔφη· ἕψεται γὰρ πάντως τοῖς ἑκάστου μέτροις ἀναλόγως, [τὰ] παρὰ Θεοῦ. Καὶ τῆς ἐν εὐκλείᾳ καὶ μακαριότητι ζωῆς πολλή τις ἔσται διαφορά. Τοῖς μὲν γὰρ πρέποι ἂν εἰκότως, ἡ ἀνωτάτω, ἑτέροις δ' αὖ ἡ ὡς ἐν μείονι μὲν, πλὴν ἐν τιμῇ τε καὶ δόξῃ, τισὶ δὲ 68.1092 καὶ ὑποβεβηκότως καὶ ὑφειμένως τε ἔτι. «Ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ·» καὶ παρ' αὐτοῖς δέ φημι τοῖς ἁγίοις ἀγγέλοις, ἐν διαφοραῖς εἶναι πολλαῖς τῆς εὐκλείας τὸ μέτρον, πλὴν ἐν οἷσπερ ἂν εἴη μέτροις, ἡ τῶν ἁγίων ζωὴ, τὸ ἱλαρὸν ἔχει· καὶ τὸ δ'