De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
γεγονότος ἔχων ὑπεροχήν· διαπορθμεύων δὲ εἰς ἡμᾶς τὰς ἄνωθεν καὶ παρὰ Πατρὸς φωνὰς, ἔφασκεν ὁ Υἱὸς, τὸ ἀληθὲς ἱλαστήριον, «Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός με.» Οὐκοῦν ἄνωθεν τοῦ ἱλαστηρίου γέγονεν ἡ φωνή. Θαυμάσαις δ' ἂν οὐ μετρίως τὴν τῶν φυλάρχων ἀνασκοπούμενος πρόσοδον. Ἀπονεμηθείσης γὰρ ἡμέρας ἑκάστῳ καὶ ἰδικῶς, καθ' ἣν ἔδει πληροῦν τὰ συντεταγμένα καὶ προσκομίσαι τὸ δῶρον, προσίεσαν μὲν ἐν κόσμῳ κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν· πλὴν οὐ κατὰ τὴν τῆς γενέσεως τάξιν, ἤτοι καθ' ἡλικίαν, ἀλλ' οὐδὲ ἀναμὶξ καὶ χύδην ἁπλῶς, συντεθειμένοι δὲ μᾶλλον ὥσπερ εἰς οἰκονομίαν μυστικήν. {ΠΑΛΛ.} Καὶ μὴν ὅ τι ποτέ ἐστιν ὃ φὴς, ἐννοεῖν οὐκ ἔχω. Φράζε δὴ οὖν μοι σαφῶς. {ΚΥΡ.} Βούλει λέγωμεν ἐν τάξει καὶ καθεξῆς τοὺς ἐξ 68.720 Ἰακὼβ γεγονότας; Σαφὲς γὰρ ἂν γένοιτο καὶ λίαν ὡδὶ τὸ ἐν τῇ προσόδῳ παρηλλαγμένον. {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Ἔστι τοίνυν πρωτότοκος μὲν ὁ Ῥουβὴμ, ἐπ' αὐτῷ δὲ Συμεὼν, Λευὶ, καὶ Ἰούδας ἀπό γε μητρὸς τῆς Λείας. Βάλα δὲ αὖ τὸ θεραπαινίδιον τὸν ∆άν τε καὶ Νεφθαλεὶμ, καὶ μὴν καὶ ἡ Ζελφὰ παιδίσκη Λείας, τὸν Γὰδ καὶ Ἀσὴρ, Λεία γε μὴν πρὸς τοῖς ἄλλοις τέσσαρσι, τὸν Ἰσάχαρ καὶ Ζαβουλὼν τίκτει· γενέσθην δὲ καὶ ἀπὸ Ῥαχὴλ Ἰωσὴφ καὶ Βενιαμίν. Οὐκοῦν πρῶτοι μὲν ἐκ Λείας, οἱ ἐξ ἐλευθέρας τέσσαρες, Ῥουβὴμ, καὶ Συμεὼν, Λευὶ καὶ Ἰούδας. Ἐκ δυοῖν δὲ θεραπαίναιν, Βάλας τε καὶ Ζελφᾶς, τέσσαρες, ∆ὰν καὶ Νεφθαλεὶμ, Γὰδ καὶ Ἀσήρ. Ἕτεροι δὲ αὖ ἐπὶ τούτοις τέσσαρες· δύο μὲν ἐκ Λείας, Ἰσάχαρ τε καὶ Ζαβουλὼν, ἀπὸ δέ γε τῆς Ῥαχὴλ, Ἰωσὴφ καὶ Βενιαμίν. Μεμνῆσθαι δὲ ἀναγκαῖον, ὡς εἰς δύο μεμέρισται φυλὰς ὁ Ἰωσὴφ κλῆρος, εἴς τε τὸν Ἐφραῒμ καὶ μέντοι τὸν Μανασ-σῆν, τοὺς ἐξ αὐτοῦ γεγονότας. {ΠΑΛΛ.} Συνίημι μὲν εὖ μάλα τῶν ὀνομάτων τὴν τάξιν· τί δ' ἂν εἴη λοιπὸν τὸ ζητούμενον ὡς ἔν γε δὴ τούτοις, σὸν ἤδη διατρανοῦν. {ΚΥΡ.