De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
θεσπέσιος Μωσῆς τοὺς ἄνωθεν ἡμῖν διεσαφήνισε νόμους, ἀεὶ συνάπτων τὰ πλημμελήματα, καὶ οἱονεί πως ἐν ἀδελφότητι καὶ ὁμοφυΐᾳ τιθεὶς τῇ φαρμακείᾳ τὴν ἐπῳδήν. «Οὐκ ἔσται γὰρ, ἔφασκεν, ἐν ὑμῖν μαντευόμενος μαντείαν, οἰωνιζόμενος καὶ κληδονιζόμενος, φαρμακὸς, ἐπαοιδὸς, τερατοσκόπος, καὶ ἐγγαστρίμυθος, καὶ ἐπερωτῶν τοὺς νεκρούς.» Ἀλλὰ νοσεῖ μὲν ἡ ἐπῳδὴ τὸ πάναισχρον κομιδῇ, καὶ τὸ ἐν κακῷ κεῖσθαι λίαν, ἀνεπτόηνται δὲ οὐκ οἶδ' ὅπως εἰς τοῦτό τινες, ἐκεῖνο λέγοντες ὅτι Κύριον Σαβαὼθ ὀνομάζουσι κατεπᾴδοντες τοῖς ἠῤῥωστηκόσιν οἱ τῶν τοιῶνδε μελεδωνοί. Ταύτῃ τοι καὶ ἐμπεδοῦν, ὅτι μὴ αἰσχρὸν εἴη λοιπὸν τὸ ἐπιτήδευμα, διασπεύδουσιν. Ἐοίκασι δὲ ψυχρῷ τε καὶ ἀδρανεῖ πρὸς ἀπάτην καὶ φρενοβλάβειαν ἀποκομίζεσθαι λογισμῷ· τοιγάρτοι τοῦ πράγματος ὅτι μάλιστα δυσαχθὲς, αὐτὸ δὴ τοῦτό ἐστιν. Ἡμεῖς γὰρ τὸ, Κύριος Σαβαὼθ, τῷ τῶν ὅλων ἀναφωνοῦμεν Θεῷ, δοξολογεῖν ἐθέλοντες· ἑτέρῳ γε μὴν τῶν ὄντων οὐδενὶ τὴν τοιάνδε κλῆσιν ἐφίεμεν ἔχειν. Εἷς γὰρ καὶ μόνος ἐστὶν ὁ τῶν δυνάμεων Κύριος. Οἱ δὲ, τὴν οὕτως ὑπερφυᾶ καὶ εὐκλεεστάτην ἐπωνυμίαν, ἤτοι δοξολογίαν, παραῤῥίπτουσιν εὐκόλως οἷς ἂν ἕλοιντο τῶν συναθυρόντων αὐτοῖς δαιμονίων, καὶ τοῖς τῆς τερατουργίας αὐτῶν ὑποκριταῖς, τὴν Θεῷ καὶ μόνῳ πρεπωδεστάτην χαρίζονται δόξαν, κολακεύοντές τε καὶ κολακευόμενοι, καὶ τῆς οὕτω δεινῆς δυσσεβείας τὴν ὑπερβολὴν, τῆς ἐφ' οἷς ἂν ἕλοιντο συνδρομῆς ἀπονέμοντες εἰς ἀντέκτισιν. Θεομάχον γὰρ ἀεὶ καὶ φιλοδοξότατον τῶν δαιμονίων τὸ στῖφος. Χρὴ τοιγαροῦν, μὴ ταῖς ἐκείνων ἡμᾶς συναποφέρεσθαι δυσβουλίαις, ἀποφοιτᾷν δὲ μᾶλλον ὡς ἀπωτάτω, καὶ μὴ πονηροῖς προσέχειν ἰατροῖς ἢ τερατουργοῖς, τοῖς δαίμοσι, μισθὸν ὥσπερ τινὰ τῶν εἰς ἡμᾶς ἀθυρμάτων ἐξαιτοῦσι τὰς δυσφη 68.472 μίας. Σὺ δὲ εἴ τι τῶν τοῦ σώματος μορίων ἀλγεῖς, καὶ πεπίστευκας ἀληθῶς, ὅτι τὸ Κύριος Σαβαὼθ, καὶ αἱ τοιαίδε κλήσεις ἃς Θεῷ τῷ κατὰ φύσιν ἡ θεία προσνέμει Γραφὴ, λυτικαί