De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
παθῶν δουλείας ἐκτρέχουσα, καὶ πρὸς τὰ ἀμείνω μεθορμιζομένη, καὶ τῷ θείῳ κατακολουθεῖν ἐθέλουσα νόμῳ, τρυφερόνους τέ ἐστι καὶ εὐαφεστέρα, καὶ ἀνασοβοῖτο εὐκόλως, ἀνόπιν ἱδρῶτα τεθεαμένη καὶ πολέμου νόμον, ἀσπαστὸν δὲ ἡγήσεται τὸ ἐν οἷς ἦν ποτε διαγενέσθαι πάλιν. Καὶ γοῦν οἱ ἐξ Ἰσραὴλ τὴν τῶν Αἰγυπτίων τεθεαμένοι παρασκευὴν, καὶ πρὸς μόνην τοῦ πολέμου τὴν θέαν ἀπειρηκότες, ἐπεφύοντο λέγοντες τῷ θεσπεσίῳ Μωσῇ· «Οὐ τοῦτο ῥῆμα ἦν ὃ ἐλαλήσαμεν ἐν Αἰγύπτῳ πρὸς σὲ λέγοντες, Πάρες ἡμᾶς, ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις; κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν Αἰγυπτίοις, ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ.» Οὐκοῦν ἀδρανὴς εἰς μάχην, καὶ πρὸς δουλείαν ἑτοιμοτάτη, καὶ εὐκαταπτόητος κομιδῇ πρὸ τοῦ ἁγίου βαπτίσματος ἡ τοῦ ἀνθρώπου ψυχή· εἰ δὲ δὴ τυχοῦσα τῆς χάριτος τὴν ἐξ ὕψους δύναμιν ἀμφιάσαιτο, εὐσθενέστατα μὲν ἀντεγκομιεῖ τοῖς διώκειν ἐθέλουσι, καὶ διαμαχεῖται γενναίως, ῥᾷστα δ' ἂν διακρούσαιτο τὰς τῶν πολεμίων ἐπαναστάσεις, στρατηγοῦντός τε καὶ προασπίζοντος Χριστοῦ. Περιεσόμεθα γὰρ οὐχ ἑτέρως ἢ κατὰ τοῦτον αὐτὸν τὸν τρόπον. {ΠΑΛΛ.} Σκόπει δὴ οὖν διὰ ποίων ἡμῖν καὶ τοῦτο παραστήσεις παραδειγμάτων· ἀπορήσεις γὰρ οὔτι που. {ΚΥΡ.} ∆ιὰ πλείστων μὲν οὖν ὅσων καταδεῖξαι ῥᾷον, πλὴν ἀπό γε πρώτου τοῦ γείτονος, καὶ ἐξ ὧν αὐτὸς γέγραφεν ὁ Μωσῆς· οἱ γὰρ πρὸς μόνην ἀπειρηκότες τῶν Αἰγυπτίων τὴν θέαν, ἐπειδὴ τὴν Ἐρυθρὰν διέβησαν θάλασσαν, καὶ τὸν τοῦ ἁγίου βαπτίσματος ἐπλήρουν τύπον (ἐβαπτίσθησαν γὰρ, φησὶν, εἰς Μωσέα, καθάπερ καὶ ὁ σοφὸς γράφει Παῦλος, ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ), μάχιμοί τε ἤδη καὶ δεινοὶ πρὸς ἀντίστασιν ἀνεδείκνυντο τοῖς ἐχθροῖς, πλὴν διὰ Χριστοῦ. Γέγραπται δὲ οὕτως· «Ἦλθε δὲ Ἀμαλὴκκαὶ ἐπολέμει Ἰσραὴλ ἐν Ῥαφδίν. Εἶπε δὲ Μωσῆς τῷ Ἰησοῦ· Ἐπίλεξαι σεαυτῷ ἄνδρας δυνατοὺς, καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον· καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ, καὶ ἡ ῥάβδος τοῦ Θεοῦ ἐν τῇ χειρί μου. Καὶ ἐποίησεν