De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
παρὰ τοῦ Πατρός μου ἀπήγγειλα ὑμῖν.» Ἀλήθεια δὲ καὶ ἑτέρως Ἐμμα-νουὴλ, ὅτι μόνος αὐτὸς κατὰ φύσιν Υἱὸς, καὶ ὡς ἐκ Θεοῦ Θεὸς, μόνος ἅγιος, μόνος Κύριος· μεθεκτῶς δὲ ἡ κτίσις, καὶ κατὰ μίμησιν, ὅσα καὶ αὐτὸς εἶναι νοεῖται. Σύνεστι δὴ οὖν τοῖς ἁγίοις ὡς ἐν δήλῳ τε καὶ ἀληθείᾳ νοούμενος ὁ Χριστὸς, ὃς καὶ ἐν προσώπῳ τοῦ Πατρὸς εἰσφέρει τὰ καθ' ἡμᾶς, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ ἡμῶν. Τοῦτο γὰρ, οἶμαι, ἔστι τὸ, Καὶ εἰσοίσει Ἀαρὼν τὰς κρίσεις τῶν υἱῶν Ἰσραὴλ 68.744 ἔναντι Κυρίου ἐπὶ τοῦ στήθους αὐτοῦ διὰ παντός. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ἱεροπρεπὲς δέ τι καὶ ἀξιάγαστον ἄμφιον κατασκευάζεσθαι δεῖν ἐπιτάττει λέγων· «Καὶ ποιήσεις ὑποδύτην ποδήρη, ὅλον ὑακίνθινον, καὶ ἔσται τὸ περιστόμιον ἐξ αὐτοῦ μέσον, ὤαν ἔχων κύκλῳ τοῦ περιστομίον, ἔργον ὑφάντου, τὴν συμβολὴν συνυφασμένην ἐξ αὐτοῦ, ἵνα μὴ ῥαγῇ. Καὶ ποιήσεις ὑπὸ τὸ λῶμα τοῦ ὑποδύτου κάτωθεν, ὡσεὶ ἐξανθούσης ῥόας ῥοΐσκους ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης, ὑπὸ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ. Τὸ αὐτὸ εἶδος τοῖς ῥοΐσκοις, καὶ κώδωνας χρυσοῦς ἀναμέσον τούτων περικύκλῳ παρὰ ῥοΐσκον χρυσοῦν κώδωνα, καὶ ἄνθινον ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ. Καὶ ἔσται Ἀαρὼν ἐν τῷ λειτουργεῖν ἀκουστὴ ἡ φωνὴ αὐτοῦ, εἰσιόντι εἰς τὸ Ἅγιον ἔναντι Κυρίου, καὶ ἐξιόντι, ἵνα μὴ ἀποθάνῃ.» Ὑποδύτην μὲν οὖν καὶ ποδήρη, χιτῶνα μακρὸν, εὐφυᾶ τε πρὸς περιστολὴν, καὶ τὸν ἐκ δειρῆς αὐτῆς εἰς ἄκρους ἰόντα πόδας, ὀνομάζει σαφῶς· ἐξ ὑακίνθου δὲ, ὅτι τῆς ἄνωθεν ἀφθαρσίας σύμβολον, τουτέστι Χριστοῦ. Τοιουτονὶ γάρτοι καὶ ὁ θεσπέσιος ∆αβὶδ προαναπεφώνηκε λέγων ὡς ἐκ προσώπου τοῦ Θεοῦ περὶ τῶν ἐν ταῖς ἐκκλησίαις ἱερουργούντων· «Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν.» Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος. Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ, ὃ ἐπιποθοῦμεν ἐνδύσασθαι, ὁ τῆς εὐφροσύνης χιτὼν, τὸ ἱμάτιον τοῦ σωτηρίου, κατὰ τὴν τοῦ προφήτου φωνήν. Οὐρανοῦ δὲ τύπος τὸ χρῶμα τὸ ὑακίνθινον εἴρηται σαφῶς. Καὶ ἀληθὴς μὲν ὁ λόγος, ὡς ἐφ' ἡμῶν αὐτῶν. Περιβεβλήμεθα γὰρ ἀφθαρσίαν τὴν ἄνωθεν. Εἰ δὲ καὶ αὐτὸς νοοῖτο Χριστὸς, ὡς ἐν Ἀαρὼν τὸν ποδήρη τὸν ὑποδύτην ἔχων, οὐδὲν ἧττον ἡμῖν ἀληθὴς ὁ λόγος Θεὸς γὰρ ὢν κατὰ φύσιν ὁ Μονογενὴς, ἄφθαρτον ἀποτελεῖ τὸ ἴδιον σῶμα, καὶ ζωῇ τῇ ἄνωθεν περιβαλὼν αὐτὸ, τῆς τοῦ θανάτου πλεονεξίας ἐτίθει που πάντως ἐν ἀμείνοσιν· ὅτι γὰρ φυσικῶς τε ἅμα καὶ ἀμεθέκτως ἐν Χριστῷ καὶ ἀφθαρσία καὶ ζωὰ, συνήσεις κἀντεῦθεν. Ἔφη μὲν γὰρ ἅτε δὴ καὶ ὑπάρχων κατὰ φύσιν Θεὸς, «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.» Ζωοποιούμενος δὲ κατὰ τὸ ἀνθρώπινον, «Ὥσπερ γὰρ ὁ Πατὴρ,» φησὶν, «ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ.» Οὐκοῦν κἂν εἰ αὐτὸς νοοῖτο Χριστὸς, ὁ ἀφθαρσίαν τὴν ἄνωθεν περιβεβλῆσθαι λεγόμενος, οὐχὶ τοῦ πρέποντος ἐξοίχοιτο ἂν ὁ λόγος. Πρὸς δέ γε δὴ τοῖς κάτω τυχὸν μέρεσι, ῥοΐσκοι καὶ κώδωνες παραλλάσσοντες τὰ ἐγκείμενα· καὶ ῥοΐσκοι μὲν ὡς συνυφασμένοι, χρυσοῖ δὲ οἱ κώδωνες· ὡς ἂν εὔηχοί τε εἶεν κατὰ τὸ ἀληθὲς, καὶ μὴν καὶ εἰσθέοντος Ἀαρὼν εἰς τὰ Ἅγια τῶν ἁγίων, ἐπισημοτάτην αὐτοῦ ποιῶνται τὴν εἰσδρομήν. Σύμβολον δὲ καὶ τοῦτό ἐστι τῆς σωτηρίου καὶ σοφῆς οἰκονομίας, φημὶ δὴ τοῦ θείου τε καὶ εὐαγγελικοῦ 68.745 κηρύγματος, οἱονεί πως ἅπασαν περιβομβοῦντος πόλιν, ὅτε δι' ἡμᾶς εἰσβέβηκεν εἰς τὰ Ἅγια τῶν ἁγίων, αἰωνίαν λύτρωσιν εὑράμενος, ὁ μέγας ἡμῶν ἀρχιερεὺς, τὸ ἄμωμον θῦμα. «Μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.» Αἴνιγμα δὲ ὥσπερ οὐκ ἀσυμφανὲς, τοῦ μὲν σωτηρίου κηρύγματος οἱ ἐκ χρυσοῦ γεγονότες κώδωνες, πόλεων δὲ οἱ ῥοΐσκοι. {ΠΑΛΛ.} Τίνα τρόπον; {ΚΥΡ.} Ὡς γὰρ πόλις ἑνὶ μὲν ἔξωθεν περιδέδεται πύργῳ, μυρίας δὲ ὅσας ἐν ἑαυτῇ συνέχει τὰς συνοικίας· τὸν αὐτὸν, οἶμαι, τρόπον καὶ τὸ χρῆμα τῆς ῥόας ἑνὶ μὲν ἔξωθεν ἐλύτρῳ διέζωσται, ἔσωθεν δὲ οἱ κόκκοι χιτῶσιν ἰσχνοῖς ἀλλήλων ἀποτειχίζονται, μόνον δὲ οὐχὶ συλλέγονται κατὰ συνοικίας. Ἢ οὐχ ὧδε ἔχει;