De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
δουλείας τῆς νοητῆς. {ΠΑΛΛ.} Ἀνόνητος οὖν ὁ νόμος; {ΚΥΡ.} Οὐ τοῦτό φημι· κεχρησμῴδηται γὰρ οὐ μάτην· δέδοται δὲ μᾶλλον «εἰς βοήθειαν,» κατὰ τὸ γεγραμμένον· ὅσον μὲν γὰρ ἧκεν εἰς παιδαγωγίαν, καὶ τὸ εἰδέναι τὸ πλημμελὲς, καὶ εἰς τὸ χρῆναι λαβεῖν ἀρχὰς καὶ στοιχεῖα τῶν λογίων τοῦ Θεοῦ, πῶς οὐκ ἂν νοοῖτο χρήσιμος; Ἀργότερος δὲ πρὸς ἀπόνιψιν ἁμαρτίας, καὶ εἰς τὸ δύνασθαι τελειοῦν εἰς ἁγιασμόν. Καὶ γοῦν ὁ θεσπέσιος ἡμῖν ἔφη Παῦλος· «Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ· καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ· διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου, ἐπίγνωσις ἁμαρτιῶν.» ∆εικτικὸς οὖν ἄρα τῆς ἁμαρτίας ὁ νόμος, οὐκ αὐχημάτων πρόξενος τῶν εἰς ἀρετήν. Τὸ γάρ τοι φάναι τυχὸν, Οὐ πορνεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιορκήσεις, καὶ εἴ τι τοιούτοις συνήρμοσται, τὰ τῆς φαυλότητος εἴδη κατασημαίνοντος ἦν, καὶ ἐξιστάντος ἀκαθαρσίας, οὐκ ἀρετῆς εἴδησιν εἰσκομίζοντος, οὐδὲ τῆς ἀκιβδήλου ζωῆς καταφανεστάτην τοῖς ἀκροωμένοις ποιοῦντος τὴν γνῶσιν. Ὡς τό τοι μὴ χρῆναι τὰ αἰσχίω δρᾷν, τοῖς τῆς ἐξαιρέτου πολιτείας ἐγγράφεσθαι τρόποις, ἀμαθὲς οἶμαί που. ∆εῖν δὲ οἶμαι καὶ σφόδρα εἰκότως, τότε δὴ μόλις τὴν ἐφ' ἅπασι τοῖς ἐπαινουμένοις ἡμᾶς ἀναδεῖσθαι ψῆφον, εἰ δὴ μεθέντες καὶ διωσάμενοι τὸ κακὸν καὶ κάτω που μένειν ἐῶντες, τὸ ἐν ὑπολήψει φαυλότητος καὶ βεβήλου βδελυρίας οὐκ ἀπηλλαγμένον, ἐπ' αὐτὰ τῆς ἀρετῆς ἀναθρώσκομεν τὰ αὐχήματα. Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, «Ἀμὴν,ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσει, φησὶν, ἡ δικαιοσύνη ὑμῶν, πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Συνίης οὖν ὅτι τὴν ἐπέκεινα τῆς κατὰ νόμον ἑλέσθαι δικαιοσύνην προστέταχεν ὁ Σωτὴρ, καὶ ἄριστόν γε τὸ χρῆμα εἰδὼς ὁ σοφὸς γράφει Παῦλος· «Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον. Περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν, 68.217 Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν γε ἡγοῦμαι τὰ πάντα ζημίαν εἶναι, διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· δι' ὃν τὰ πάντα ἐζημιώθην· καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ.» {ΠΑΛΛ.} Συνίημι μὲν, σαφὴς γὰρ ὁ λόγος· πλὴν ἐκεῖνο φράσον. Τί μὴ μᾶλλον ἐν ἀρχαῖς ἡ διὰ πίστεως ἡμῖν δικαιοσύνη, καὶ ὁ κατ' αὐτὴν ἁγιασμὸς ἐθεσπίζετο, εἴπερ οὐκ ἀπόχρη εἰς τελείωσιν ὁ πάλαι νόμος; {ΚΥΡ.} Ὅτι, ὦ ἑταῖρε, φαίην ἂν, ἀπονίζεται μὲν εἰκότως τὸ ῥυποῦν, ἀποσμήχεται δὲ τὸ μεμολυσμένον, καὶ καταφαιδρύνεται τὸ ἐσκοτισμένον· πρέποι δ' ἂν, οἶμαι, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, θεραπεύεσθαι μὲν τὸ ἠῤῥωστηκὸς, καλεῖσθαι δὲ πρὸς μετάγνωσιν, οὐχὶ τοὺς ἡγιασμένους, ἀλλὰ τοὺς ταῖς ἁμαρτίαις ἐπηχθισμένους. Ἦ γὰρ οὐχὶ προκαταγινώσκεσθαι χρὴ τοὺς καλουμένους εἰς ἄφεσιν, καὶ ἐκ τῆς ἐνούσης αὐτοῖς ἀσθενείας κεκινδυνευκότας, ὁρᾶσθαι λελυτρωμένους; Ἔδει τοιγαροῦν ἔλεγχον ὥσπερ τινὰ καὶ κατήγορον ἀκριβῆ τῆς ἁπάντων ἀσθενείας, τὸν τῆς ἁμαρτίας δεικτικὸν προαναφαίνεσθαι νόμον, ἵνα καὶ τῆς θείας ἡμῖν ἡμερότητος τῆς διὰ Χριστοῦ μὴ ἀγνοῆται τὸ μέγεθος. Ποῦ γὰρ ἢ πῶς ἡ τῆς ἀφέσεως χάρις, εἰ μὴ ὑποκέοιτο τὰ ἐγκλήματα; Καὶ εἰ χρὴ βραχυλογοῦντας καὶ ἐπί τινων ἀρχαίων διηγημάτων ἀναπηδᾷν, ἐρῶ πάλιν, ὅτι τῷ μὲν Ἀβραὰμ ἐπηγέλλετο ὁ Θεὸς τὴν διὰ πίστεως χάριν· καὶ καθάπερ ἐν ἀπαρχῇ τῶν ἠλεημένων, ἐν αὐτῷ πρεσβυτέραν ἐποιεῖτο τοῦ νόμου τὴν ἐξ ἡμερότητος ἄφεσιν. Γέγραπται γὰρ, ὅτι, «Ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Προσδιαμαρτύρεται δὲ λέγων ὁ Παῦλος· «Πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, φησὶν, ἀλλ' ἐν ἀκροβυστίᾳ· καὶ σημεῖον ἔλαβε περιτομὴν, σφραγίδα τῆς δικαιοσύνης τῆς πίστεως, τῆς ἐν ἀκροβυστίᾳ.» Ἤκουσέ τε