De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
παρὰ Θεῷ, δι' ὧν καρποφοροῦντες εὐωδιάζομεν· μεσιτεύοντος τοῦ Χριστοῦ καὶ Θεῷ προσάγοντος, τὸ[ν] μὲν ὁλοκλήρως ἅγιον, ὡς ἐν τάξει τῶν ὁλοκαυτωμάτων· καὶ μέντοι τὸν μὴ τοιοῦτον εἰσάπαν διὰ τὸ μεμερίσθαι τῷ κόσμῳ, θυσίαν ὥσπερ τινὰ μερικήν. Ἄζυμος δὲ ἡ θυσία. Πρέποι γὰρ ἂν πράττεσθαι καθαρῶς, πᾶν ὅπερ ἂν γένοιτο πρὸς ἡμῶν, εἰς δόξαν Θεοῦ. Καὶ γοῦν ὁ Σωτὴρ, παραιτεῖσθαι προστέταχε, τὸ ἐν μέσαις ἑστῶτα ταῖς ἀγοραῖς ποιεῖσθαι τὰς προσευχὰς, καὶ τὸ ἀμειδὲς ἐν νηστείαις, καὶ τὸ σαλπίζειν ἀκόσμως, κατοικτείροντας ἀδελφούς. Ζύμη γὰρ αὕτη, βεβηλοῦσα τὰ ἱερά. Τὸ δὲ εἰς δόξαν Θεοῦ πραττόμενον, ἐγκλημάτων ἀνθρωπαρεσκείας ἀπηλλάχθαι πρέπει· εἴη γὰρ ἂν οὕτως ἄζυμον ἀληθῶς καὶ ἱερὸν τὸ θύμα. Μερὶς δὲ καὶ βρῶσις τοῖς ἱερεῦσι, τὸ κατάλοιπον τῆς θυσίας. Ἐσθίεται πᾶν ἀρσενικὸν ἐν τόπῳ ἁγίῳ· τοῦ μὲν ἐν ἁγίῳ τόπῳ πρὸς τῶν ἱερέων δαπανᾶσθαι τὰ ἱερὰ, τοῖς μυστικωτέροις ἡμῶν λόγοις τηροῦντος τὸ σέβας· τοῦ δὲ πᾶν ἄρσεν ἐσθίειν, ὑποδηλοῦντος ἀστείως ὡς ἀκαλλές τι χρῆμα καὶ ἀνόσιον ἀληθῶς ὁ μαλακισμὸς τοῖς ἐξειλεγμένοις παρὰ Θεοῦ. Ἀνίερον γὰρ ἀποτελεῖ, καὶ εὐλογίας ἐξίστησι τῆς πνευματικῆς, καὶ ἀμέτοχον ἀποφαίνει τῶν παρὰ Θεοῦ τοῖς ἁγίοις ἐκνενεμη 68.828 μένων ἀγαθῶν. Ἐμαλακίσθη δὲ καὶ Ἰούδας, ἀπονεύ-σας εἰς αἰσχροκέρδειαν· ἐξ ἀνάνδρου δὲ τοῦτο καὶ ἀγεννοῦς λογισμοῦ· ταύτῃτοι καὶ ἄγευστος τῶν παρὰ Θεοῦ μεμένηκεν ἀγαθῶν, καὶ ἀμέτοχος παντελῶς τῶν τοῖς ἁγίοις δεδωρημένων. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Καὶ θυσίας μὲν τῆς ἐξ ἀγέλης, οὗτος ὁ νόμος· τρόπῳ γε μὴν ἑτέρῳ, τὴν ἐξ ἱεροῦ προσάγεσθαι γένους προστέταχε λέγων· «Τοῦτο τὸ δῶρον Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ, ὃ προσοίσουσι Κυρίῳ ἐν τῇ ἡμέρᾳ ᾗ ἂν χρίσῃς αὐτὸν, τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως εἰς θυσίαν διαπαντὸς, τὸ ἥμισυ αὐτῆς τοπρωῒ, καὶ τὸ ἥμισυ αὐτῆς τὸ δειλινόν. Ἐπὶ τηγάνου ἐν ἐλαίῳ ποιηθήσεται· πεφυραμένην οἴσει αὐτὴν, ἑλικτὰ, θυσίαν ἐκ κλασμάτων, θυσίαν εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Ὁ ἱερεὺς ὁ χριστὸς ὁ ἀντ' αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ, ποιήσει αὐτήν· νόμος αἰώνιος, ἅπαν ἐπιτελεσθήσεται· καὶ πᾶσα θυσία ἱερέως ὁλόκαυτος ἔσται, καὶ οὐ βρωθήσεται.» Ἄθρει δὴ οὖν, ὦ Παλλάδιε, τοῦ νόμου τὸ ἀκριβὲς, καὶ τὸ ἄγαν ἰσχνὸν εἰς ἀσφάλειαν ἱεροπρεπῆ. Ἐπειδὴ γὰρ τὰς τῶν ἀγελαίων θυσίας οὐχ ὁλοκαυτοῦσθαι δεῖν προστέταχεν, ἅτε δὴ μὴ εἰσάπαν ἁγίαν ἐχόντων ζωὴν, μεμερισμένην δὲ ὥσπερ Θεῷ καὶ κόσμῳ, διιστὰς εἰκότως, καὶ ἐν μοίρᾳ τιθεὶς τῇ ὑπερκειμένῃ τοὺς ἐξειλεγμένους εἰς ἱερουργίαν, ὁλόκαυτον τὴν ὑπὲρ αὐτῶν ποιεῖσθαι δεῖν ἔφη θυσίαν, τὴν προσαγομένην σεμίδαλιν καταθυμιῶντας Θεῷ πρωῒ καὶ τὸ δειλινὸν, τοῦτ' ἔστι, διὰ πάσης ἡμέρας καὶ ἐν παντὶ καιρῷ. Ἅγιος γὰρ ἀεί πώς ἐστι καὶ ἀκατάληκτον ἔχων τὴν εὐωδίαν, δῆλον δὲ ὅτι τὴν πνευματικὴν, ὁ ἐξειλεγμένος, οὐ μεμερισμένος Θεῷ τε καὶ κόσμῳ, κατά τινας, εὐπαρέδρως δὲ καὶ ἀπερισπάστως, καὶ ὅλος ἐξ ὅλου προσκείμενος τῷ ἰδίῳ ∆εσπότῃ, καὶ οἱονείπως ἀναβοῶν· «Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Τὸ τοίνυν δέκατον τῆς σεμιδάλεως, ζωῆς ἂν εἴη σημεῖον, εὐωδιαζούσης Θεῷ κατὰ πάντα καιρόν. Ἀλλ' «ἐπὶ τηγάνου,» φησὶ, καὶ μὴν «καὶ ἐλαίῳ πεφυραμένην, καὶ ἐκ κλασμάτων ἀνοίσει αὐτήν·» τοῦ μὲν τηγάνου, καθάπερ ἐγᾦμαι, τὸ ἐπώδυνον, τοῦ δὲ πεφυρᾶσθαι τῷ ἐλαίῳ, τὸ δαψιλὲς ἐν ἱλαρότητι, τοῦ δὲ ἐκ κλασμάτων, τὸ οἱονεὶ τρυφερόν τε καὶ εὐδιάθρυπτον τῆς τῶν ἁγίων καρδίας ὑποσημαινόντων ἡμῖν αἰνιγματωδῶς. Ἕψεται γὰρ πάντως τῇ εἰσάπαν καὶ ὁλοκλήρως ἁγίᾳ ζωῇ, τὸ ἐν πόνοις δεῖν εἶναι, καὶ τὸ ἀμφιλαφὲς ἐν ἐλπίδι τῇ παρὰ Θεῷ, καὶ τὸ εὐδιάθρυπτον κομιδῇ· πρέπει γὰρ ἂν ἥκιστά γε τὸ ἀτριβές. Γέγραπται γὰρ, ὅτι «Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Πέπηγε δὲ ὡς λίθος, καὶ ὥσπερ ἄκμων ἀνήλατος, ἡ τοῦ διαβόλου καρδία· λέγει γὰρ οὕτω τὸ Γράμμα τὸ ἱερόν. Ἐκτείνεται δὲ καὶ μέχρι παντὸς ὁ νόμος, ταῖς τῶν ἱερατευόντων διαδοχαῖς πληρούμενος· ἕπεσθαι γὰρ δεῖ ταῖς τῶν προλαβόν 68.829 των εὐδοκιμήσεσι, καὶ μιμητὰς ἀναφαίνεσθαι τῆς τῶν πατέρων εὐκλείας, κατ' ἴχνος ἰόντας τῆς ἐκείνων