De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἐδέχετο τὴν καθιέρωσιν, ὡς ἐν ὤμῳ δεξιῷ, κεφαλῇ τε καὶ ποσὶ, νεφροῖς καὶ ἥπατι, καὶ ἑτέροις τισὶ τοῖς εἰς τὸ εἴσω καὶ ἐνδοσθίοις. Πρέπει δὴ οὖν τὸ ὁλοκαυτοῦσθαι Χριστῷ· καὶ γάρ ἐστιν ἀληθῶς ὅλος ἅγιος, εὐώδης ἅπας καὶ ἱερός. Ἡμῖν δὲ οἰκεῖον, τὸ οὐκ εἰσάπαν ἅγιον, καὶ οὐχ ὁλοκλήρως ἱερὸν, οἷς ἔνεστί τι καὶ μολυσμοῦ διὰ τὴν ἐν ἡμῖν ἁμαρτίαν. «Καθαρὸς γὰρ οὐδεὶς ἀπὸ ῥύπου,» καὶ «Παραπτώματα τίς συνήσει;» κατὰ τὸ γεγραμμένον. ∆ιὰ τοῦτο τὴν ὑπὲρ τοῦ σωτηρίου θυσίαν, οὐχ ὁλόκαυτον ὁ νόμος, μερικῶς δὲ μᾶλλον καθιεροῦσθαι δεῖν εὖ μάλα προστέταχεν. Ἆρ' οὖν, ὦ Παλλάδιε, σαφής σοι καὶ ἀποχρῶν εἰς εὐμαθίαν ὁ λόγος; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Φέρε δὴ οὖν, ἐπ' ἐκεῖνο ἴωμεν εἴς γε τὸ, ἑκάστῳ φημὶ τῶν προσενηνεγμένων, φάναι τι, καὶ μὴν καὶ συνιέναι τῶν ἀναγκαίων εἰς ὄνησιν. {ΠΑΛΛ.} Ἴθι δὴ οὖν. {ΚΥΡ.} Ἔστι τοίνυν τὰ παρ' ἑκάστου τῶν φυλάρχων, τρυβλίον ἀργυροῦν ἓν καὶ φιάλη μία, καὶ ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐλαίῳ. Τὸ μὲν οὖν τρυβλίον ἐστὶ τοῖς ἐδωδίμοις ὑπηρετοῦν, καὶ εἰς ὀψοφαγίαν χρήσιμον, καθὸ καὶ αὐτὸς ἐδίδαξεν ὁ Σωτὴρ φιλοπνευστοῦντι Ἰωάννῃ τῷ γνησίῳ μαθητῇ τίς ὁ παραδώσων αὐτὸν, «Ὁ ἐμβάψας, φησὶ, μετ' ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ.» Φιάλης δὲ τί ἂν λέγοιμι τὴν χρείαν, διακεκραγότος ὡδὶ τοῦ πράγματος; Καὶ σημεῖον ἄρτου σεμίδαλις, ὅτι καὶ ἐξ αὐτῆς ἄρτος, ἄρτος δὲ ζωῆς, ὁ Χριστός. Οὐκοῦν ὡς ἐν τῷ τρυβλίῳ καὶ ἐν τῇ φιάλῃ, καὶ ὡς ἐν ἄρτῳ τῷ ἐν ἀμφοῖν, πλήρη γὰρ ἦν σεμιδάλεως, ὡς ἐν βρώσει τε καὶ πόσει, ζωὴ καὶ ζωοποιὸς ὁ Χριστὸς σημαίνεται. «Ἀμὴν γὰρ, φησὶ, λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.» Ἐλαίῳ δὲ τὴν σεμίδαλιν καταδεδεῦσθαί φησιν, αὐτό που τὸ ἐν Ψαλμοῖς ἀναμελῳδοῦντος οἱονεί που τοῦ τύπου· «Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον 68.712 ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Θυΐσκη δὲ αὖ, σχῆμά τε καὶ εἶδος θυμιατηρίου, θυΐας ἐν