De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἕψεται δέ που πάντως τοῖς τὴν ἐν Χριστῷ τετιμηκόσι ζωήν. Καὶ μὴν καὶ ὡς μοσχάριον ὑπὲρ ἁμαρτίας πυρὶ δαπανώμενον. «Τῷ γὰρ μώλωπι αὐτοῦ ἰάθημεν,» κατὰ τὰς Γραφάς. Ἐπιτήρει δὲ, ὅτι τέλειος μὲν ὁλοκαυτοῦται μόσχος, ἐνιαύσιος δὲ ὑπὲρ ἁμαρτίας σφάζεται· ἵνα ἐν ταὐτῷ νοῇς διὰ δυοῖν τὸν ἕνα ὡς ἐν τελειότητι μὲν ἀρετῶν, τὸν εὐοσμότατον νοητῶς, ὡς ἐν ἁπλότητι δὲ καὶ ἀκακίᾳ σφαζόμενον. «Ἐγὼ γὰρ,» φησὶν, «ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων.» Ὅτι δὲ ὡς ὑπὲρ πάντων τε ἅμα καὶ παρὰ πάντων ἀνάθημα τῷ Θεῷ τὸ ἱερουργὸν προσάγεται γένος, ἐνδείξειεν ἂν ἡ χειρῶν ἐπίθεσις τῶν ἐξ Ἰσραήλ. «Ἐπιθήσουσι γὰρ,» φησὶν, «οἱ υἱοὶ Ἰσραὴλ τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν Λευϊτῶν.» Ὥσπερ γὰρ οἱ Λευῗται ταῖς τῶν θυμά-των κεφαλαῖς τὰς χεῖρας ἐπῆγον, καὶ τοῖς σφαζομένοις ὑπὲρ αὐτῶν εἰς τύπον Χριστοῦ (ἔδρων δὲ τοῦτο, οὐκ εὐλογοῦντές ποθεν, πολλοῦ γε καὶ δεῖ, ἀλλ' οἱονεί πως τῇ τῶν χειρῶν ἐπιθέσει καταδεικνύντες τὸν τὰς ἁμαρτίας ἡμῶν φέροντα Θεὸν, καὶ ὑπὲρ ἡμῶν ἱερουργούμενον, ἵνα «Προσηλώσῃ τῷ ἰδίῳ σταυρῷ τὸ καθ' ἡμῶν χειρόγραφον»)· οὕτω πεπρᾶχθαι νοήσεις τὴν τοῖς Λευΐταις χειροτονίαν τῶν λαῶν. Οἱονεὶ γάρ πως ἀνθ' ἑαυτῶν τῷ Θεῷ πρὸς ἱερουργίαν προκαθίσαντες αὐτοὺς, ὡς ἐξειλεγμένους, τὰς κεῖρας ἐπῆγον. Ἀλλ' ἐπράττετο μὲν ἡ χειρῶν ἐπίθεσις τότε. Μετεῤῥυηκότων δὲ τῶν πραγμάτων νυνὶ εἰς τὸ ἄμεινον, ἀσυγκρίτως τοῖς ἐπὶ ἱερουργίαν διὰ Χριστοῦ καλουμένοις ἐπιψηφίζονται λαοὶ, τὸ ὡς εἶεν ἄξιοι παραφωνοῦντες εὖ μάλα· καὶ τοῦτο ἐν Ἐκκλησίαις, καθάπερ ἀμέλει καὶ οἱ πάλαι, παρὰ τῇ ἱερᾷ τε καὶ θείᾳ σκηνῇ, τὰς ἐπὶ τοῖς Λευΐταις χειροθεσίας ἔδρων. Πρόδηλον οὖν ὅτι εἰ μήτε ἐν ἐκκλησίᾳ, μήτε μὴν ἐπὶ λαοῦ χειροτονία γένοιτο, παρὰ τὴν θείαν ἔσται βούλησιν, καὶ ἔξω νόμων τῶν ἱερῶν. Τετελειωμένοι δὲ οἱ Λευῗται, τῶν εἰς ἱερουργίαν ἅπτονται πάντων. 68.781 Οὐκοῦν ὃς μὴ ἅγιος ἐν Χριστῷ καὶ εἰ μὴ προαγνίζοιτο, καθ' ὃν ἂν πρέπει τρόπον, ἀποχωρείτω μακράν· νηποινὶ γὰρ οὐχὶ τῶν θείων ἅψεται θυσιαστηρίων.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ∆Ω∆ΕΚΑΤΟΣ. Περὶ ἱερωσύνης.
Στολῆς μὲν οὖν πέρι τῆς ἱερᾶς, καὶ μέντοι καὶ θυσιῶν, ἃς δὴ καὶ
ἀποπεραίνεσθαι δεῖν ἐπὶ ταῖς τῶν ἱερέων τελειώσεσιν ἐθεσμοθέτει Θεὸς, εἴρηται σαφῶς. Μυρίων δὲ ὅσων ἐπ' αὐτοῖς κεχρησμῳδημένων, λειτουργίας τε πέρι καὶ καθαρισμῶν, καὶ ἀκριβοῦς ἐμμελείας τῆς ἔν γε τῷ χρῆναι βιοῦν ἐννομώτατά τε καὶ ἀπεξεσμένως εἰς νοητὴν ἀστειότητα, οἶμαι δεῖν ἔγωγε καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο εἰπεῖν. {ΠΑΛΛ.} Τὸ ποῖόν τι φής· {ΚΥΡ.} Ἀνάθημα γὰρ τῷ Θεῷ καὶ ἀπόλεκτον ἐκ πασῶν τῶν φυλῶν, ἡ ἐξ αἵματος ἦν τοῦ Λευὶ, καὶ νόμος ἐδίδου τῷ γένει τὸ ἱερᾶσθαι δεῖν, ἔκκριτον αὐτῷ τὸ ἐπὶ τῷδε γέρας ἀπονέμοντος Θεοῦ· πλὴν οὐκ ἀβασάνιστον ὁλοτρόπως τὴν ἱερουργὸν ἠφίει πληθὺν, οὐδὲ ἀνῆκεν ἁπλῶς τοῖς τυχοῦσι τὸ χρῆμα, διά γε τὸ ἐξ αἵματος εἶναι Λευΐ· πολυπραγμονεῖν δὲ δεῖν ἐκέλευε καὶ σφόδρα λεπτῶς, μὴ ἄρα τι τῶν κατεψεγμένων ἀῤῥωστῆσαι συμβὰν, ἀνεθέλητον εἴη Θεῷ, καὶ μεμωμημένην ποιοῖτο τὴν πρόσοδον, μόνον δὲ οὐχὶ καὶ ἀνίπτοις εἰσθέων ποσὶν εἰς τὴν τοῦ μαρτυρίου σκηνὴν προσκρούοι καὶ οὐχ ἑκών. Γέγραπται δὲ οὕτω πάλιν ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Εἶπον Ἀαρών· Ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, τινὶ ἂν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τοῦ Θεοῦ αὐτοῦ. Πᾶς ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται, ἄνθρωπος τυφλὸς, ἢ χωλὸς, ἢ κολοβόρινος, ἢ ὠτότμητος, ἢ