De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἡμέρας ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἐπιθέματος, ἑπτὰ ἑβδομάδας ὁλοκλήρους, ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδομάδος ἀριθμήσετε πεντήκοντα ἡμέρας.» Ἑορτὴ μὲν γὰρ σωτήριος ἀληθῶς, ὁ ὑπὲρ ἡμῶν θάνατος τοῦ Ἐμμανουήλ. Ἐκτέτικε γὰρ ὑπὲρ ἡμῶν τὰ ὀφλή-ματα, καὶ ἔστιν ἀληθὲς, ὅτι αὐτὸς τὰς ἁμαρτίας ἡμῶν αἵρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Προσήλωσε γὰρ τῷ ἰδίῳ σταυρῷ τὸ καθ' ἡμῶν χειρόγραφον, καὶ τεθριάμβευκεν ἐν αὐτῷ τοὺς πάλαι κρατοῦντας ἐπὶ τῆς γῆς, ἀρχὰς δὴ λέγω καὶ ἐξουσίας, καὶ τὰ πνευματικὰ τῆς πονηρίας· καὶ πρό γε τῶν ἄλλων, τὸν Σατανᾶν. Ἑορτὴ δὲ γείτων εὐθὺς, τῆς πρώτης οὐ μείων, ἡ ἐκ νεκρῶν ἀναβίωσις, κατασείουσα τὴν φθορὰν, ἀποκείρουσα τὴν ἁμαρτίαν, καὶ εἰς νέαν ἡμᾶς μεθιστᾶσα ζωὴν, τὴν ὡς ἐν ἁγιασμῷ τε καὶ ἀφθαρσίᾳ, κατηργημένου θανάτου. Ἀπεδυσάμεθα γὰρ τὸν παλαιὸν ἄνθρωπον, καὶ μετημφιέσμεθα τὸν νέον, τουτέστι, Χριστὸν, ἤτοι τὴν ἐν Χριστῷ πολιτείαν καὶ ζωήν. Ἄθρει δὴ οὖν, ἄθρει τὴν τῆς ἀνανεουμένης ἀνθρωπότητος ἀπαρχὴν, τουτέστι Χριστὸν, ὡς ἐν τύπῳ δράγματος, καὶ ὡς πρωτόλειον ἐξ ἀγροῦ, καὶ ὡς ἐκ καρπῶν ἀπαρχὴν προσκομιζόμενον ἱερὸν ἀνάθημα τῷ Θεῷ καὶ Πατρί. Ἦ οὐκ ἀσταχύων δίκην ἀνεθάλομεν ἐν κόσμῳ; {ΠΑΛΛ.} Ναί· τοιγάρτοι περὶ ἡμῶν καὶ αὐτὸς ἔφασκεν ὁ Χριστὸς τοῖς ἁγίοις μαθηταῖς, «Οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς 68.1096 θερισμὸν ἤδη, καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ ὁ συνάγων.» Ἀστάχυσι γὰρ καὶ πυροῖς παρεικάζει τὰ καθ' ἡμᾶς. {ΚΥΡ.} Οὐκοῦν, ἀσταχύων οἵα τις ἀπαρχὴ καὶ νέος ὥσπερ καρπὸς ἐν εἴδει δράγματος νοεῖται Χριστὸς, ὁ πρωτότοκος ἐκ νεκρῶν, ἡ τῆς ἀναστάσεως ἡμῖν ὁδὸς, ὁ πάντα πρὸς καινότητα μεταστοιχειῶν, καὶ παλαιότητα ἀπαλλάττων· «Τὰ γὰρ ἀρχαῖα παρῆλθε,» φησὶν, «ἰδοὺ γέγονε τὰ πάντα καινὰ, καὶ εἴ τις ἐν Χριστῷ καινὴ κτίσις» κατὰ τὰς Γραφάς. Ἀνεκομίζετο δὲ τὸ δράγμα ἔναντι Κυρίου· ἐγηγερμένος γὰρ ἐκ νεκρῶν ὁ Ἐμμανουὴλ ὁ νέος τῆς ἀνθρωπότητος