De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
τε καὶ δόξα, φιλοῦσα δικαιοσύνην. Λόγιον οὖν ἄρα κρίσεως τὸ καρδίᾳ καὶ στέρνοις ἐπεῤῥιμμένον, διὰ τὸ ὥσπερ ἐν τόπῳ κεῖσθαι τοῦ λογικοῦ, ἐν ᾧ ἡ ὀρθότης ἐν δικαιοσύνῃ. Ἐν αὐτῷ δὲ τούτῳ λίθοι δυοκαίδεκα χρυσίῳ περισχετοὶ, γραφὴν ἔχοντες, τὰς φυλάς. Εἶεν δ' ἂν τύπος ἀνδρῶν ἁγίων, οἳ λαμπροί τέ εἰσι καὶ τίμιοι, καὶ οἷά τινες ἀπόλεκτοι λίθοι, μονονουχὶ καὶ εἰς νοῦν καὶ καρδίαν κείμενοι τοῦ Χριστοῦ· καὶ γάρ εἰσιν ἀληθῶς μνήμης ἄξιοι, διά γε τὸ ἐν ἀρετῇ διαφανὲς, καὶ τὸ ὡς ἐν ἁγιασμῷ τίμιον. Ἀποκρέμανται δὲ τοῦ λογίου τῶν κρίσεων καὶ κρωσσοὶ χρυσοῖ, παραδηλοῦντος, οἶμαι, τοῦ πράγματος, ὅτι τῆς τῶν ἁγίων πληθύος ὁ πολύς τε καὶ ἀναρίθμητος τῶν ἀνδραγαθημάτων ἐσμὸς μονονουχὶ καὶ ἀπηρτημένος ὁρᾶται. Καὶ γοῦν ὁ μακάριος ∆αβὶδ καὶ τῆς Ἐκκλησίας τὸν κόσμον ἐν κροσσωτοῖς εἶναί φησιν. {ΠΑΛΛ.} Πιθανὸς ὁ λόγος. {ΚΥΡ.} Ἀπὸ δέ γε τοῦ λογίου τῶν κρίσεων χρυσοῖς δακτύλοις ἐνειλημμένη ποικίλη τε καὶ εὔχρως ἀνέρπει σειρὰ, καθάπερ ἐλέγομεν, καὶ δι' ἀμφοῖν ἰοῦσα ταῖν ἀσπιδίσκαιν, ἐπ' αὐτὸ διήκει τῆς ἐπωμίδος τὸ ἄκρον, ἐφ' ᾗ τῆς ἀπογραφῆς αἱ λίθοι. Τί δ' ἂν εἴη καὶ τόδε, πῶς οὐκ ἄξιον ἰδεῖν; ∆οκεῖ δὴ οὖν μοι παραδηλοῦν τὸ αἴνιγμα τοιουτονί τι πάλιν· Ὡς γὰρ οἱ λίθοι οἱ τίμιοι καὶ ἐν γνώσει τε καὶ ἐν μνήμῃ Χριστοῦ, πρὸς τὴν ἄνω τρέχοντες ἀπογραφὴν, τὸ χρῆμα κερδαίνουσι διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν· γράφει γὰρ ὧδε σαφῶς ὁ θεσπέσιος Παῦλος. Καὶ μὴν καὶ ἑτέρωθί φησιν· «Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ.» Χρυσᾶ δὲ τὰ βασιλέως ὅπλα, χρυσαῖ δὲ ὁμοίως αἱ ἀσπιδίσκαι, καὶ τὴν τοῦ Θεοῦ πανοπλίαν αἰνιγματωδῶς ὑποφαίνουσαι. Ἐσόμεθα δὴ οὖν οὐχ ἑτέρως ἐν μνήμῃ τε καὶ ἀπογραφῇ Θεοῦ, μὴ οὐχὶ τῶν ὅπλων τῆς δικαιοσύνης ἁψάμενοι, καὶ δι' αὐτῶν ἰόντες πρακτικῶς. Τὸ δὲ δὴ τῆς ἐπωμίδος ἀνῆφθαι 68.741 τὸ λόγιον κατασημήνειεν ἂν, οἶμαι, τὸ τοῖς ἄνω συνῆφθαι τὰ κάτω, μεσιτεύοντος τοῦ Χριστοῦ. