De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
αὐτοῦ πρὸς Μωσέα τὸν ἱερώτατον εἰρημένον ὀρθῶς. Ἀλλ' οὐδ' ἄν τις γνοίη τά τε ἴχνη καὶ τὰς ὁδοὺς αὐτοῦ. Γέγραπται γὰρ, «Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!» Ψάλλει δὲ καὶ ὁ μακάριος ∆αβὶδ, καὶ σοφὸν ἀνακρούει μέλος· «Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.» Ὥσπερ γὰρ οὐκ ἄν τις ἴδοι ἴχνος ἐν ὕδασιν, ἢ ἀνθρώπου τυχὸν ἢ νεὼς, ἢ τῶν ἐν αὐτοῖς νηχομένων, οὕτως οὐκ ἂν καταθρήσειέ τις θείας τε καὶ ἀποῤῥήτους ὁδούς. Ὧν ἂν εἶεν εἰς τύπον οἱ πόδες. Εἰ δὲ δὴ καὶ τὰ ἑαυτῶν πρόσωπα καὶ τοὺς πόδας καταπυκάζειν ταῖς πτέρυξιν ὑποτοπήσαιτό τις τὰ ἅγια Σεραφὶμ, ἐννοῶμεν ὅτι τῆς περὶ Θεοῦ σοφίας, ἤτοι γνώσεως ἀρχὴν ἢ τέλος ἰδεῖν οὐ θέμις. Ἀκατάληπτος γὰρ καὶ αὐτὴ, καὶ ὑπὲρ νοῦν ἐστι τὸν ἀνθρώπινον. Ἀρχὴ δὲ παντὸς σώματος, κεφαλή· τέλος δὲ οἱ πόδες. Τὸ ἱλαστήριον οὖν ἄρα Χριστὸς, ὃς καὶ ἐν σαρκὶ πεφηνὼς, οὐδὲν ἧττόν ἐστι Θεὸς, καὶ Κύριος, φύσει τε καὶ ἀληθῶς, περιεστώσας ἐν κύκλῳ δουλοπρεπῶς καὶ αὐτὰς ἔχων τὰς ἀνωτάτω δυνάμεις. Ἔφη δέ που καὶ λόγος ἡμῖν ἱερὸς, ὡς μετά γε τὸ ἐκστῆναι τὸν Σατανᾶν τὴν ἐν Χριστῷ μεθέντα πεῖραν, ὅτε νενήστευκεν ὑπὲρ ἡμῶν, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ· «Πνεύματα γάρ εἰσι λει 68.604 τουργικὰ εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίας.» Ἄνωθεν δὲ τοῦ ἱλαστηρίου, γνωσθήσομαί σοι, φησὶ, καὶ λαλήσω σοι, δύο που, καθάπερ ἐγᾦμαι, καὶ διὰ τούτου δηλῶν. Ἢ γὰρ ὅτι ἄνθρωπος ὢν ὁ Χριστὸς, τὰ ὑπὲρ ἀνθρώπου λαλήσει φύσιν, καὶ οὐχὶ μόνοις ἐμμενεῖ τοῖς τῆς κενώσεως μέτροις, διά γε τὸ εἶναι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν. «Ἐγὼ γὰρ, ἔφασκε, καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Ἢ ἐκεῖνό που τάχα· γινώσκεται γὰρ ἄνωθεν τοῦ ἱλαστηρίου καὶ τῶν Χερουβὶμ, τουτέστιν, ἐν ὑπεροχῇ καὶ δόξῃ τῇ ὑπὲρ ἄνθρωπον, καὶ παντὸς ἐπέκεινα γενητοῦ, ὧν τὸ ἀκρότατόν τε καὶ ὑπέρτατον τὰ Σεραφὶμ, εἰ καὶ γέγονε σάρξ. Ἐκ χρυσοῦ δὲ τὸ ἱλαστήριον, καὶ αὐτὰ τὰ Σεραφίμ. Ἡ μὲν γὰρ εὐκλεής τε καὶ περικαλλεστάτη φύσις, Θεός. Ἐν ὁμοιώσει δὲ τῇ πρὸς αὐτὸν κατὰ μέθεξιν, τὰ γενητά. Τοῖς δὲ ἐν κύκλῳ καὶ ἀγχοῦ γεγονόσιν αὐτοῦ, τὴν τῆς ἰδίας καὶ φυσικῆς φαιδρότητος ἐπιμερίζει μέθεξιν, ὡς φωτὸς ἐπί τι τῶν πέλας ἀντανακλωμένου, καὶ λαμπρότητι τῇ ἰδίᾳ τὸ προστυχὸν καταυγάζοντος. {ΠΑΛΛ.} Ὀρθῶς ἔχει, καὶ ἀπεξεσμένος ἡμῖν εἰς τἀληθὲς, ὁ λόγος. {ΚΥΡ.} Μετὰ δὲ τὴν τοῦ ἱλαστηρίου κατασκευὴν, καὶ ἑτέρως ἡμῖν τὸ Χριστοῦ μυστήριον σκιαγραφεῖ, λέγων· «Καὶ ποιήσεις τράπεζαν χρυσοῦ καθαροῦ.» ∆ακτυλίους τε αὐτῇ προσερειρῆσθαι δεῖν ἐπιτάξας, καὶ χρυσοῦς ἐμβάλλεσθαι τοὺς ἀναφορέας, μέτρα τε αὐτῆς καὶ εὐτεχνίας τοὺς τρόπους, καθ' οὓς ἂν γένοιτο λαχοῦσα τὸ ἐκπρεπὲς εἰς εἶδος τὸ ἀνωτάτω σαφέστατα διειπὼν, «Καὶ ἐπιθήσεις, φησὶν, ἐπὶ τὴν τράπεζαν ἄρτους ἐνωπίους, ἐναντίον μου διὰ παντός.» Χρυσᾶ δὲ αὐτῆς τὰ σκεύη, τρυβλία τε καὶ θυίσκας, καὶ μὴν καὶ κυάθους, καὶ σπονδεῖα γενέσθαι προστέταχεν. Ἆρ' οὐκ ἐναργῶς ὁ ἄρτος ἡμῖν ὁ ἐξ οὐρανοῦ κατεδείκνυτο, προκεισόμενος κατὰ καιροὺς ἐν ἁγίαις τραπέζαις ἐκκλησιῶν, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Τρυβλία τε καὶ θυίσκαι, κύαθοί τε καὶ σπονδεῖα, καὶ τὰ δι' ὧν τῆς ἁγίας τραπέζης ἡ μυστικὴ καὶ ἱερωτάτη πληροῦται χρεία, οὐ τῶν θείων κειμηλίων τύπος ἂν εἶεν. ὦ τᾶν; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Ἀλλὰ ταυτὶ μὲν ἐν τῇ Ἐξόδῳ. Τραπέζης δὲ πέρι καὶ μὴν καὶ προθέσεως ἄρτων, κεχρησμῴδηκεν ὁ νομοθέτης ἐν τῷ Λευιτικῷ· ἀνευρύνει δὲ ὥσπερ τὴν ἐντολὴν, τίνα τε τρόπον ἡ πρόθεσις ἔσται, διδάσκει σαφῶς, λέγων οὕτως· «Καὶ λήψεσθε σεμίδαλιν, καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους. ∆ύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς. Καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, καὶ ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι Κυρίου. Καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ, τῇ ἡμέρᾳ τῶν σαββάτων 68.605 προσθήσεται