De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἀπαράφθορον ἔχων, ἀποχωρείτω, φησὶ, τῶν ἁγίων, ἕως ἂν καθαρισθῇ. Ὡς γὰρ ὁ θεσπέσιος ἔφη Παῦλος, «Ὃς ἂν ἐσθίῃ τὸ σῶμα τοῦ Κυρίου καὶ πίνῃ τὸ ποτήριον αὐτοῦ ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα αὐτοῦ. ∆οκιμαζέτω δὲ,» φησὶν, «ἄνθρωπος ἑαυτὸν, καὶ τότε ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω.» {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Ἄθρει δὴ οὖν, ὦ Παλλάδιε, τὸ ἀκριβὲς τοῦ νόμου· κεχώρηκε γὰρ ἥκιστά γε κατὰ μόνων τοῦ λεπροῦ καὶ γονοῤῥυοῦς, συγκαταδικάζει δὲ ὥσπερ αὐτοῖς, καὶ εἴ τις ἅψαιτο τυχὸν τῶν ἠῤῥωστηκότων, λεπροῦ δὴ λέγω καὶ γονοῤῥυοῦς. «Καὶ ὁ ἁπτόμενος,» φησὶ, «πάσης ἀκαθαρσίας ψυχῆς, ἢ ᾧ ἂν ἐξέλθῃ κοίτη σπέρματος αὐτοῦ, ἀκάθαρτος ἔσται.» {ΠΑΛΛ.} Καὶ τίς ἂν γένοιτο τοῖς ἐπαφωμένοις ἡ ἀπό γε τούτου ζημία; {ΚΥΡ.} Οὐδεμία μὲν, κατά γε τὸν ἐν προχείρῳ λόγον. Καταμιανεῖ γὰρ οὐχὶ τὴν ἀνθρώπου ψυχὴν, σώματος ἐπαφή. Πνευματικὸς δὲ ὁ νόμος, καὶ διδάσκει πάλιν ἡμᾶς αἰνιγματωδῶς, ὡς ἀκάθαρτοι μὲν ἐν ἐγκλήμασι μολυσμῶν, οἱ ψυχικοῖς ἔνοχοι πάθεσιν. Συγκαταμιαίνονται δὲ αὐτοῖς καὶ οἱ θιγγάνοντες, ἤτοι κολλώμενοι, κατὰ σχέσιν δὲ δηλονότι τῆς ταυτοβουλίας, ἤγουν ταυτοεργίας· «Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί·» καὶ, «Μερὶς μὲν οὐδεμία πιστῷ μετὰ ἀπίστου·» πολέμιον δὲ καὶ ἀσύμβατον τῷ σκότῳ τὸ φῶς. Καὶ ἀληθὲς, ὅτι «Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις.» Ὅτι δὲ οὐχὶ τὸ ἀῤῥωστῆσαι μόνον τὰ ἐκτοπώτατα τῶν παθῶν, μόνοις ἔσται τοῖς ἠῤῥωστηκόσι παγχάλεπον, ἀλλὰ καὶ οἵπερ ἂν γένοιντο σύμφρονές τε καὶ ὁμογνώμονες, οὐ μείοσιν ἢ ἐκεῖνοι καταμιανθήσονται μολυσμοῖς, παρέδειξεν εὐθὺς ἐπειπὼν, ὅτι «Ὅστις ἐὰν ἅψηται παντὸς ἑρπετοῦ ἀκαθάρτου, μιανεῖ αὐτὸν, ἢ ἐπ' ἀνθρώπῳ ἐν ᾧ μιανεῖ κατὰ πᾶσαν ἀκαθαρσίαν αὐτοῦ, ψυχὴ ἥτις ἂν ἅψηται αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.» Ἑρπετὰ δὲ πικρὰ καὶ ἰοβόλα λέγεσθαί τε καὶ εἶναί φαμεν, τοὺς οἷσπερ ἂν εἴη πρέπων ὁ λόγος, «Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει.» Εἶεν δ' ἂν οὗτοι καὶ πρό γε τῶν ἄλλων οἱ τὰ ὀρθὰ διαστρέφοντες, καὶ τοῖς ἁπλουστέροις τὸν ὀλέθρου πρόξενον ἐνηχοῦντες λόγον, ἀποφέροντές γε πρὸς ἐννοίας οὐκ ἀγαθὰς, καὶ εἰς δόξαν ἐπὶ Θεῷ τὴν δι 68.800 εστραμμένην, ἤγουν κἀκεῖνοι τυχὸν, οἱ λέγοντες· «Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν·» καὶ οἱ πρός γε τὰς ἐν κόσμῳ φιληδονίας τὰς τῶν ἀμαθεστέρων διανοίας ἐξέλκοντες. Ἀκάθαρτοι δὲ πάλιν καὶ καταμιαίνειν εἰδότες τοὺς ἐπαφωμένους, ἤτοι πλησίον ἰόντας, κατά γε, φημὶ, τὸν διαθέσεως νόμον, οἱ περὶ ὧν ἔφη που καὶ ὁ σοφώτατος Παῦλος· «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ἢ πόρνος, ἢ μέθυσος, ἢ ἅρπαξ, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» Ἢ γὰρ οὐχὶ τῷ ἱερῷ τε καὶ ἀπολέκτῳ γένει πρεπωδέστατον εἶναι φὴς τὸ, μὴ γεγονόσι τὰ τοιάδε τῶν κακῶν, μήτε μὴν τοῖς ἠῤῥωστηκόσι συναναφύρεσθαι δεῖν; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} «Ἔσται δὴ οὖν ἐν ἀκαθαρσίᾳ,» φησὶν, «ὃς ἂν ἅψηται τούτων, ἕως ἑσπέρας. Οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ δύῃ ὁ ἥλιος, καὶ καθαρὸς ἔσται, καὶ τότε φάγεται ἀπὸ τῶν ἁγίων, ὅτι ἄρτος αὐτοῦ ἐστιν.» Ἀποφάσκει γε μὴν καὶ πρὸς τούτοις ἔτι τὴν θνησιμαίου τε καὶ θηριαλώτου βρῶσιν, ὡς καταμιαίνειν ἱκανῶς δυναμένην. Θέα δὴ οὖν, ὦ Παλλάδιε, τὴν ῥύπου παντὸς ἀπόθεσιν, καὶ ἐγκλημάτων ἀπαλλαγὴν, οὐχ ἑτέρως ἂν ἐν ἡμῖν ἐσομένην, πλὴν ὅτι διὰ μόνου Χριστοῦ, καὶ ὡς ἐν καιρῷ τῆς ἐπιδημίας. {ΠΑΛΛ.} Πῶς ἔφης; {ΚΥΡ.} Ὅτι γὰρ ἀπερικάθαρτον ἅπαν καὶ ἐν μολυσμοῖς ἔτι, καὶ ὅτι ζωῆς ἀμέτοχον τὸ πρὸ τῆς ἐπιδημίας τοῦ Μονογενοῦς, παρέδειξεν εἰπών· «Ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, καὶ οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων.» Ἢ οὐκ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐπιδεδήμηκεν ὁ Ἐμμανουήλ; {ΠΑΛΛ.} Ναί· σαφὴς γὰρ ὁ λόγος. {ΚΥΡ.} Ἐζωοποιήμεθα δὲ κατεδηδοκότες τὸν ἄρτον, τὸν ὡς ἀληθῶς ἅγιον καὶ ἐξ οὐρανοῦ, τοῦτ' ἔστι Χριστὸν, εἰς πέρας ἥκοντος τοῦ καιροῦ, καὶ ὥσπερ ἡλίου δύνοντος, καὶ