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἒν,» κατὰ τὰς Γραφὰς, καὶ τῆς τῶν ἁγίων ἀγγέλων πληθύος τῷ συνδέσμῳ τῆς ἀγάπης ἀπαρτήσας τὰ ἀνθρώπινα. Ἰστέον δὲ ὅτι καὶ ὁ μακάριος Ἰεζεκιὴλ τὸν ἄρχοντα Τύρου πάντα μὲν τίμιον λίθον ἐνδεδύσθαι φησίν· ἀπαριθμεῖται δὲ τούτους, οὓς καὶ ἐν τῷ λογίῳ τῶν κρίσεων τεθεῖσθαί φησιν ὁ θεσπέσιος Μωσῆς. Ἦσαν δὲ οὗτοι, σάρδιον, τοπάζιον, σμάραγδος, ἄνθραξ, σάπφειρος, καὶ ἰάσπις, λιγύριον, ἀχάτης, ἀμέθυστος, χρυσόλιθος, βηρύλλιον, ὀνύχιον. Τετάχατο δὲ ἀνὰ τρεῖς, καὶ ἐν ὅλοις τέσσαρσι στίχοις, τὸ ἑδραῖον ἐν πίστει τῶν ἐν καρδίᾳ καὶ μνήμῃ Χριστοῦ σκιαγραφούσης ἡμῖν τῆς τοιᾶσδε θέσεως. Πίστεως μὲν γὰρ τὸ ἀνὰ τρεῖς, καὶ ὡς ἐν Τριάδι σύμβολον· ἑδραιότητος δὲ τὸ ὡς ἐν τετραγώνῳ τε καὶ ἰσοπλεύρῳ σχήματι. Πεποίητο γὰρ οὕτω τὸ λόγιον, ἐφ' ᾧ καὶ αἱ λίθοι δυοκαίδεκα. {ΠΑΛΛ.} Πείθομαι. {ΚΥΡ.} Καὶ πρός γε δὴ τούτοις συναναπλέκεσθαί τι καὶ ἕτερον ταῖς δυοκαίδεκα λίθοις προσεπιτάττει, λέγων· «Καὶ ἐπιθήσεις ἐπὶ τὸ λόγιον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ ἔσται ἐπὶ τοῦ στήθους Ἀαρὼν, ὅταν εἰσπορεύηται εἰς τὸ Ἅγιον ἔναντι Κυρίου, καὶ εἰσοίσει Ἀαρὼν τὰς κρίσεις τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ στήθους ἔναντι Κυρίου διὰ παντός.» ∆ήλωσιν μὲν οὖν ὀνομάζει καὶ ἀλήθειαν, οὐ μὴν ἔτι καὶ διαμεμήνυκεν ἐναργῶς πότερα δὴ λίθους, ἢ ὡς ἐν μικρῷ πινακίῳ γραφὴν γενέσθαι προστέταχεν. Μεμνήσομαι δὲ προφήτου λέγοντος, «∆ιότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, οὔτε δήλων.» Ἀλλ' εἴτ' οὖν εἶεν καὶ ταῦτα λίθοι, εἴτ' οὖν ὡς ἐν πίνακι χρυσῇ τῶν ὀνομάτων γραφῇ, πολυπραγμονήσει μὲν οὐ λίαν ὁ λόγος, γνωσόμεθα δὲ εἰς τύπον αὐτὰ τεθεῖσθαι, Χριστοῦ συνόντος ἁγίοις. «Ἰδοὺ γὰρ, φησὶ, μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, καὶ ἕως συντελείας τοῦ αἰῶνος.» Ἀλήθεια δὲ καὶ δήλωσις ὁ Χριστός. Ἔγνωμεν γὰρ ἐν αὐτῷ τὸν Πατέρα, καὶ δεδήλωκεν ἡμῖν τὸ ἀγαθὸν αὐτοῦ θέλημα τὸ τέλειον καὶ εὐάρεστον, κατὰ τὰς Γραφάς. Ἔφη γάρ που Χριστός· «Οὐκέτι λέγω ὑμᾶς δούλους, ὑμεῖς φίλοι μού ἐστε, ὅτι πάντα ἂ ἤκουσα