ἴσῳ πεποιημένου, ἐπίμεστον δὲ καὶ αὐτὸ θυμιάματος· εὐωδία γὰρ καὶ θυμιατήριον ὁ Χριστὸς, οὐκ ἔξωθεν δὲ τὸ εὐῶδες ἔχων, καθάπερ ἀμέλει καὶ ἡμεῖς αὐτοὶ κατὰ μέθεξιν ἀρετῆς, καὶ τοῦ κατ' εὐσέβειαν ἁγιασμοῦ τὸ ἐν τούτοις εἶναι κερδαίνοντες, ἀλλ' οἴκοθεν ὡς Θεὸς καὶ ἐν ἰδίᾳ φύσει πλουτῶν τὰ δι' ὧν θαυμάζεται, καὶ ὅλην ἐμπίπλησι τὴν οἰκουμένην τῆς ὑπερκοσμίου καὶ ὑπὲρ κτίσιν ὀσμῆς. Θεὸς γὰρ ὢν φύσει καὶ ἀληθῶς, καὶ τὴν ὀσμὴν τῆς γνώσεως τοῦ Πατρὸς ἐν ἰδίᾳ φύσει λαχὼν, εὖ μάλα διαγινώσκεται, ἔμπλεως οὖν ἡ θυΐσκη θυμιάματος. Ταύτῃ τοι προσάγεται μόσχος τε καὶ κριὸς, καὶ μὴν καὶ ἀμνὸς, καὶ χίμαρος ἐξ αἰγῶν, τὰ πρὸς τούτοις ἔτι προσκεκομισμένα, καὶ διὰ πάντων αὐτὸς ὁ γραφόμενος· ἐν μὲν τῷ μόσχῳ, διὰ τὸ ἄγαν εὐσθενὲς, καὶ ὅτι τῶν ἐν ἡμερότητι καὶ καθαρότητι ζώων, τὸ προὔχον, ὁ μόσχος, καὶ ὡς ἐν μεγέθει σώματος, τὸ ὑπερτεροῦν· ἐν ὑπεροχῇ δὲ τῇ νοητῇ, πάντα ἐστὶ τὰ Χριστοῦ, καὶ αὐτὸς ὁ προὔχων καὶ ὑπερκείμενος τῇ κατὰ πᾶν ὁτιοῦν ἀσυγκρίτῳ διαφορᾷ· ἐν δὲ τῷ κριῷ, διὰ τὸ τέλειον, καὶ μέντοι διὰ τὸ ἄκακον, ἐν τῷ ἀμνῷ· «Ἐγὼ γὰρ, φησὶν, ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων·» ἐν δὲ τῷ χιμάρῳ, διὰ τὴν ὑπέρ γε τῶν ἡμαρτηκότων σφαγήν. Χίμαρος γὰρ ὑπὲρ ἁμαρτίας τὸ θῦμα, κατὰ τὸν νόμον· εἰσέδυ δὲ δι' ἡμᾶς τὸν θάνατον ὁ Ἐμμανουὴλ, καὶ τῶν ἀρχαίων πλημμελημάτων ἐκλελυτρώμεθα, δι' ἣν ὑπέμεινεν ὑπὲρ ἡμῶν σφαγήν. Ἢ οὐκ εἶναι φὴς καὶ τοῦτο ἀληθές; {ΠΑΛΛ.} Πῶς γὰρ οὔ; {ΚΥΡ.} Ἐπιτήρει δὲ ὅτι προσεκομίσθησαν μὲν οἱ μόσχοι, δέδονταί γε μὴν εἰς τὰ ἔργα τῆς σκηνῆς, ἵν' ἐν ταῖς ἀναζεύξεσιν αὐτοὶ φέροντες ἐφ' ἁμαξῶν, πόνου καὶ ἀνίας ἀπαλλάτοιεν τοὺς ἱερουργούς. Ἐπαναπαύεται γὰρ ἡ Ἐκκλησία Χριστῷ, καὶ αὐτὸς ἡμᾶς φέρει, τοῖς ὑπὲρ δύναμιν πόνοις περιπίπτειν οὐκ ἐφιεὶς τὸ ἱερὸν καὶ τίμιον γένος, καὶ τὸν τῶν ἁγίων ἔργων ἐπιστήμονα λαόν. Οὕτω μὲν οὖν ἀνοιστέον ἐπὶ Χριστὸν τὰ ὠνομασμένα. Τὰ δέ γε εἰς θυσίαν σωτηρίου προσεκόμιζον οἱονεί πως αὖ ἀνθ' ἑαυτῶν οἱ ἡγούμενοι, καθιεροῦντες τρόπον τινὰ τῇ ἁγίᾳ σκηνῇ, καὶ εἰς ὀσμὴν