De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἰσότητος πρύτανιν πανταχῆ τὸν δικάζοντα τιθείς· «∆ικαίως γὰρ τὸ δίκαιον διώξεις,» φησίν. Ὡς τό τοι λυποῦν τὸν νόμον, κἂν εἴ τι τῶν ἀγαθῶν ὑπάρχειν δοκῇ, νοοῖτ' ἂν εἰκότως οὐκ ἀπλημμελές· «Ἔστι γὰρ δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ,» κατὰ τὸ γεγραμμένον. ∆εῖται δὴ οὖν εὐτεχνίας τὸ ἀγαθὸν, καὶ τὸ ἐποικτείρειν οὐκ ἐν καιρῷ, τῆς εἰς νόμον ἀδικίας οὐκ ἂν διαφύγοι γραφήν. Τοὺς μὲν οὖν μετρίοις ἐγκατειλημμένους αἰτιάμασι, ταῖς διὰ μαστίγων αἰκίαις ἐπανορθοῖ. Θέα δὲ ὅπως δουλοπρεπὲς τὸ χρῆμα καὶ ἀνελεύθερον κομιδῆ, καὶ μή τοι θαυμάσῃς· πνεῦμα γὰρ ἦν ἐν αὐτοῖς δουλείας. ∆ιὰ τοῦτο πληγαὶ μὲν οὐκέτι τοῖς διὰ Χριστοῦ θεσπίσμασιν 68.580 ἕπονται, καθὰ καὶ τῷ πάλαι νόμῳ. Πρόκειται δὲ μᾶλλον τὰ ἐλευθέροις πρέποντα, λαμπραὶ καὶ ἀξιόληπτοι δωρεαὶ, καὶ πνευματικῶν ἀγαθῶν ἀπαρχαί τε καὶ ὑποσχέσεις, καὶ μακαρισμοὶ τοῖς κατορθώμασι πρέποντες, καὶ ἀπειλὴ μὲν οὐκέτι, προκλήσεις δὲ μᾶλλον ἐπ' ἀρετήν. Οἰκέταις μὲν γὰρ ὡς οἰκέτης καὶ συνομόδουλος προσελάλει Μωσῆς, τοῖς ἀρχαιοτέροις, Χριστὸς δὲ υἱοῖς ὡς Υἱὸς, καὶ ὡς ἀδελφοῖς κατὰ θέσιν, ὁ ἀληθῶς καὶ γνήσιος ἐκ Θεοῦ Πατρός. {ΠΑΛΛ.} Ὀρθῶς ἔχει. {ΚΥΡ.} Θανάτῳ γε μὴν τὸν φονεύοντα ζημιοῖ, καὶ ταῖς τῶν ἴσων ἐπαγωγαῖς, τὸ ἀχάλινον ἀνασειράζει θράσος, καὶ τὸν οὐκέτι φορητὸν κολάζει θυμὸν ἀφορήτῳ δίκῃ καὶ τοῖς εἰς λῆξιν ἰοῦσι κακοῦ, προβασανίζων εὖ μάλα τοῦ δεδρακότος τὸν σκοπόν· καὶ εἰ μὲν ἑκούσιον εἴη τὸ πλημμεληθὲν, ἀναιρεῖ τὸν ἔλεον. Ἀσχημονεῖν δὲ οὐκ ἐᾷ τὴν φιλαλληλίαν, θρυπτομένην οὐκ ἐν καιρῷ, καὶ ἐφ' οἷς ἥκιστα χρὴ, κατασπωμένην ὥσπερ ἐπὶ τὸ μαλθακώτερον. Ἔφη γὰρ οὕτως· «Ἐὰν δέ τις ἐπίθηται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ, καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήψῃ, αὐτὸν θανατῶσαι.» Εἰ δὲ μέχρι τοῦ ἀῤῥωστῆσαι μόνον προήκει τῷ παίοντι τοῦ βεβιασμένου τὸ πάθος· ἐπιμετρεῖ τὴν δίκην, καὶ μέχρι χρημάτων προστάττει γενέσθαι τὸ βλάβος. Ἔφη γὰρ ὧδε πάλιν· «Ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες, καὶ πατάξῃ τις τὸν πλησίον λίθῳ, ἢ πυγμῇ, καὶ μὴ ἀποθάνῃ, κατακλιθῇ δὲ ἐπὶ κοίτης, ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου, ἀθῶος ἔσται ὁ πατάξας, πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτίσει, καὶ τὰ ἰατρεῖα. Καὶ ταυτὶ μὲν ὁ νόμος. Ἀλλ' ὅ γε Σωτὴρ, τὸ τελείως ἀγαθὸν εἰσφέρων· «Τῷ παίοντί σε,» φησὶν, «ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.» Οἰκετῶν δὲ πέρι νομοθετεῖ τάδε· «Ἐὰν δέ τις πατάξῃ τὸν παῖδα αὐτοῦ, ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ, καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήσεται, ἐὰν δὲ διαβιώσῃ ἡμέραν μίαν ἢ δύο, οὐκ ἐκδικηθήσεται· τὸ γὰρ ἀργύριον αὐτοῦ ἐστιν.» Θανάτῳ μὲν οὖν τιμᾶται τὴν εἰσάπαν ὀργήν· οὐ γὰρ ἐπεί τοι γεγόναμεν ἐκ πλεονεξίας δεσπόται, καὶ ζωῆς ἀπείργειν αὐτῆς ἐφῆκε Θεὸς, τοὺς ὑπὸ χεῖρα καὶ ζυγόν. Συναναπλέκειν δὲ ταῖς ὀργαῖς ἀναπείθει τὸν ἔλεον, ποινὴν καθορίζων τοῦ φονεύοντος τὴν ἐσχάτην. «Εἰ δὲ διαβιῴη, φησὶν, ἡμέραν μίαν ἢ δύο, οὐκ ἐκδικηθήσεται, τὸ ἀργύριον αὐτοῦ ἐστιν.» Μονονουχὶ γάρ φησιν, Οὐ τῆς τοῦ παίοντος ἔργον ὀργῆς τὸ τῷ παθόντι συμβεβηκὸς, μετά γε τὸ εὐρωστῆσαί πως. Οὐ γὰρ ἂν ἠθέλησέ τις ἀποβαλεῖν τὸν ἴδιον οἰκέτην, ὃν ἀργυρίοις ἐπρίατο, καὶ χρήματα δοὺς, ἐκτήσατο. Ἀκούσιος δὲ εἰ γένοιτο φονεὺς, ζημιοῦν ἀειφυγίᾳ δικαιοῖ πάλιν ὁ νόμος αὐτὸν, συμμέτρῳ φιλανθρωπίᾳ κεράσας τὴν κόλασιν, καὶ τὸ ἀνεθελήτως πλημμεληθὲν, οὐκ ἐν ἴσῃ μοίρᾳ τοῖς ἐθελουσίοις εὖ μάλα τιθείς. Πόλεις δὲ ἀφορίζεσθαι τρεῖς προστέταχεν, ἃς καὶ τῶν Φυγαδευτηρίων ὠνόμασε, συνελαύνει τε οὕ 68.581 τως ἐκεῖ τοὺς ἐπ' ἀκουσίοις πταίσμασι φεύγοντας. Καὶ καιρὸν ἀφέσεως ὁρίζει πάλιν καὶ τοῖς ὧδε πεπραχόσιν ἀθλίως, ἱερέως θάνατον τοῦ ὑπερκειμένου καὶ προὔχοντος. Γράφει δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· «Ἐὰν δὲ ἐξαπίνης οὐ δι' ἔχθραν ὤσῃ αὐτὸν, ἢ ἐπιῤῥίψῃ ἐπ' αὐτὸν πᾶν σκεῦος, οὐκ ἐξ ἐνέδρου ἢ παντὶ λίθῳ, ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ οὐκ εἰδὼς, καὶ ἐπιπέσῃ ἐπ' αὐτὸν, καὶ ἀποθάνῃ, αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ ἦν, οὐδὲ ζητῶν κακοποιῆσαι, καὶ κρινεῖ ἡ Συναγωγὴ ἀνὰ μέσον τοῦ πατάξαντος, καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύοντος τὸ αἷμα κατὰ τὰ κρίματα ταῦτα, καὶ