De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἄζυμα ἐπὶ πικρίδων ἔδονται. Οὐκ ἔδεσθε ἀπ' αὐτῶν ὠμὸν, οὐδὲ ἑψημένον ἐν ὕδατι, ἀλλ' ἢ ὀπτὰ πυρί· κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. Οὐκ ἀπολείψεται ἀπ' αὐτοῦ ἕως πρωΐ· καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ. Τὰ δὲ καταλειπόμενα ἀπ' αὐτοῦ ἕως πρωῒ, ἐν πυρὶ κατακαύσετε. Οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν, καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς, Πάσχα ἐστὶ Κυρίῳ. Καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ, καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν, ἐγὼ Κύριος. Καὶ ἔσται τὸ αἷμα ὑμῖν ἐν σημείῳ ἐπὶ τῶν οἰκιῶν ὑμῶν, ἐν αἷς ὑμεῖς ἐστε ἐκεῖ, καὶ ὄψομαι τὸ αἷμα, καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι, ὅταν παίω ἐν γῇ Αἰγύπτῳ καὶ ἔσται ἡμέρα ὑμῖν αὕτη μνημόσυνον, καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν Κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν, νόμιμον αἰώνιον ἑορτάσετε αὐτήν. Ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε, ἀπὸ δὲ τῆς ἡμέρας τῆς πρώτης, ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν. Πᾶς ὃς ἂν φάγῃ ζύμην, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραὴλ, ἀπὸ τῆς ἡμέρας τῆς πρώτης, ἕως τῆς ἡμέρας τῆς ἑβδόμης. Καὶ ἡ ἡμέρα ἡ πρώτη, κληθήσεται ἁγία, καὶ ἡ ἡμέρα ἡ ἑβδόμη, κλητὴ ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐταῖς, πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ, τοῦτο μόνον ποιηθήσεται ὑμῖν.» Βούλει δὴ οὖν λεπτῶς καὶ ἐπιδρομάδην 68.1068 ἕκαστα διαστείχοντες, τὰ εἰκότα λέγωμεν· ∆ώσομεν γὰρ σοφοῖς ἀφορμὴν, καὶ γνωριοῦμεν δικαίοις, κατὰ τὸ γεγραμμένον. Προσθεῖεν δ' ἂν καὶ αὐτοὶ τὰ παρά γε δὴ σφῶν αὐτῶν, καὶ ἀμείνους ἔσονται παρὰ πολύ. {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Οὐκοῦν ἐν ἔτους ἀρχῇ καὶ ἐν πρώτῳ μηνὶ, τὸ Χριστοῦ μυστήριον ἐκφαίνεται· νέος γὰρ ἡμῖν αἰὼν, ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸς, μετατιθεὶς ἅπαντα πρὸς τὸ ἄμεινον, καὶ εἰς καινότητα κτίσεως μεταστοιχειῶν εὖ μάλα, τὸ παλαιούμενον καὶ γηράσκον, καὶ ἐγγὺς ἀφανισμοῦ. «Καινὴ γὰρ κτίσις, τὰ ἐν Χριστῷ, καὶ τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Ζῶμεν δὲ καὶ ἡμεῖς, οὐκέτι Μωσαϊκῶς, ἀπενηνεγμένοι δὲ μᾶλλον εἰς εὐαγγελικὴν ζωὴν, καινουργοῦντος ἡμᾶς διὰ Πνεύματος τοῦ Χριστοῦ. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Ἕκαστος δὲ λαμβάνει τὸ πρόβατον, καὶ συλλέγονται κατὰ πληθὺν οἱ δαιτυμόνες εἰς οἶκον ἕνα. Μεμερισμένοι γὰρ ὥσπερ καὶ ἡμεῖς εἰς τὸ ὑφεστάναι καθ' ἕνα φυσικῶς, εἰς ἑνότητα τὴν πνευματικὴν συνδεδραμήκαμεν ἐν Χριστῷ. Ψυχὴ γὰρ ἐν ἡμῖν λοιπόν ἐστι μία, καὶ καρδία μία. Πρόβατον δὲ τὸ θυόμενον, ἤγουν ἐξ αἰγῶν, καὶ πρόβατον μὲν, διά τοι τὸ ἀσυγκρίτως ἥμερόν τε καὶ ἄκακον, καὶ πρός γε δὴ τούτῳ τὸ ἔγκαρπον· «Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος.» Ἀμνὸς δὲ, ὅτι τέθυται δι' ἡμᾶς, καὶ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν παρεδόθη, κατὰ τὰς Γραφάς. Ἔριφος δὲ ὑπὲρ ἁμαρτιῶν τὸ θῦμα, κατὰ τὸν νόμον, τέλειόν τε ἄρσεν τὸ πρόβατον· τοῦ μὲν τελείου σημαίνοντος, ἤτοι τὸ μώμου παντὸς ἐλεύθερον, εὔρωστόν τε καὶ ὑγιές. Ἄμωμος γὰρ Χριστὸς, καὶ παντὸς ἐπέκεινα πάθους, ἤτοι τὸ τέλειον ἀληθῶς· παντέλειος γὰρ ὁ Ἐμμανουὴλ, οἴκοθεν ἔχων καὶ φυσικῶς, τὰ δι' ὧν ἐστι Θεὸς, τοῦ γε μὴν ἄρσενος ὅτι πάντων ἐστὶ καθηγητής. Ἡγεμονικώτατον δὲ τὸ ἄρσεν ἀεὶ, καὶ ἐν δευτέρᾳ τάξει τὸ θῆλυ πανταχῆ. Καὶ λαμβάνεται μὲν τὸ πρόβατον, ἀπὸ δεκάτης τοῦ μηνός· ἱερουργεῖται δὲ πρὸς ἑσπέραν τῇ τεσσαρεσκαιδεκάτῃ. Οὐ γάρ τοι νεοφανὲς τὸ Χριστοῦ μυστήριον, οὐδὲ τότε πρῶτον διεγνωσμένον, ὅτε καὶ ἐμπαροινεῖν ἐδόκει τοῖς Ἰουδαίοις αὐτῷ. Ἀρχαιοτέρα δὲ πολὺ τοῦ πάθους ἡ γνῶσις προῆν, προαναφωνούντων ἁγίων, καὶ διακεκραγότος τοῦ νόμου, καὶ τὸ ἐπ' αὐτῷ μυστήριον, τῆς ἁγίας ἡμῖν προανατυπούσης Γραφῆς. Οὐκοῦν εἴχομεν παρ' ἑαυτοῖς ὡς ἐν προγνώσει τέως, τεθυμένον μὲν οὔπω τὸν ἀμνὸν, σφαγήσεται δὲ ὅτι πρὸς ἑσπέραν, οὐκ ἠγνοηκότες. Ἐπ' ἐσχάτοις γὰρ τοῦ αἰῶνος καιροῖς, καὶ πρὸς αὐταῖς ἤδη πως διήκοντος ταῖς τοῦ χρόνου δυσμαῖς ὁ Χριστοῦ πέπρακται θάνατος. Σφάζεται δὲ