De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ὅτι ἐκλαύσατε ἐναντίον Κυρίου, λέγοντες· Τίς ἡμᾶς ψωμιεῖ κρέα; ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγύπτῳ· καὶ δώσει Κύριος ὑμῖν φαγεῖν κρέα, καὶ φάγεσθε κρέα. Οὐχ ἡμέραν μίαν φάγεσθε κρέα, οὐδὲ δύο, οὐδὲ πέντε ἡμέρας, οὐδὲ δέκα ἡμέρας, οὐδὲ εἴκοσι ἡμέρας, ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν, καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειθήσατε Κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ, λέγοντες· Ἱνατί ἡμῖν ἐξελθεῖν 68.392 ἐξ Αἰγύπτου;» Ἐλύπει γὰρ τοῦτο λίαν τὸν Λυτρωτὴν, τὸ καὶ αὐτῆς δουλείας ἀλογῆσαι τὸν Ἰσραὴλ, καὶ ἡγεῖσθαι παρ' οὐδὲν τοὺς ἐν Αἰγύπτῳ πόνους, κρεῶν καὶ λαχάνων ἕνεκα τῶν δυσωδεστάτων. Καὶ ἡμᾶς δὲ αὐτοὺς θερμαὶ καὶ δριμεῖαι πολλάκις ἀναπείθουσιν ἡδοναὶ, τὴν ὑπὸ τῷ διαβόλῳ δουλείαν ἡγεῖσθαι φορητὴν, καὶ φθαρτῶν ἕνεκα καὶ γεωδεστέρων ἐπιθυμιῶν, τοῖς τῆς ἁμαρτίας ἐγκαταδεσμεύεσθαι ζυγοῖς. Ἀλλ' ἐδίδου καὶ τότε τὸ σαρκοφαγεῖν, οὐκ εἰς μίαν, οὐδὲ εἰς δέκα τυχὸν, ἀλλ' εἰς ἡμέρας τριάκοντα, δι' οὗ σημαίνεται τῆς ἐπ' αὐτοὺς ὀργῆς ἡ παράτασις. Ἐφίησι δὲ καὶ νῦν τοῖς ἀσχέτως ἀπονενευκόσιν εἰς κοσμικὰς ἡδονὰς, τὸ καὶ μετασχεῖν, εἰ ἕλοιντο, τῶν σαρκικῶν, καὶ εἰς χρόνους ἔσθ' ὅτε μακρούς. Οὕτω γὰρ λέγεται παραδοῦναί τινας εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα. Ἀλλ' ἐκείνοις γέγονεν εἰς χολέραν ἡ βρῶσις, καὶ τοῖς ἀγαπῶσι τὰ σαρκικὰ καὶ προτιμῶσι τοῦ μάννα τοῦ νοητοῦ, ὅ ἐστι ῥῆμα Θεοῦ, τὰ φθαρτὰ καὶ ἐπίγεια, καταλήξει πρὸς θάνατον τὸ ἐγχείρημα· καὶ ἔστιν, οἶμαι, τουτὶ τὸ, «Ὁ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν.» Ἀῤῥωστίας δὲ τῆς τοιᾶσδε τυχὸν ἡ λύσις· «Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Στρατεύεται γὰρ ἡ σὰρξ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ ἀντίκειται ἀλλήλοις.» Ὡς εἴπερ ἠβουλήθησαν οἱ ἐξ Ἰσραὴλ ἀποχρῶσαν ἡγεῖσθαι τρυφὴν τὴν τοῦ μάννα χορηγίαν, ὅ ἐστιν ἄρτος ἀγγέλων νοητὸς, καὶ τύπος γλυκύτητος τῆς διὰ τοῦ Πνεύματος, οὐκ ἂν ἐτέλεσαν ἐπιθυμίαν σαρκὸς, οὐδ' ἂν ἐξ αὐτῆς ἐθέρισαν τὴν φθοράν.» Ἐπισημότατα δὲ τοῦ λαοῦ τὰ μνήματα· ἐκεῖ γὰρ, φησὶν, ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητὴν, κατὰ τὸ, «Ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί·» καὶ λαὸς ἐπιθυμητὴς ὁ ἐκεῖνα παθὼν ὠνόμασται, κατ' ἐκεῖνο οἶμαί που τὸ περί τινων εἰρημένον· «Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν·» ἀπὸ γὰρ τῆς ἁμαρτίας, ἡ κλῆσις· καὶ ἀτελεύτητος ἐπεγράφετο τοῖς τεθνεῶσιν οἰκτρῶς ὁ ἐπὶ ταῖς ἀνανδρίαις ὀνειδισμὸς, καὶ ἐξ ὧν κατεγινώσκοντο τὸ ἐπίσημον. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Οὐκοῦν ὅτι μάλιστα παραιτητέον τοῖς γε ἀληθῶς φιλομαθεῖν ᾑρημένοις, τό γε ἀτληπαθὲς ἐν πόνοις, καὶ γογγυσμὸν ἀδρανῆ, καὶ ἀχάριστον εἰκαιομυθίαν, καὶ τό γε τῶν ἄλλων ἀνοσιώτερόν πως, τῶν ἐκ φαυλότητος καὶ φιλοσαρκίας ἐφίεσθαι μολυσμῶν. Ἐπαμφοτερίζει γὰρ ὁ τοιοῦτος, καὶ τὴν τῆς διανοίας ἰγνὺν χωλεύουσαν ἔχει. Γέγραπται γὰρ, ὅτι «Οὐαὶ καρδίαις δειλαῖς, καὶ χερσὶ παρειμέναις, καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.» Χρῆναι δὲ οἶμαι τὸ τληπαθὲς καὶ τὸ καρτερὸν εἰς ὑπομονὴν παντὸς ἀξιοῦντας λόγου διαμεμνῆσθαι λέγοντος τοῦ Χριστοῦ· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω 68.393 μοι.» τουτέστιν, Εἰ δὴ βούλοιτό τις ἐμὸς εἶναι μαθητὴς, διὰ τῶν ἴσων ἐμοὶ παθημάτων ἡκέτω προθύμως, καὶ οἱονεὶ τὴν αὐτὴν ἴτω τε καὶ ἀγαπάτω τρίβον· συναναπαύσεται γὰρ οὗτος καὶ συνδιαιτήσεται. Τοῦτο δὲ ἡμῖν αὐτὸς ἐζήτει παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, λέγων· «Θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ αὐτοὶ μετ' ἐμοῦ ὦσι.» Καὶ ἑτέρως δὲ σύνεσμεν τῷ Χριστῷ, περιπατοῦντες μὲν ἐπὶ γῆς, οὐκέτι δὲ σαρκικῶς, ἀλλὰ πνευματικῶς πολιτευόμενοι, καὶ κατάλυμα καὶ ἀνάπαυσιν ποιεῖσθαι σπουδάζοντες, τὸ δοκοῦν αὐτῷ. Ἔχεις γεγραμμένον ἐν τοῖς Ἀριθμοῖς τὸν ἐπὶ τῷδε τύπον· «Καὶ τῇ ἡμέρᾳ,» φησὶν, «ἐν ᾗ ἐστάθη ἡ σκηνὴ, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν, τὸν οἶκον τοῦ μαρτυρίου. Καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωΐ· οὕτως ἐγίνετο διαπαντός· ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας, καὶ εἶδος πυρὸς τὴν νύκτα. Καὶ ἡνίκα ἀνέβη ἡ