καὶ ὡς ἐν ἀφθαρσίᾳ καρπὸς, ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, ἵν' ἐμφανισθῇ νῦν ὑπὲρ ἡμῶν τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐχὶ δὴ πάντως ἑαυτὸν εἰς ὄψιν ἄγων αὐτοῦ· σύνεστι γὰρ ἀϊδίως, καὶ οὐκ ἂν ἀπολιμπάνοιτο τοῦ Πατρὸς, ὡς Θεὸς, ὡς ἐν ἑαυτῷ δὲ μᾶλλον, εἰς ὄψιν ἄγων ἡμᾶς τοὺς ἔξω προσώπου, καὶ ἐν ὀργῇ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν καθ' ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Οὐκοῦν ἐν Χριστῷ κερδαίνομεν τὸ καὶ ἐν προσώπῳ τυχὸν γενέσθαι Θεοῦ. Ἀξιοῖ γὰρ ἡμᾶς ἐποπτείας ἤδη λοιπὸν, ὡς ἡγιασμένους. Ὅρα δὲ ὅπως ἡμῖν ὁ νόμος, καὶ τὸν τῇ ἀναστάσει πρέποντα προανετύπου καιρὸν, τουτέστι, τὴν τρίτην ἡμέραν. Τῇ γὰρ ἐπαύριον τῆς πρώτης, φησὶν, ἀνοίσει τὸ δράγμα ὁ ἱερεὺς, ἔναντι Κυρίου. Τρίτη δὲ πάντως ἡ ἀπὸ τῆς πρώτης, οὐκ αὔριον, ἀλλ' ἐπαύριον· ἀνεβίω δὲ ὁ Χριστὸς κατὰ τὴν τρίτην. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Συνανακομίζεται δὲ τῷ δράγματι, καὶ πρόβατον ἄμωμον, δύο δεκάτων αὐτῷ σεμιδάλεως ἐπενηνεγμένων ἀναμὶξ ἐλαίῳ πάλιν. Ὁ γὰρ ὡς ἐν δράγματί τε καὶ ἀπαρχῇ καρπῶν οἱονεὶ ζωγραφούμενος, καὶ ὡς ἐξ ἀγέλης ἀπαρχὴ λαμβάνεται, ἀγέλης δὲ ζώσης ὡς ἐν πιότητι χάριτος, καὶ ἐν εὐφροσύνῃ πνεύματος. Ταύτῃ τοι συναναφέρεσθαι δεῖν τῷ προβάτῳ φησὶ τὴν σεμίδαλιν, ἔλαιόν τε καὶ οἶνον· καὶ σεμίδαλις μὲν σημεῖον ἂν γένοιτο ζωῆς, καθὰ πλειστάκις εἰρήκαμεν· πιότητος δὲ τὸ ἔλαιον, εὐφρασίας δὲ, οἶνος. Προσάγεται δὲ καὶ ὡς ἐν ἄρτῳ πάλιν, καὶ ἐν χίδροις πεφρυγμένοις· χίδρα δὲ τὰ ὄσπρια, φησὶ, διὰ τὸ, οἶμαι, τριβόμενα τοῖς ἀλοοῦσιν αὐτὰ περιχεῖσθαι μύλοις. Νοοῖτο δ' ἂν ἡμῖν καὶ διὰ τούτου Χριστὸς, νέον φύραμα, πρὸς ὃν ἡμεῖς μεμορφώμεθα, προστετάγμεθά τε τελεῖν ἑορτὰς, ἐκκαθάραντες τὴν παλαιὰν ζύμην, ἵνα καὶ ἡμεῖς νέον φύραμα χρηματίζωμεν, καθ' ὁμοιότητα τοῦ πᾶσαν ἡμῖν τὴν εἰς καινότητα πολιτείας ἐγκαινίσαντος ὁδὸν, τουτέστι Χριστοῦ. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Προσεπιτάττει δὲ δεῖν καρπῶν ἀπέχεσθαι νέων, καὶ ἐδώδιμον ἀπ' αὐτῶν