Ἰησοῦς, καθάπερ αὐτῷ εἶπε Μωσῆς, καὶ ἐξελθὼν παρετάξατο τῷ Ἀμαλήκ· καὶ Μωσῆς, καὶ Ἀαρὼν, καὶ Ὣρ ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ. Καὶ ἐγίνετο, ὅταν ἐπῆρε Μωσῆς τὰς χεῖρας κατίσχυεν Ἰσραὴλ, ὅταν δὲ καθῆκε τὰς χεῖρας, κατίσχυεν Ἀμαλήκ. Αἱ δὲ χεῖρες Μωσῆ βαρεῖαι, καὶ λαβόντες λίθον ἐπέθηκαν ὑπ' αὐτὸν, καὶ ἐκάθητο ἐπ' αὐτοῦ, καὶ Ἀαρὼν, καὶ Ὣρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ, ἐντεῦθεν εἷς, καὶ ἐντεῦθεν εἷς· καὶ ἐγίνοντο αἱ χεῖρες Μωσῇ ἐστηριγμέναι ἕως δυσμῶν ἡλίου· καὶ ἐτρέψατο Ἰησοῦς τὸν Ἀμαλὴκ, καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν φόνῳ μαχαίρας. Εἶπε δὲ Κύριος πρὸς Μωσῆν· Κατάγραψον τοῦτο εἰς μνημόσυνον ἐν βιβλίῳ, καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῦ, ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν. Καὶ ᾠκοδόμησε Μωσῆς θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Κύριος καταφυγή μου, ὅτι ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ Ἀμαλὴκ ἀπὸ γενεῶν εἰς γενεάς.» 68.276 {ΠΑΛΛ.} Καὶ τίς ἂν γένοιτο τῶν γεγραμμένων ὁ νοῦς; συνίημι γὰρ οὐ σφόδρα. {ΚΥΡ.} Καὶ μὴν, ὡς ἐγᾦμαι, χαλεπὸν οὐδὲν τοῖς ἐθέλουσιν ἰδεῖν· προσταττόμενον γὰρ ὑπὸ Μωσέως ἐννοήσας Ἰησοῦν, τί ἂν ἕτερον ὑποτοπήσαι τις ἂν, ἢ ἐκεῖνό που πάντως, ὅτι Θεὸς ὢν ὁ Λόγος, γέγονεν ὑπὸ νόμον, κατά γε τὸ τῆς ἀνθρωπότητος σχῆμα, καὶ ὑπετάχθη τρόπον τινὰ ταῖς διὰ Μωσέως ἐντολαῖς κατὰ διαφόρους τρόπους, ὧδε μὲν ὑπομένων τὴν κατὰ σάρκα περιτομὴν, ὧδε δὲ τὰ δίδραχμα τελῶν, καὶ τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον συγκαθιστάμενος, λέγων τε σαφῶς· «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι.» Ἀλλ' εἰ καὶ γέγονεν ὑπὸ νόμον διὰ τὸ ἀνθρώπινον, ἀλλ' ἦν καὶ οὕτω Θεός, Σωτήρ τε καὶ Λυτρωτὴς παντὸς τοῦ λαοῦ. Ἐπιλεξάμενος γὰρ ἐκ παντὸς τοῦ λαοῦ Ἰσραὴλ, καὶ ἐκ παντὸς ἔθνους ἄνδρας δυνατοὺς, φημὶ δὲ δὴ πάλιν τοὺς ἁγίους ἀποστόλους καὶ τοὺς διὰ πίστεως κεκλημένους, οἷς ἂν λέγοιτο καλῶς· «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν.» Παρετάξατο σὺν αὐτοῖς τῷ ἄρχοντι τοῦ αἰῶνος τούτου· περὶ οὗ φησιν ὁ πάντων