} Προσιόντες, ὦ Παλλάδιε, τοῖς δώροις ἅμα, τοῦτο ἔδρων, οὐ καθ' ἡλικίαν, ἀλλὰ πρῶτος μὲν Ἰούδας, καίτοι τέταρτος ὢν κατὰ χρόνον, ἔννατος δὲ μετ' αὐτὸν Ἰσάχαρ, καὶ σὺν αὐτοῖς δέκατος Ζαβουλών. Συμμορία δὲ ὥσπερ μετὰ τούτους δευτέρα, Ῥουβὴμ ὁ πρωτότοκος, καὶ ὁ καθεξῆς καὶ δεύτερος, Συμεών. Συνῆπται δὲ καὶ ὁ ∆ὰν ἐκ δούλης. Καὶ πρός γε δὴ τούτοις, τάγμα τὸ τρίτον διὰ τριῶν ἐλευθέρων, Ἐφραΐμ τε καὶ Μανασσῆ καὶ Βενιαμίν. Συμμορία δὲ τετάρτη ἐν ἐσχάτοις, τῶν ἐκ θεραπαινῶν γεγονότων. Τρεῖς δὲ δὴ οὗτοι πάλιν, ∆ὰν καὶ Ἀσὴρ, καὶ Νεφθαλεὶμ, καίτοι προὔχοντες τῷ τῆς γενέσεως χρόνῳ, τῶν ὡς τάξει προτεταγμένων, Ἐφραΐμ τε, φημὶ, καὶ Μανασσῆ, καὶ Βενιαμίν. Ἆρ' οὐκ ἀναγκαίαν φῂς τὴν ἐπὶ τούτοις βάσανον; {ΠΑΛΛ.} Μάλιστά γε· τίς οὖν ὁ λόγος, πειρῶ μοι λέγειν. {ΚΥΡ.} Αἴνιγμά που τὸ χρῆμά ἐστι, καθάπερ ἐγᾦμαι πάλιν. Ὅτι τάξιν ἔχει τὴν πρώτην παρὰ Θεῷ τὰ διὰ Χριστοῦ τῶν ἐν νόμῳ· καὶ ὅτι τέθεινται μὲν οἱ πρῶτοι ἔσχατοι, οἱ δὲ ἔσχατοι πρῶτοι. Οἱ γὰρ ὡς ἐν χρόνῳ πρεσβύτεροι διά τε τοῦτο πρωτότοκοι, τοῦτ' ἔστιν ὁ Ἰσραὴλ, κατόπιν ἔρχεται τῶν ἐθνῶν. Καὶ οἱ τὸ δοῦλον ἔχοντες πνεῦμα, καὶ τῆς δουλευούσης Ἱερουσαλὴμ υἱοὶ, τὸ προὔχειν ἐν δόξῃ παραχωρήσουσι τοῖς τῆς ἐλευθέρας, ἥτις ἐστὶ μήτηρ ἡμῶν τῶν ἐν Χριστῷ δεδικαιωμένων, καὶ εἰς ἐλεύθερον ἀξίωμα κεκλημένων δι' ἐλευθέρου πνεύματος. Ὅρα γὰρ, εἰ δοκεῖ, τῶν θεωρημάτων τὸ ἀκριβές. Πρώτη μὲν γὰρ προσάγει τὸ δῶρον ἡ Ἰούδα φυλή· ἐξ ἧς ἀνέφυ κατὰ σάρκα Χριστός. Καὶ μετὰ ταύτην εὐθὺς ἡ Ἰσάχαρ τε καὶ Ζαβουλών· ἄμφω δὲ ἤσθην ἐλεύθεροι καὶ ἐξ ἐλευθέρων. Εἶτα Ῥουβὴμ ὁ πρω 68.721 τότοκος, Συμεών τε καὶ Γὰδ, ὅς ἐστιν ἐκ δούλης. Σημαίνεται δὲ διὰ τούτων ὁ Ἰσραήλ. Καὶ φέρε τὰς ἐφ' ἑκάστῳ λέγωμεν, ἐκ τῆς ἐπ' αὐτοῖς γενομένης προφητείας ἐξ Ἰακὼβ συλλέγοντες. Ἔφη τοίνυν ὁ θεσπέσιος Ἰακώβ· «Ῥουβὴμ πρωτότοκός μου, σὺ ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης·» καὶ πάλιν· «Συμεὼν καὶ Λευὶ ἀδελφοὶ συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν. Εἰς βουλὴν αὐτῶν μὴ εἰσέλθῃ ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρεῖσαι τὰ ἥπατά μου· ὅτι ἐν τῷ θυμῷ αὐτῶν