σοι γενήσονται τοῦ κακοῦ, αὐτὸς ὑπὲρ σεαυτοῦ προσευχόμενος, ἀναφώνει τὰς λέξεις· ἄμεινον γὰρ ἢ ἐκεῖνοι δράσεις, Θεῷ τὴν δόξαν ἀνατιθεὶς, καὶ οὐχὶ τοῖς ἀκαθάρτοις πνεύμασι. Μεμνήσομαι δὲ καὶ τῆς θεοπνεύστου Γραφῆς λεγούσης· «Ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ' αὐτῷ, ἀλείψαντες αὐτὸν ἐλαίῳ, ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος, κἂν ἁμαρτίας ᾖ πεποιηκὼς, ἀφεθήσεται αὐτῷ.» {ΠΑΛΛ.} Οἰωνοσκοπία δὴ οὖν, καὶ μέν τοι καὶ ἐπῳδὴ συντετάχθω, εἰ δοκεῖ, τοῖς ἐκ νόμου διαβεβλημένοις, καὶ τοῖς ἐν αἰσχίστῃ καὶ βδελυρωτάτῃ δόξῃ παρὰ Θεῷ. {ΚΥΡ.} Καὶ μάλα, προσθείην δ' ἂν, ὅτι καὶ καθ' ἑτέρους τὸν Θεὸν ὑβριοῦμεν τρόπους, καὶ τῆς εἰς αὐτὸν δυσσεβείας ὄφλοι τις ἂν γραφήν τε καὶ λόγους, τὸ ψευδορκεῖν ᾑρημένος, καὶ τὸ παλίμφημόν τι, καὶ ἀπηχὲς εἰπεῖν κατά γε τῆς ὑπερτάτης καὶ ἀνωτάτω δόξης. Τὸ μὲν γὰρ κολάζεται τῇ εἰσάπαν ὀργῇ, καὶ ἀσχέτῳ ποινῇ, συντελοῦντος τοῦ δρεπάνου, καθὰ γέγραπται, τὴν τοῦ ψευδορκοῦντος ἑστίαν, καὶ κατασείοντος εἰς τὸ παντελές· «Εἰσελεύσεται γὰρ, φησὶν, εἰς τὸν οἶκον τοῦ κλέπτου, καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτὸν, καὶ τὰ ξύλα αὐτοῦ, καὶ τοὺς λίθους αὐτοῦ.» Θάτερόν γε μὴν, τὸ ἐκτεθνάναι δεῖν, καὶ τὸ πάντων ἐπέκεινα τῶν κακῶν ἔχειν τὴν δίκην. Χρὴ τοιγαροῦν ὀμνύναι μὴ ἐπὶ ψεύδει· μᾶλλον δὲ μηδ' ὅλως ὀμνύναι. Τουτὶ γὰρ ἡμᾶς ἐδίδαξεν ὁ Σωτὴρ, λέγων· «Ἔστω ὑμῶν, τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ· τὸ δὲ περισσὸν τούτων, ἐκ τοῦ διαβόλου ἐστίν.» Ὅρκου γὰρ ὅλως οὐκ ἔσται χρεία τοῖς ἐν ὑπολήψει σεμνότητος, καὶ σύνοικον ὥσπερ πεποιημένοις τὴν ἀρετήν· ἐκτετίμηται γὰρ λίαν παρὰ τοῖς εὐσεβείας ἐρασταῖς τῶν τοιούτων ὁ βίος, καὶ τὸ ἀπιστεῖσθαι μισεῖν· κἂν εἴ τι φθέγγοιτο τυχὸν, τῇ τῶν ἀκροωμένων εὐθὺς στεφανοῦται πίστει. Ἔστω τοιγαροῦν ἡμῶν εὐκλεὴς ὁ βίος, καὶ ἀργήσει πάντως που, καθάπερ ἐγᾦμαι, καὶ ἡ τοῦ διόμνυσθαι χρεία. Εἰ δὲ δή που γένοιτο, καὶ τῆς εἰς ἁγίους τιμῆς